Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς δέκα παρθένους
Η αναγκαιότητα της ελεημοσύνης και η έλευση του Νυμφίου
Ανάλυση της αρετής της παρθενίας, της σημασίας του ελαίου ως συμβόλου φιλανθρωπίας και της αιφνίδιας έλευσης του Νυμφίου κατά το μεσονύκτιο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αναγκαιότητα της ελεημοσύνης και η έλευση του Νυμφίου
Ανάλυση της αρετής της παρθενίας, της σημασίας του ελαίου ως συμβόλου φιλανθρωπίας και της αιφνίδιας έλευσης του Νυμφίου κατά το μεσονύκτιο.
Πότε ἐξῆλθον; ἆρα μὴ ὅτε κατέλαβεν αὐτὰς τῆς ζωῆς τὸ ἐμπρόθεσμον; ὅτε ἔφθασε τὸ πρόσταγμα; ὅτε ἐπέστη τοῦ θανάτου ἡ ἀπόφασις; ὅτε ἀπεστάλησαν οἱ κατεπείγοντες τοῦ τέλους ἄγγελοι, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου; Οὐδαμῶς. Ἀλλὰ πότε ἐξῆλθον; Ὅτε τοῖς βιωτικοῖς περισπασμοῖς ἀπετάξαντο, ὅτε τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν προείλοντο, ὅτε τὴν ἑκούσιον σκληραγωγίαν ἠγάπησαν, ὅτε τοῖς γάμου οὐχ ὑπετάγησαν νόμοις, ὅτε τῶν τοῦ βίου ἡδονῶν κατεφρόνησαν, ὅτε τὴν ἀγαθὴν μερίδα τῆς ἀφθαρσίας ἐξελέξαντο, ὅτε τῆς εὐφροσύνης τὸν τρόπον ἠγάπησαν, ὅτε τὸν τῆς ἁμαρτίας ἐβδελύξαντο ῥύπον, ὅτε τὰ τῆς σωφροσύνης συνέθεντο, ὅτε τοῦ καθαροῦ νυμφίου ἠράσθησαν, ὅτε τοῦ τῆς βασιλείας ἐπεθύμησαν κάλλους, ὅτε πᾶσαν βιωτικὴν ἀπεδύσαντο φροντίδα, τότε ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Ἦσαν δὲ, φησὶν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί. Καὶ τί τῶν φρονίμων τὸ γνώρισμα; Ὅτι συνῆψαν τῇ σωφροσύνῃ τὴν ἐλεημοσύνην, ἐκόσμησαν τὴν παρθενίαν τῇ εὐποιίᾳ, ἔγνωσαν ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ἐδοκίμασαν ὅτι τὸ ἓν οὐκ ἐπαρκεῖ πρὸς σωτηρίαν κατόρθωμα· ἑνὶ γὰρ πτερῷ ἀετὸς εἰς ὕψος οὐκ ἐφικνεῖται· Ἐμνημόνευσαν τῆς τοῦ νυμφίου φωνῆς τῆς λεγούσης. Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ πάλιν, ὅτι Κατακαυχᾶται ἔλεος κρίσεως. Ταῦτα καλῶς βουλευόμεναι, ἐπλήρωσαν τὰ ἀγγεῖα αὐτῶν ἐλαίου. Ποῖα ἄρα ἀγγεῖα;
Τὰς τῶν πεινώντων κοιλίας. Μεσίτας γὰρ τοῦ πνευματικοῦ γάμου τοὺς πτωχοὺς ἐπορίσαντο, ἐσκεύασαν μεθ᾽ ἑαυτῶν τῶν οἰκτιρμῶν τὰ ἐφόδια· οἱ πεινῶντες ἐτρέφοντο, καὶ αἱ λαμπάδες ἐφαιδρύνοντο· οἱ πτωχοὶ ηὐχαρίστουν, καὶ ὁ νυμφίος ἐτέρπετο· ἡ ἐλεημοσύνη ἐσπείρετο, καὶ ὁ προσδοκώμενος μισθὸς ηὐτρεπίζετο. Καὶ αἱ φρόνιμοι τὰ τοῦ Δαυῒδ ἐβόων· Ἡτοιμάσθημεν, καὶ οὐκ ἐταράχθημεν· αἱ δὲ μωραὶ τὰς λαμπάδας κρατοῦσαι χωρὶς ἐλαίου πόῤῥωθεν ἀπὸ τοῦ νυμφίου ἐβλέποντο. Πῶς εἴχοντο ἑνὶ κατορθώματι; πῶς τὴν μὲν ἁγνείαν ἐκτήσαντο, τὴν δὲ φιλανθρωπίαν ἀπώσαντο; πῶς ἀπάθειαν μὲν τῷ σώματι περιεποιήσαντο, συμπάθειαν δὲ περὶ τοὺς δεομένους οὐκ ἐπεδείξαντο; πῶς τὴν μὲν σωφροσύνην ἠγάπησαν, τὴν δὲ φιλοξενίαν ἀπεστράφησαν; Τί οὖν τὸ πέρας;
Χρονίζοντος γοῦν τοῦ νυμφίου, φησὶν, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Ἀλλ᾽ αἱ μὲν προαποθέμεναι τὸ ἔλαιον, εἶχον τὸ ἀσφαλὲς, ὅτι αἱ λαμπάδες αὐτῶν οὐ σβεσθήσονται· αἱ δὲ μωραὶ τὸν τῆς ἀνάγκης καιρὸν ἐξεδέχοντο. Τί οὖν συντόμως οὐ λέγω; Ἐπέστη ἡ ὥρα, ἔφθασεν ὁ καιρὸς, οἱ κτύποι κατήρξαντο, ἤχουν αἱ σάλπιγγες, ἐδονοῦντο τὰ στοιχεῖα, ὁ ἀνὴρ ἐκλονεῖτο, ἐκλίνετο ὁ οὐρανὸς, ἔτρεμε τὸ στερέωμα, ἀστέρες ἐλύοντο, ἐταράττοντο αἱ δυνάμεις, προέτρεχον ἄγγελοι, ἀστραπαὶ προεβάδιζον, μέγαν εἶχεν ἡ κτίσις τὸν θόρυβον. Οὐ γὰρ ἐν ἡμέρᾳ, ἀλλ᾽ ἐν μεσονυκτίῳ ὁ δικαστὴς παραγίνεται.
Εἶτα τί; Γίνεται κραυγὴ καλοῦσα πρὸς τὴν ἀπάντησιν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ. Τί οὖν τὸ γινόμενον; Ἐξανέστησαν πᾶσαι αἱ παρθένοι, ἀπετινάξαντο τὸν ὕπνον, ἐπελάβοντο τῶν λαμπάδων· ἀλλ᾽ αἱ μὲν ἐκαίοντο, αἱ δὲ οὐκ ἔφαινον. Αἱ τῶν φρονίμων τῷ ἐλαίῳ τῆς εὐποιίας ἠρδεύοντο, αἱ δὲ τῶν μωρῶν ἀπεσβέννυντο. Ὄντως ἐλεεινὸν ἦν τὸ πρᾶγμα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.