Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς δέκα παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή προς έμπρακτη φιλανθρωπία και τελική δοξολογία

Προτροπή προς τους πιστούς για την παροχή ελεημοσύνης στους πένητες ως προετοιμασία για το θεϊκό δικαστήριο, η ταύτιση του Κυρίου με τους φτωχούς και η κατακλείδα δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ταῦτα εἰδότες, ἀδελφοὶ, μὴ τῇ γλώσσῃ θαυμάζετε, ἀλλὰ τοῖς ἔργοις μιμήσασθε. Σφραγὶς γὰρ γλώσσης ἡ χεὶρ, καὶ ταύτην ἑρμηνεύει τῆς δεξιᾶς ἡ ἐπίδοσις, ζηλοῦσα τὰ ῥήματα. Τὴν φιλοπτωχίαν περὶ πολλοῦ ποιησώμεθα, σκορπίζειν τοῖς πένησι τοὺς ὀβολοὺς μὴ φεισώμεθα, παρακαλῶ· τῶν δεσποτικῶν φωνῶν ἐπακούσωμεν· τοῦ φόβου μαθόντες τὴν πεῖραν ἐκκλίνωμεν· ἑαυτῶν διὰ τῶν πενήτων φροντίσωμεν. Αἱ γὰρ παρθένοι φιλανθρωπίαν μὴ τιμήσασαι, τοῦ νυμφῶνος ἐκβάλλονται. Ποία λοιπὸν τοῖς ἁμαρτωλοῖς ἐλπὶς περιλείπεται ἀπανθρωπίᾳ ὑβρίσασι; Ταῦτα πρὸς τὸ πλῆθος λέγων, τῶν ῥᾳθυμοτέρων τὸ συνειδὸς ἀσφαλίζομαι, βλάπτων οὐδὲν τοὺς εὐγνώμονας, ἀλλὰ καὶ θερμοτέρους πρὸς τὴν εὐσέβειαν ἐργαζόμενος. Οὐκοῦν σκόρπισον, ἀδελφὲ, ἕως ἔτι συνέστηκεν ἡ τοῦ βίου πανήγυρις. Τὰ τῆς ἀπολογίας πραγμάτευσαι· πρὸ τοῦ τεθῶσιν οἱ θρόνοι, θρῆνον ἐπίδειξαι· φθάσον τοῦ νυμφίου τὴν παρουσίαν· δράμε τῆς ἁμαρτίας ὀξύτερον· πρόλαβε τὴν ἐμπρόθεσμον διάγνωσιν· θεράπευσον τὸν κριτήν· μὴ καταδέξῃ τῷ βήματι παραστῆναι γυμνός. Νῦν σκόρπισον χρήματα, ἵνα τότε διαλύσῃς ἐγκλήματα· λάλησον τῷ δικαστῇ καταμόνας, ἵνα μὴ ἐπὶ πάντων καταδικάσῃ σε· λάβε μεσίτην πρὸς τὴν αὐτοῦ θεραπείαν τὸν πένητα· δι᾽ αὐτοῦ τὸν κριτὴν δωροδόκησον· αὐτῷ μόνῳ θάῤῥει τὸ τοιοῦτον μυστήριον· δι᾽ αὐτοῦ πώλει τοῖς καταδίκοις τὸ δίκαιον.

Ὁ πτωχὸς λαμβάνει, καὶ ὁ κριτὴς ὑπογράφει συγχώρησιν· ἀγράφως δέχεται, καὶ προσφέρει χειρόγραφα. Ὁ γὰρ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Ὅπερ ἂν νῦν βάλλῃς ἐν τῇ χειρὶ τοῦ πτωχοῦ, γνωρίσεις ἐν τῇ παλάμῃ τοῦ δικαστοῦ. Εἰ διαδράσαι τὴν κρίσιν τοίνυν σπουδάσωμεν, ἐντεῦθεν ἤδη τὸν δικαστὴν διὰ τῶν πτωχῶν δυσωπήσωμεν. Εἰ καὶ ὁπηνίκα τελευταῖα διατυποῖς, γράψον μετὰ τῶν συγγενῶν ἢ φίλων τὴν ἀποδημοῦσαν τοῦ βίου ψυχήν· δὸς αὐτῇ κἂν μικρὰ τῆς ἀνάγκης ἐφόδια· ἐχέτω τοῦ δικαστοῦ τὸ ὄνομα τῆς διαθήκης τὰ γράμματα· μνήμης πτωχοῦ μὴ ἀμοιρείτω ὁ χάρτης.

Χαρᾶς πρόξενον, καὶ μὴ θρήνων ἄξιον ἔργασαι τὸν θάνατον· συνηγόρων ἐκτὸς μὴ παραστῇς τῷ φοβερῷ κριτηρίῳ· χόρτασον τὰς κοιλίας τῶν ὀφειλόντων ταῖς γλώσσαις ὑπὲρ σοῦ ῥητορεῦσαι πρὸς τὸν Κύριον. Κτησώμεθα δι᾽ αὐτῶν χρεώστην τὸν κτίσαντα, τοῦ μὴ δοῦναι δίκην κατ᾽ ἐκείνην τὴν ἡμέραν· ὠνησώμεθα χρήμασι τῆς τοιαύτης ἐπιτυχίας ῥήτορας. Ἔχεις γὰρ, φησὶ, μάρτυρα τῆς περὶ ἐμὲ φιλίας τὸν πένητα· οἶδάς με τὰ τῶν πτωχῶν οἰκειούμενον. Ἐξανατέλλω χόρτον τοῖς κτήνεσι, καὶ πᾶσι τὴν τροφὴν χορηγῶ· καὶ ὅμως σοῦ ποιοῦντος τὴν ἐλεημοσύνην, ἐγὼ τῷ πένητι συγκλίνω τὴν χεῖρα, καὶ τὸν ὀβολὸν ὑποδέχομαι. Ἀναβάλλομαι τὸ φῶς ὡς ἱμάτιον· κἂν μόνον σὺ τὸν πτωχὸν περιβάλῃς, ἐγὼ τῆς θέρμης αἰσθάνομαι. Οἶδάς με ἐν οὐρανῷ τῷ Πατρὶ συγκαθήμενον· κἂν μόνον ὁρμήσῃς τοὺς ἐν φυλακῇ ἐπισκέψασθαι, εὑρήσεις με τοῖς δεσμοῖς συγκαθήμενον· κἂν δράμῃς πρὸς νοσοῦντας, τῆς κλίνης οὐκ ἀπολιμπάνομαι.

Πανταχοῦ γάρ εἰμι, καὶ τοῖς ἐν ἀνάγκῃ προΐσταμαι. Ὅπερ ἂν δώσῃς τῷ πένητι, ὄψει τοῦτο παρ᾽ ἐμοῦ πληθυνόμενον. Ἐὰν εἰσάγῃς εἰς τὴν οἰκίαν σου τὸν ἄστεγον, καὶ δι᾽ αὐτοῦ λάβῃς με ἐν οἴκῳ σου, τρία ταῦτα παρέξω σοι· καὶ τὸ κέρδος αὐξήσω, καὶ τὸν οἶκόν σου φυλάξω, καὶ μονὴν ἐν οὐρανοῖς ἑτοιμάσω σοι· ἐν ᾗ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἐν Θεῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.