Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς δέκα παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στην παραβολή των δέκα παρθένων και η μνήμη της κρίσης

Προοίμιο της ομιλίας με θεολογικό στοχασμό επί της παροδικότητας της ζωής, του θανάτου και της Δευτέρας Παρουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων, καὶ περὶ ἐλεημοσύνης. Τῇ ἁγίᾳ καὶ μεγάλῃ γʹ. αʹ.

Ὅταν τὸ εὐδαπάνητον τῆς ζωῆς ἐννοήσω, καὶ τοῦ ἐνιαυτοῦ τὸν ἐπινεύοντα κύκλον, καὶ τὴν πολύσκυλτον τῶν ἀνθρώπων διαγωγὴν, καὶ τὰς βιωτικὰς περιστάσεις, τό τε παρατρέχον τοῦ παρόντος αἰῶνος, καὶ τὴν σκιὰν τῶν πραγμάτων, τῆς δόξης τὸ πρόσκαιρον, τῆς δυναστείας τὸ εὐδιάλυτον, τῆς εὐημερίας τὴν φαντασίαν, καὶ τοῦ πλούτου τὸ ὄναρ· εἶτα σκοπήσω τὴν τοῦ τέλους ἡμέραν, καὶ τῆς συντελείας ἐκεῖνο τὸ ἀπαραίτητον τάχος, τόν τε τοῦ λογοθεσίου καιρὸν, καὶ τὸν ἀκολάκευτον δικαστὴν, καὶ τὴν γέμουσαν φρίκης κατάστασιν, πῶς ἀστράπτων ὁ κριτὴς παραγίνεται ἐξ οὐρανῶν, πῶς ταραττόμεναι αἱ δυνάμεις προτρέχουσι, πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος, πῶς ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται, πῶς καυσοῦνται τὰ στοιχεῖα τῷ φόβῳ λυόμενα, πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τὴν τοῦ κριτοῦ ἐπίβασιν, πῶς φοβερῶς ἀλαλάζουσι σάλπιγγες, πῶς ἀνοίγονται τὰ μνήματα, πῶς ἐκτινάσσονται τάφοι, πῶς ὡς ἐξ ὕπνου ἀποπηδῶσιν οἱ νεκροὶ, πῶς ὁ χοῦς ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ πρὸς τὴν οἰκείαν ἐπανέρχεται τάξιν, πῶς παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα, πῶς εἰς ἀπάντησιν οἱ δίκαιοι τρέχουσι, πῶς ἐφίσταται ὁ νυμφίος μεσονυκτίῳ, πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ δίκαιοι, πῶς τοῖς ῥᾳθύμοις ἀποκέκλεισται ἡ θύρα τοῦ νυμφῶνος· ὅταν ταῦτα πάντα ἐν τῇ ψυχῇ μου μεριμνήσω, μακαρίζω τὰς φρονίμους ἐκείνας παρθένους, ἃς ἡμῖν ἀρτίως ἡ τῶν Εὐαγγελίων παρήγαγε βίβλος, ὅτι πρὸς τοῦ ὕπνου κατηγωνίσαντο τοῦ πάθους, ὅτι τὸ εὐόλισθον καὶ ἐμπαθὲς τῆς ἐπικήρου ζωῆς βδελυξάμεναι, τῆς ἀκηράτου καὶ θείας ζωῆς ἀξίως ἐφρόντισαν, ὅτι τὸ ἀπαραίτητον τοῦ χρόνου σκοπήσασαι, τὴν ὥραν τῆς παρουσίας ἐτήρησαν, καὶ τῆς ἐπιστασίας ἐκείνου τοῦ ἀφθάρτου νυμφίου τὸν φόβον ἐνεθυμήθησαν, καὶ τὸ νυκτερινὸν δοκιμάσασαι σκότος, ἀκριβῶς τῶν λαμπάδων ἐφρόντισαν.

Οὐδὲν δὲ κωλύει καὶ αὐτὰς τὰς θείας τοῦ Εὐαγγελίου διεξελθεῖν συλλαβάς. Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.