Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Παροιμίας (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στα κεφάλαια ΚΓ΄ έως ΚΕ΄: Πνευματική νηφαλιότητα και η δόξα του Θεού

Προειδοποιήσεις κατά της μέθης και των ψευδών διδασκαλιών, η πνευματική οικοδόμηση της Εκκλησίας και η αναζήτηση της κρυμμένης θείας γνώσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 9

ΚΕΦΑΛ. ΚΓʹ. Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυνάστου, νοητῶς νόει τὰ παρατιθέμενά σοι. [Cod. f. 96 a.] Ὁ Χριστός ἐστιν ὄντως δυνάστης· αὐτοῦ δὲ τράπεζα καὶ ἐδέσματα, τὰ ῥήματα τῆς διδασκαλίας αὐτοῦ, καὶ τὰ αἰώνια ἀγαθὰ, ἃ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκάθισε δὲ δειπνεῖν πᾶς Χριστιανὸς ἐπὶ τῆς τραπέζης αὐτοῦ· ὁ οὖν νοητῶς νοῶν, ἅπερ ὁ Ἰησοῦς ἔργοις καὶ λόγοις ἐδίδαξεν, ἐπιβάλλει τὴν χεῖρα αὐτοῦ, τουτέστιν ἄρχεται ἔργοις δεικνύειν ὅτι μιμητής ἐστι τοῦ Χριστοῦ, γινόμενος ταπεινὸς, καὶ πρᾶος, καὶ ἀγαπῶν πάντας, καὶ ὑπομένων θλίψεις.

Ὁ δὲ μὴ ποιῶν ταῦτα, ἀλλὰ πρὸς τὰ τοῦ βίου τερπνὰ κεχηνὼς, μὴ ἐπιθυμείτω τῶν αἰωνίων ἀγαθῶν· οὐ γὰρ ἐπιτεύξεται αὐτῶν. Ταῦτα γὰρ τὰ τοῦ αἰῶνος τερπνὰ, ἔχεται ψευδοῦς ζωῆς· ἣν οἱ ἀγαπῶντες, τῶν αἰωνίων ἀγαθῶν οὐκ ἀπολαύσουσιν.

Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ. [Cod. f. 97 a.] Τοῦτό φησιν, ὅτι Οὐχ ἡδέως ἐσθίει τοῖς σοῖς βασκαίνων· ἢ ὅτι Οὐχ ἕξει χάριν τοῖς σιτίοις σου, ἀλλὰ καὶ ἀχαριστήσει· ἢ ὅτι Οὐ πρότερον ἀποστήσεται, ἕως ἂν αὐτὰ ἐμέσῃ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα. Τουτέστιν ὥσπερ ὁ ἐμῶν, ἢ ὁ καταπίνων τρίχα, οὕτως οὐδὲ αὐτὸς ἐκεῖνος αἰσθήσεται τούτων. Καὶ ἐν διατρίψει λόγων τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη. [Cod. f. 97 b.] Ὅταν γὰρ συνετὴ ἡ διάλεξις ᾖ, πολλὴν αὐτὴν ἀνάγκη γενέσθαι καὶ μακρὰν, ἅτε κόρον οὐκ ἔχουσαν. Πίθος γὰρ τετρημένος ἐστὶν ἀλλότριος οἶκος. [Cod. f. 99 a.] Οὐ ῥᾴδιον ἀνιμήσασθαι πρὸς τοὺς βεβλημένους λοιπόν· ἀλλὰ βαλεῖν μέν ἐστιν εὐχερὲς, ἐκβαλεῖν δὲ οὐκέτι.

Καὶ ὁ πίνων δὲ ἐκ τῶν ἑτεροδόξων ὑδάτων, πνίγεται· στενὰ γὰρ ὄντα φρέατα, δι᾽ ἀπάτης καὶ ψεύδους ἑαυτοὺς ἀποπνίγουσιν. Μὴ μεθύσκετε ἐν οἴνοις, κ. τ. λ. [Cod. f. 99 b.] Ἐν οἴνῳ δὲ τῷ τε αἰσθητῷ μὴ μεθύσκεσθε, καὶ τῷ ἀπὸ τῆς Σοδομίτιδος ἀμπέλου. Προσέχετε μὴ πείσεσθε τὰ τῶν Σοδόμων· ἀλλὰ ὁμιλεῖτε τοῖς νῦν οὖσι δικαίοις, ἢ τοῖς τῶν παλαιῶν λόγοις· καὶ ἐντυγχάνετε ταῖς Γραφαῖς ταῖς ἐχούσαις τοὺς τῶν δικαίων βίους. Τὸ δὲ ἐν περιπάτοις ὁμιλεῖτε, τουτέστι δεῖν τὰς αὐτὰς ἐννοίας ἀνακυκλοῦν τε καὶ ἐπὶ τὴν τούτων αὐτῶν ἐξέτασιν ἐπιστρέφειν καὶ βαδίζειν, εἰ οἷόν τέ ἐστιν εἰπεῖν. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷ τοὺς ὀφθαλμούς σου. [Cod. f. 99 b.] Φιάλας κατὰ διάνοιαν καὶ ποτήρια τὰ δυσσεβῆ λέγει δόγματα, τὰ μεθύσκοντα τὸν νοῦν· ἢ τὰς διαφόρους ἐπιθυμίας· ἢ ἑτεροδόξους διδασκαλίας. Ὁ οὖν ψευδοδιδακτούμενος γυμνοῦται τῆς ἀληθείας· καὶ τελευταῖον τεθνήξεται τὸν τῆς ψυχῆς θάνατον.

Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά. [Cod. f. 100 a.] Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ πάσης πονηρᾶς ἐπιθυμίας. Ὅταν γὰρ νοῦς πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία, ὃ λέγει στόμα, μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λογισμῶν πνιγόμενος. Καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδωνι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος, πρὸς τὴν πονηρὰν πρᾶξιν ἀγωνιᾷ. Ἐρεῖς δέ· Τύπτουσί με, καὶ οὐκ ἐπόνεσα. Ὁρᾷς τὸν χειμῶνα ἠρμένον; Οὐδὲν γὰρ γινόμενον πλέον ὁ τοιαῦτα ἐγκαλῶν ζητεῖ. Πότε ὄρθρος ἔσται, ὁρᾷς εὐθέως ἐκ προοιμίων τῆς ἡμέρας αὐτὸν ἐπιγινόμενον πρὸς πότον.

Καὶ τὸν καιρὸν τῆς τῶν ἀναγκαίων ἐργασίας, ὃν πάντες ποιοῦνται προοίμιον σπουδῆς, τοῦτον οὗτος ἔχει τῶν ἐπιθυμιῶν· οὐκ ἄρα μέθη καὶ τριβὴ πενίας ποιητικὸν μόνον, ἀλλὰ καὶ τοῦ νοσήματι περιβάλλειν χαλεπῷ καὶ ἀνιάτῳ, καὶ οὐκ ἔχοντι διόρθωσιν. Καὶ τὸ πρὸς πληγὰς καὶ πρὸς γέλωτα ἀνέκδοτον εἶναι ὅσον κακόν.

Καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, κ. τ. λ. [Ibid.] Τουτέστιν ὅτε τὰ σὰ ἁλωθῇ ἀμηχανίᾳ λοιπὸν, καὶ οὐδεμία διόρθωσις. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς τέχνης, τοῦ χειμῶνος ἐπικρατοῦντος;

ΚΕΦΑΛ. ΚΔʹ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, κ. τ. λ. [Cod. f. 100 b.] Σοφίαν καὶ σύνεσιν καὶ αἴσθησιν, τὸν Χριστὸν ὀνομάζει· οἶκον δὲ τὴν ἑαυτοῦ Ἐκκλησίαν ἣν ᾠκοδόμησε, καὶ τὰ ταμιεῖα αὐτῆς ἐνέπλησε παντὸς πλούτου τιμίου καὶ καλοῦ. Ταμιεῖα δέ εἰσιν αἱ καρδίαι τῶν πιστευσάντων εἰς Χριστὸν, καὶ κατὰ μίμησιν αὐτοῦ πολιτευομένων, καὶ πληρωθεῖσαι ἐννοιῶν καὶ λόγων καὶ ἔργων. Δι᾽ αὐτῶν γὰρ ἀξιοῦνται τῶν αἰωνίων ἀγαθῶν. Κρείσσων σοφὸς ἰσχυροῦ· καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. [Cod. f. 101 a.] Οὐ γὰρ ἁπλῶς, ἀλλὰ μεγάλου. Ὅσα γὰρ ἡ γῆ τούτῳ κατ᾽ ἔτος ἐκφέρει, τοσαῦτα [ἡ φρόνησις] ἐκείνῳ· ἢ καὶ πολλῷ βελτίων φρόνησις· τὸ μὲν γὰρ γεώργιον ὑπόκειται ἀνωμαλίᾳ ἀέρος. Μετὰ κυβερνήσεως γίνεται πόλεμος. [Cod. f. 191 b.] Πρᾶγμα αὐτῆς γέμον ταραχῆς, πρᾶγμα πολυχειρίας δεόμενον.

Ἢ τοῦτο φησὶν, ὅτι οὐχ ἁπλῶς δεῖ πολέμοις ἐπιτρέχειν. Ὅρα γὰρ, ὅταν ἑλέσθαι δέῃ, φησὶν, οὐχὶ ἡ σοφία εἰς μέσον παράγεται; Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ. [Cod. f. 103 a.] Εἰ γὰρ ἐπιχαίρεις ὡς ἀμύνης τυχὼν, ὁ Δεσπότης μέχρι τούτου στήσεται διὰ φιλανθρωπίαν· καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτό. Ἢ καὶ ἐλεεῖ μὲν τὸν πεσόντα, ὀργίζεται δὲ τῷ ἐπαρθέντι.

Πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυμένῃ ψυχῇ, ὅμοιος τῷ διαβόλῳ τῷ μηδένα σωθῆναι θέλοντι. Σημειωτέον δὲ ὅτι ἐνταῦθα ἄνθρωπον εἴρηκε τὸν ἐχθρὸν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἐν τοῖς Εὐαγγελίοις προσταττόμεθα καὶ τοῦτον ἀγαπᾷν. Εἰ γὰρ καλόν σοι τὸ ἀγωνίζεσθαι, εὔχου διαμένειν τὸν ἀντίπαλον μᾶλλον.

Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα. [Cod. f. 103 b.] Ἀληθῶς βασιλέα Χριστὸν τὸν Θεόν. Ἢ βασιλέα, τὸν πρὸ τῶν βασιλευομένων ἑαυτοῦ βασιλεύοντα. Μήθ᾽ ἑτέρῳ αὐτῶν ἀπείθει. Ὁ γὰρ ὑπὸ Θεοῦ χειροτονουμένῳ βασιλεῖ ἀπειθῶν, τὸν Θεὸν ἀτιμάζει· ἐξαίφνης γὰρ τίσονται τοὺς ἀσεβεῖς· ἐπεὶ μηδεὶς οἶδε τὴν ὥραν ἐκείνην ἢ τὴν ἡμέραν. Πολλάκις δὲ καὶ ἔτι ζώντων ἀδοκήτως ἡ ἐκδίκησις γίνεται.

Τὸ γὰρ εὔλογον καὶ αἴτιον τῆς ἐπιφορᾶς τῶν τιμωριῶν, εἰδέναι μόνου ἐστὶ τοῦ κρίνοντος, καὶ εἴ τις ἐκείνου φίλος. Ἐκτὸς τοῦ Κυρίου καὶ τοῦ βασιλέως, μὴ φίλους ἔχε· οἱ γὰρ μὴ τούτων φίλοι, ἐχθροὶ αὐτῶν εἰσί· τοὺς δὲ αὐτῶν μὴ φίλους, μὴ ἔχε φίλους.

ΚΕΦΑΛ. ΚΕʹ. Δόξα Θεοῦ κρύπτει λόγον. [Cod. f. 119 a.] Ὁ τὴν τοῦ Θεοῦ δόξαν, ἢ τὴν τοῦ Θεοῦ βασιλείαν κρύπτων, ἢ ὁ βουλόμενος τὸν Θεὸν δοξάζειν, ἢ βασιλέα, ὑπακούειν ὀφείλει. Κρύπτειν δὲ τὸ φυλάττειν ἐστί. Χάρις καὶ φιλία ἐλευθεροῖ. Ὁ κεχαριτωμένος ἄνθρωπος, φίλτατος, ἃ δύναται ἐλευθερῶσαι αὐτοῦ τὸ φρόνημα. Ἐσθίειν μέλι πολὺ, οὐ καλόν. Καὶ ἀνωτέρω μέλι, ἡ ἀλληγορία εἴρηται.

Πολὺ οὖν εἶναι περὶ τούτων ὄντων θεωρίαν ἀσύμφορον. Μὴ σοφίζου γὰρ πολλὰ, μήποτε ἐκπλαγῇς· ἀλλαχοῦ, Ἡ γνῶσις φυσιοῖ. Συμμέτρως δεῖ τοίνυν τούτοις προσιέναι, καὶ τιμᾷν τοὺς ἐνδόξους λόγους τοῦ Κυρίου, οἳ εἰσὶν ἀργύριον καὶ χρυσίον, καὶ γλυκύτεροι ὑπὲρ μέλι καὶ κηρίον.