Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς δέκα παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Ο αποκλεισμός των μωρών παρθένων και η θεία κρίση

Ο μάταιος διάλογος για την εξεύρεση ελαίου, το κλείσιμο των θυρών της Βασιλείας και η άρνηση εισόδου στις παρθένους που στερήθηκαν τα έργα ελεημοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἄφευκτος ἐκύκλωσεν ἀνάγκη τὰ γύναια· οὐκ εἶχεν ἡ ἀποτυχία ἀφορμὴν παρακλήσεως. Τότε οὖν προσελθοῦσαι ταῖς φρονίμοις ἐπεζήτουν, ὅπερ λαβεῖν οὐκ ἠδύναντο. Δότε γὰρ ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἔδει οὖν πάλαι αὐτὰς μιμήσασθαι, καὶ μὴ νῦν ἱκετεύειν· ἔδει γὰρ παρὰ τῶν πωλούντων ἀγοράσαι τὸ ἔλαιον. Δότε ὑμεῖς ἔλαιον, φασὶν, ἡμῖν. Μάτην παρακαλεῖτε τὰς φρονίμους, ὦ ῥᾴθυμοι· ἔφθασε λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, παρῆλθε τοῦ βίου τὸ θέατρον· οὐκ ἔστι νῦν συναλλαγμάτων καιρός· νῦν ἡ τῶν ἔργων ἐπιζητεῖται ἐπίδειξις. Ἔδει προθεωρεῖν τὸν κίνδυνον τοῦ παρόντος αἰῶνος· ἔδει ταύτης φροντίσαι τῆς ἀπαντήσεως· ἔδει ἐνθυμηθῆναι, ὅτι αἱ λαμπάδες χωρὶς ἐλαίου φωτίζειν οὐ δύνανται. Λέγετε, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Οὐδεὶς ἀλλοτρίοις ἐγκαλλωπίζεται ἔργοις· ἕκαστος θερίζει ὅπερ ἔσπειρε. «Δότε ὑμεῖς ἡμῖν ἔλαιον.» Τί οὖν πρὸς αὐτὰς αἱ φρόνιμοι; Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε. Ἔτι κἂν μικρά τις ὑπολέλειπται ὥρα, δράμετε, κάμετε· οὔπω ἐφέστηκεν ὁ νυμφίος· σπεύσατε πρὸ τοῦ κλεισθῆναι τὰς θύρας, πρὸς τοὺς πωλοῦντας ἀπέλθετε. Καὶ τίνες, ὦ φρόνιμοι, οἱ πωλοῦντες; εἴπατε· ἀγνοοῦσι γὰρ αὗται μὴ κτησάμεναι συναλλάγματος τοιούτου συνήθειαν.

Τίνες οἱ πωλοῦντες; Οἱ ταῖς θύραις τῶν ἐκκλησιῶν παρακαθήμενοι πένητες, αἱ λογικαὶ χελιδόνες, αἱ τῶν ψυχῶν εὐαγγελιζόμεναι λογικὸν ἔαρ, οἱ αἰδέσιμοι πρὸς τὸν Δεσπότην μεσῖται, οἱ ἀήττητοι ῥήτορες ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι τὸ ἔλαιον, ἦλθεν ὁ νυμφίος, καὶ ἐκλείσθησαν αἱ θύραι.

Ὢ τῆς ἐπιβλαβοῦς ῥᾳθυμίας· ὢ τῆς ἀθεραπεύτου ὀδύνης· ὢ τῆς ἀπαραμυθήτου ζημίας· ὢ πένθους ἀπαρακλήτου. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος. Ἦλθεν ἡ προσδοκωμένη χαρὰ, ἦλθε τῶν δικαίων τὸ καύχημα, ἦλθε μεσονυκτίῳ τὸ φῶς. Ἀπήντησαν αἱ φρόνιμοι, συνεισῆλθον τῷ νυμφίῳ, καὶ ἐκλείσθησαν αἱ θύραι.

βʹ. Φρίττω, τὸ γενόμενον ἐνθυμούμενος· τρέμω, τὸ συμβὰν τοῖς γυναίοις ἀστόχημα διηγούμενος. Τὴν παστάδα τὴν φοβερὰν ἰδεῖν ἐπεθύμουν· δι᾽ αὐτὴν γὰρ τοῖς τοῦ κόσμου τερπνοῖς ἀπετάξαντο, τρυφῆς κατεφρόνησαν, δόξης ὑπερεῖδον, ὁδοὺς σκληρὰς ἐφυλάξαντο, παθῶν κατεκράτησαν, ἡδονῶν κατηγωνίσαντο· καὶ ἐπειδὴ ἔλαιον οὐκ εἶχον, εὗρον ἀπαράνοικτα τῆς βασιλείας τὰ κλεῖθρα.

Ἐλθοῦσαι γὰρ ἔκρουον, Λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν· ἔνδοθεν τοῦ Κριτοῦ φοβερῶς κεκραγότος· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Ὢ τῆς ἐσχάτης ἀποφάσεως· κἂν οὔτε δι᾽ ἀγγέλου, ἀλλὰ δι᾽ ἑαυτοῦ τὴν ὀδυνηρὰν ἀπόκρισιν δέδωκεν· ἵνα τῆς φωνῆς ἀκούσασαι, καὶ τὸ πρόσωπον ἰδεῖν μὴ δυνάμεναι, μείζονα τὴν βάσανον ὑπομείνωσιν. Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Οὐκ οἶδας ἡμᾶς, Δέσποτα; ἐκ μήτρας ἐπὶ σὲ ἐπεῤῥίφημεν, ἠκολουθήσαμεν ὀπίσω σου ἐκ νεότητος ἡμῶν, τὴν ἁγνείαν διεφυλάξαμεν, ὅπερ ἔπλασας ἡμῖν σῶμα, ἄφθαρτον διετηρήσαμεν, οὐ προυδώκαμεν τὰ μέλη τοῖς πάθεσι, στεφάνους παρὰ τῆς σῆς δεξιᾶς προσεδοκήσαμεν δέξασθαι· καὶ νῦν τὰς θύρας ἐπέκλεισας καὶ λέγεις, «Οὐκ οἶδα ὑμᾶς;» Ναὶ, ὄντως οὐκ οἶδα ὑμᾶς. Διὰ τί, ὦ Δέσποτα; Ὁ Δεσπότης· Διὰ τί; Ἐπειδὴ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἤλθετε πρός με. Ἐγγράφως διεστειλάμην ὑμῖν, λέγων· Ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων καὶ μικρῶν, οὐδὲ ἐμοὶ ἐποιήσατε. Αἱ δὲ εἶπον· Μάτην οὖν, Δέσποτα, τὸν πόνον καὶ τὴν ταλαιπωρίαν τῆς σαρκὸς ὑπεμείναμεν; μάτην ἀγρυπνίαις καὶ νηστείαις ἑαυτὰς κατετήξαμεν; μάτην τὸν οὐράνιον νυμφίον μέχρι τέλους ποθήσασαι, τὴν παρθενίαν ἄτρωτον διεφυλάξαμεν;

Ναὶ, φησὶ, παρθένοι μέν ἐστε, ἀλλὰ προῖκας οὐκ ἔχετε· παρθένοι μὲν, ἀλλὰ νυμφικὸν οὐ περίκεισθε κόσμον· τὴν τῆς σαρκὸς ἠσκήσατε ἁγνείαν, ἀλλὰ ἀπανθρωπίᾳ τὴν ἁγνείαν ἐτρώσατε· ἀμόλυντον ὑμῶν τὸ σῶμα, ἀλλ᾽ ὁ τρόπος ἀνελεὴς, οὐ φύσεως, ἀλλ᾽ ἀπανθρωπίας. Ὁ ἐμός ἐστι νυμφὼν κτησαμένων τῆς εὐποιίας τὸ ἔλαιον. Δεῖ τοίνυν τὰς ἐμοὶ νυμφευομένας κατάλληλον τῷ κόσμῳ περικεῖσθαι καὶ τρόπον. Οὐ δύναμαι τοῖς ἐμοῖς θαλάμοις μαχομένην νύμφην λαβεῖν· οὐκ εἰσάγω πόλεμον εἰς παστάδας εἰρηνικάς. Λοιπὸν ἀπέλθετε ἀπ᾽ ἐμοῦ, μή μου μάτην ταῖς θύραις ἐνοχλεῖτε· τῶν ἐλεημόνων ἐστὶν οἰκητήριον ἡ ἐμὴ βασιλεία. Ἐκεῖνος ἐμοὶ εὐκόλως συνεισέρχεται, ὁ τὴν ἐμὴν μιμησάμενος περὶ τοὺς πτωχοὺς εὐσπλαγχνίαν, ὁ πτωχεύσας τῷ πνεύματι, ὁ τοῖς δεομένοις τὴν ἀκοὴν ὑποκλίνας, ὁ τὰ τοῦ πλησίον οἰκειωσάμενος πάθη, ὁ δακρύσας ἐπὶ συμφοραῖς ἀλλοτρίαις, ὁ ἐμπλήσας ἀγαθῶν τὴν ψυχὴν τοῦ πεινῶντος, ὁ τῶν γυμνῶν διαθερμάνας τοὺς ὤμους, ὁ μὴ παρακούσας τῆς φωνῆς τοῦ νοσοῦντος, ὁ δανείσας ὀλιγοψύχῳ παρακλήσεως λόγον, ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεξάμενος, ὁ τῷ σπόγγῳ τῆς συμπαθείας τῶν χηρῶν ἀποσμήξας τὸ δάκρυον, ὁ ἐλαφρύνας τῇ προστασίᾳ τῆς ὀρφανίας τὸ βάρος.