Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Καλάνδας

Ἰωάννης ὁ Χρυσόστομος

Πρακτικές οδηγίες χριστιανικού βίου και σεμνότητας

Νουθεσίες σχετικά με τη χριστιανική φιλία, την επιτίμηση, τη συγχώρηση, την πνευματική συζήτηση, καθώς και τη σεμνότητα στο βλέμμα, την ενδυμασία και τον γάμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Πῶς οὖν ἔστιν ἐγκαλέσαι διὰ τὸν Θεόν; Ἂν μεθύοντα ἴδῃς, ἂν κλέπτοντα, ἢ τὸν οἰκέτην, ἢ τὸν φίλον, ἢ ἕτερόν τινα τῶν σοι προσηκόντων, ἂν εἰς θέατρα τρέχοντα, ἂν τῆς ψυχῆς ἀμελοῦντα τῆς ἑαυτοῦ, ἂν ὀμνύοντα, ἂν ἐπιορκοῦντα, ἂν ψευδόμενον, ἀγανάκτησον, κόλασον, ἐπίστρεψον, διόρθωσαι· καὶ ταῦτα πάντα ἐποίησας διὰ τὸν Θεόν. Ἂν εἰς σὲ ἁμαρτάνοντα ἴδῃς, καὶ τῆς εἰς σὲ θεραπείας ἐλλείποντα, συγγνῶθι, καὶ συνέγνως διὰ τὸν Θεόν. Νυνὶ δὲ πολλοὶ τοὐναντίον ποιοῦσι, καὶ ἐπὶ τῶν φίλων, καὶ ἐπὶ τῶν οἰκετῶν. Ὅταν μὲν γὰρ εἰς αὐτοὺς ἁμάρτωσιν, πικροὶ καὶ ἀσύγγνωστοι γίνονται δικασταί· ὅταν δὲ εἰς τὸν Θεὸν ἐνυβρίζωσι, καὶ τὰς ἑαυτῶν ἀπόλωσι ψυχὰς, οὐδένα ποιοῦνται λόγον. Πάλιν, φίλους ποιῆσαι χρή;

Διὰ τὸν Θεὸν ποίησον. Ἐχθροὺς ποιῆσαι χρή; Διὰ τὸν Θεὸν ποίησον. Καὶ πῶς ἔστι φίλους ποιῆσαι διὰ τὸν Θεὸν καὶ ἐχθρούς; Ἂν μὴ τὰς φιλίας ἐκείνας ἐφελκώμεθα, ὅθεν ἐστὶ χρήματα λαβεῖν, ὅθεν κοινωνῆσαι τραπέζης, ὅθεν προστασίας ἀνθρωπίνης τυχεῖν, ἀλλ᾽ ἐκείνους θηρεύωμεν καὶ ποιῶμεν φίλους, τοὺς δυναμένους ἡμῶν ἀεὶ ῥυθμίσαι τὴν ψυχὴν, συμβουλεῦσαι τὰ δέοντα, ἁμαρτάνουσιν ἐπιτιμῆσαι, πλημμελοῦντας ἐλέγξαι, ὑποσκελιζομένους ἀνορθῶσαι, καὶ συμβουλῇ καὶ εὐχαῖς βοηθοῦντας προσαγαγεῖν τῷ Θεῷ. Πάλιν ἐχθροὺς ἔξεστι ποιῆσαι διὰ τὸν Θεόν. Ἐὰν ἴδῃς τινὰ ἀκόλαστον, μιαρὸν, πονηρίας γέμοντα, δογμάτων ἀκαθάρτων πεπληρωμένον, ὑποσκελίζοντά σε καὶ παραβλάπτοντά σε, ἀπόστηθι καὶ ἀποπήδησον, καθάπερ καὶ ὁ Χριστὸς ἐκέλευσεν εἰπών· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ, κελεύων τοὺς φίλους ἐκείνους, τοὺς ἐν ὀφθαλμῶν τάξει ποθεινοὺς ὄντας, καὶ ἀναγκαίους ἐν τοῖς βιωτικοῖς πράγμασιν, ἀποκόπτειν, καὶ ἐκβάλλειν, ἂν παραβλάπτωσιν εἰς τὴν τῆς ψυχῆς σωτηρίαν ἡμᾶς. Ἂν συλλόγων κοινωνῇς, καὶ λόγον ἀποτείνῃς μακρὸν, διὰ τὸν Θεὸν καὶ τοῦτο ποίησον, κἂν σιγᾷς, διὰ τὸν Θεὸν σίγησον. Καὶ πῶς ἔστι συλλόγου κοινωνεῖν διὰ τὸν Θεόν;

Ἂν συγκαθήμενός τισι, μηδὲν περὶ βιωτικῶν διαλέγῃ πραγμάτων, μηδὲ τῶν ἁπλῶν καὶ εἰκῆ καὶ οὐδὲν ἡμῖν προσηκόντων, ἀλλὰ περὶ φιλοσοφίας τῆς ἡμετέρας, περὶ γεέννης, περὶ βασιλείας οὐρανῶν, ἀλλὰ μὴ τὰ περιττὰ καὶ ἀνόνητα, οἷον· τίς ἀρχῆς ἐπέβη; τίς παρελύθη τῆς ἀρχῆς; τίνος οὖν ἕνεκεν ὁ δεῖνα ἐζημίωται; πόθεν ὁ δεῖνα ἐκέρδανε καὶ εὐπορώτερος γέγονε; τί κατέλιπεν ὁ δεῖνα τῷ δεῖνι τελευτῶν; πῶς δὲ ὁ δεῖνα ἀπέτυχεν, εἰς τοὺς πρώτους τῶν κληρονόμων ἐγγραφήσεσθαι προσδοκήσας; καὶ πολλὰ ἕτερα τοιαῦτα. Μὴ δὴ τὰ τοιαῦτα διαλεγώμεθα, μηδὲ ἑτέρων διαλεγόντων ἀνεχώμεθα· ἀλλὰ σκοπῶμεν τί ποιοῦντας, ἢ τί λέγοντας ἔστιν ἀρέσαι Θεῷ. Πάλιν ἔστι σιγῆσαι διὰ τὸν Θεὸν, ὑβριζόμενος, λοιδορούμενος, μυρία πάσχων κακὰ, ἂν φέρῃς γενναίως, καὶ μηδὲν ῥῆμα βλάσφημον ἐξενέγκῃς εἰς τὸν ταῦτα ποιοῦντα. Οὐκ ἐπαινέσαι δὲ καὶ ψέξαι μόνον, οὐδὲ ἔνδον μεῖναι καὶ ἐξελθεῖν, οὐδὲ φθέγξασθαι καὶ σιγῆσαι, ἀλλὰ καὶ κλαῦσαι καὶ λυπηθῆναι, καὶ ἡσθῆναι καὶ εὐφρανθῆναι ἔστιν εἰς δόξαν Θεοῦ. Ὅταν γὰρ ἴδῃς ἢ ἀδελφὸν ἁμαρτάνοντα, ἢ σαυτὸν παραπτώματι περιπεσόντα, εἶτα στενάξῃς καὶ λυπηθῇς, ἐκέρδανας ἀπὸ τῆς λύπης σωτηρίαν ἀμεταμέλητον, καθάπερ ὁ Παῦλός φησιν· Ἡ γὰρ κατὰ Θεὸν λύπη σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.

Ἂν ἴδῃς εὐδοκιμοῦντα ἕτερον, εἶτα μὴ βασκήνῃς, ἀλλ᾽ ὡς ἐπὶ οἰκείοις ἀγαθοῖς εὐχαριστήσῃς τῷ Θεῷ, τῷ ποιήσαντι λαμπρόν σου τὸν ἀδελφὸν, καὶ τῆς χαρᾶς ταύτης πολὺν ἔλαβες τὸν μισθόν. εʹ. Τί γένοιτ᾽ ἂν οὖν, εἰπέ μοι, τῶν βασκάνων ἐλεεινότερον, ὅταν ἐξὸν καὶ χαίρειν καὶ κερδαίνειν διὰ τὴν χαρὰν, αὐτοὶ καὶ λυπεῖσθαι αἱρῶνται μᾶλλον ἐπὶ ταῖς τῶν ἑτέρων εὐδοκιμήσεσι, καὶ μετὰ τῆς λύπης ἔτι καὶ κόλασιν ἐπισπᾶσθαι παρὰ τοῦ Θεοῦ, καὶ τιμωρίαν ἀφόρητον; Καὶ τί χρὴ λέγειν ἐπαίνους, καὶ ψόγους, καὶ λύπας, καὶ χαρὰς, ὅπου γε καὶ ἀπὸ τῶν μικροτάτων αὐτῶν καὶ εὐτελεστάτων πραγμάτων τὰ μέγιστ᾽ ἔστι καρπώσασθαι, ἂν διὰ τὸν Θεὸν αὐτὰ ποιῶμεν; Τί γὰρ τοῦ κείρασθαι εὐτελέστερον; Ἀλλ᾽ ἔστι καὶ τοῦτο ποιῆσαι διὰ τὸν Θεόν. Ὅταν γὰρ μὴ τὴν κόμην διαθῇς, μηδὲ καλλωπίσῃς τὴν ὄψιν, μηδὲ πρὸς δέλεαρ καὶ ἀπάτην τῶν ὁρώντων σαυτὸν κατακοσμήσῃς, ἀλλ᾽ ἁπλῶς καὶ ὡς ἔτυχε καὶ ὅσον ἡ χρεία ἀπαιτεῖ μόνον, διὰ τὸν Θεὸν τοῦτο ἐποίησας, καὶ πάντως ἕξεις τὸν μισθὸν, ὅτι ἐπιθυμίαν ἐκόλασας πονηρὰν, καὶ φιλοτιμίαν ἄκαιρον ἐνέκοψας. Εἰ γὰρ ὁ ποτήριον μόνον ψυχροῦ δοὺς διὰ τὸν Θεὸν, βασιλείαν οὐρανῶν κληρονομήσει, ὁ πάντα ποιῶν διὰ τὸν Θεὸν ἐννόησον πόσης ἀπολαύσεται τῆς ἀμοιβῆς.

Ἔστι καὶ βαδίζειν διὰ τὸν Θεὸν, καὶ βλέπειν διὰ τὸν Θεόν. Πῶς ἔστι βλέπειν διὰ τὸν Θεὸν, καὶ βαδίζειν; Ὅταν μὴ πρὸς πονηρίαν τρέχῃς, ὅταν μὴ περιεργάζῃ τὰ ἀλλότρια κάλλη, ὅταν ἰδὼν γυναῖκα ἀπαντῶσαν, χαλινώσῃς τὸν ὀφθαλμὸν, τειχίσῃς τὴν ὄψιν τῷ τοῦ Θεοῦ φόβῳ, διὰ τὸν Θεὸν τοῦτ᾽ ἐποίησας· ὅταν τὰ μὴ πολυτελῆ, καὶ μαλακωτέρους ἡμᾶς ποιοῦντα, ἀλλὰ τὰ δυνάμενα ἡμᾶς σκέπειν, ταῦτα περιβαλλώμεθα μόνον. Ἔστι καὶ μέχρις ὑποδημάτων τοῦτον ἐξαγαγεῖν τὸν νόμον. Καὶ γὰρ πολλοὶ πρὸς τοῦτο βλακείας καὶ ἀσωτίας ἐξώλισθον, ὡς καὶ τὰ ὑποδήματα καλλωπίζειν, καὶ πάντοθεν αὐτὰ ποικίλλειν, οὐχ ἧττον ἢ τὰς ὄψεις ἕτεροι· ὅπερ ψυχῆς ἐστιν ἀκαθάρτου καὶ διεφθαρμένης. Εἰ γὰρ καὶ αὐτὸ μικρὸν εἶναι δοκεῖ, ἀλλὰ μεγάλης ἐξωλείας δεῖγμα καὶ ἔλεγχος ἂν εἴη τοῦτο, καὶ ἐπ᾽ ἀνδρῶν καὶ ἐπὶ γυναικῶν. Ἔξεστι τοίνυν καὶ ὑποδήμασι χρῆσθαι διὰ τὸν Θεὸν, ὅταν πανταχοῦ τὴν χρείαν ἐπιζητῶμεν, καὶ τοῦτο μέτρον τῆς ἀπολαύσεως ποιώμεθα. Καὶ ὅτι καὶ διὰ βαδίσεως καὶ διὰ στολῆς ἔστι τὸν Θεὸν δοξάσαι, ἄκουσον τί φησι σοφός τις ἀνήρ· Στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ.

Ὅταν γὰρ κατεσταλμένοι [καὶ σεμνοὶ], καὶ σεμνότητος γέμοντες, καὶ πολλὴν πανταχόθεν ἐπιδεικνύμενοι τὴν σωφροσύνην φαινώμεθα· καὶ ἀπὸ ψιλῆς τῆς συντυχίας καὶ ὁ ἄπιστος, καὶ ὁ ἀκόλαστος, καὶ ὁ θορυβώδης τὸν τοιοῦτον ἰδὼν θαυμάσεται, κἂν ἁπάντων ἀναισθητότερος ᾖ. Κἂν γυναῖκα ἀγώμεθα, διὰ τὸν Θεὸν τοῦτο ποιῶμεν, ἵνα σωφρονῶμεν, οὐχ ἵνα τὴν οὐσίαν εὐπορωτέραν ἐργαζώμεθα, ἵνα ψυχῆς εὐγένειαν ἐπιζητῶμεν, μὴ χρημάτων περιουσίαν, μηδὲ προγόνων περιφάνειαν, ἀλλὰ τρόπων ἀρετὴν καὶ ἐπιείκειαν· συνέμπορον τοῦ βίου λαμβάνωμεν, οὐχὶ καπηλείας κοινωνόν. Καὶ τί δεῖ πάντα καταλέγειν; Ἔξεστι γὰρ λοιπὸν ἡμῖν ἐκ τῶν εἰρημένων ἕκαστον ἐφοδεύειν τῶν γινομένων καὶ πραττομένων, καὶ πάντα διὰ τὸν Θεὸν ποιεῖν. Καὶ καθάπερ οἱ ἔμποροι περιπλέοντες τὸ πέλαγος, καὶ εἰς πόλεις ὁρμίζοντες, οὐ πρότερον ἀποβαίνουσι τοῦ λιμένος, οὐδὲ εἰς τὴν ἀγορὰν ἀναβαίνουσιν, ἕως ἂν πύθωνται, ὅτι κέρδος ἔχει τι τῶν ἐκεῖ ἀποτεθειμένων· οὕτω καὶ σὺ μηδὲν μήτε πράξῃς, μήτ᾽ εἴπῃς, ἂν μὴ κέρδος ἔχῃ τὸ κατὰ Θεόν. Καὶ μή μοι λέγε ὅτι οὐ δυνατὸν διὰ τὸν Θεὸν πάντα ποιεῖν.