ΚΕΦΑΛ. Ηʹ. Υἱὲ, σὺ τὴν σοφίαν κήρυξον, κ. τ. λ. [Cod. f. 38 a.] Ἐπιθύμησον, φησὶ τὴν σοφίαν, καὶ ἡ ἕξις τῶν φρενῶν ὑπακούσεταί σου· τὸ δὲ Ἐπ᾽ ἄκρων, ἢ ὅτι φανερά ἐστιν, ἃ λέγει, ἢ ὅτι ὑψηλοὺς ποιεῖ· καὶ ὁ τέλειος εἰδὼς, ὅτι πάντα ἡ σοφία ἐποίησεν, ὁρᾷ καὶ ὕψος αὐτῆς, καὶ τὴν ἐπὶ τῶν τρίβων ταπείνωσιν ἢ ἐπίβασιν· ὁ δὲ ἀρτίφυτος μόνον τὸ ὕψος εἰδὼς, προσκαλέσασθαι αὐτὸν ὀφείλει ἵνα ἴδῃ αὐτήν· ὥστε ῥᾳδίως ἐπακοῦσαι τῆς φωνῆς· Μόνον βάδισον ἐπ᾽ αὐτήν· τὸ παρὰ πύλαις δὲ δυναστῶν, ἢ ὅτι δυνάστας ποιεῖ, ἢ ὅτι ἐκεῖνοι μάλιστα αὐτῆς χρείαν ἔχουσιν· ἢ ὅτι τοῖς εἰσαγωγικοῖς παρεδρεύει τῶν διδασκάλων λόγοις· ἐν γὰρ τοῖς προθύροις αὐτῆς τις γενόμενος, ὑμνουμένης ἀκούει· λέγεται δὲ ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας, καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. Εἶτα εἰσάγει αὐτὴν διαλεγομένην, ὅπερ ἱκανὸν ἐπισπάσασθαι· Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ· καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Εἰ καὶ ὑμῶν ἐστι τὸ κέρδος, φησὶν, ἀλλ᾽ ἐγὼ παρακαλῶ· ταὐτὸν δὲ ἄνθρωπος, καὶ υἱοὶ ἀνθρώπων· ἢ ἄνθρωποι μὲν, οἱ τέλειοι παρακλήσεως ἀξιούμενοι· υἱοὶ δὲ ἀνθρώπων, οἱ καταδεέστεροι, οἱ τέως φωνῆς ἀξιούμενοι.