Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Παροιμίας (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στα κεφάλαια Α΄ έως Ζ΄: Η αρχή της σοφίας και η αποφυγή της αμαρτίας

Ερμηνευτικά σχόλια στα πρώτα επτά κεφάλαια των Παροιμιών, με έμφαση στην απόκτηση της θείας σοφίας, την υπακοή στις θείες εντολές και την προφύλαξη από την απάτη της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 9

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΞΗΓΗΣΕΩΣ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ ΣΟΛΟΜΩΝΟΣ ΤΑ ΣΩΖΟΜΕΝΑ. ΚΕΦΑΛ. Α. Γνῶναι σοφίαν καὶ παιδείαν. [cod. f. 1 b.] Τὴν σοφίαν τοῦ Θεοῦ λαμβάνει παρ᾽ αὐτοῦ καὶ παιδείαν, ἐκμανθάνων δι᾽ αὐτῆς τὰ τοῦ λόγου μυστήρια· καὶ οἱ ἐπιγνόντες τὴν ἀληθῆ καὶ ἐπουράνιον σοφίαν, εὐκόλως νοήσουσι τοὺς σοφοὺς παρ᾽ αὐτῆς λελαλημένους λόγους· ἔστι δέ τις καὶ ἀνθρωπίνη σοφία, ἐμπειρία τις οὖσα περὶ τέχνας καὶ τοῦ βίου τὰ χρήσιμα.

Δέξασθαι στροφὰς λόγων. [cod. f. 2 b.] Τὰ γὰρ ἀντιστρόφως ἐν παραβολαῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος λελαλημένα, ταῦτα τοῖς πιστὴν καρδίαν ἔχουσι πρὸς Θεὸν, εὔγνωστα γίνεται· νοοῦσι γὰρ τὴν ἀληθῆ δικαιοσύνην διὰ Χριστοῦ καταγγελλομένην.

Καὶ κρῖμα κατευθύνειν. [cod. f. 3 a.] Κατευθύνει δέ τις κρῖμα, καὶ θείας χάριτος πρό γε τῶν ἄλλων τυχών· παρὰ Θεοῦ γὰρ εὐθύνεται τὰ διαβήματα ἀνδρί· ἐπεὶ θνητὸς, πῶς ἂν νοήσῃ τὰς ἑαυτοῦ ὁδούς; Ἵνα δῷ ἀκάκοις πανουργίαν. [cod. f. 4 a.] Τί λέγεις; πανοῦργον βούλει ποιῆσαι τὸν ἄκακον; ἀλλ᾽ ἴδωμεν τίνα λέγει ἄκακον· τὸν ἁπλοῦν, τὸν ἀπόνηρον, τὸν μήπω τοῦ κακοῦ πεῖραν ἔχοντα· ἐκείνῳ γὰρ ἁρμόζει μάλιστα εἶναι σοφῷ καὶ γὰρ πανουργίαν τὴν σύνεσιν λέγει· ἀπαναστήσεται γὰρ οὗτος ἀπὸ λογισμῶν ἀσυνέτων· ἢ ἐπεὶ ὁ ἄπειρος κακοηθείας, ταῖς πανουργίαις ὑποπίπτει τῶν κακοήθων ἐξ ἁπλότητος, δεῖ φυλαττομένους τὴν τῶν πονηρῶν πανουργίαν, γίνεσθαι καθ᾽ ἑαυτοὺς μὲν ἀκεραίους, πρὸς δὲ τοὺς ἐπιβουλεύοντας φρονίμους ὡς οἱ ὄφεις· Τῇ γὰρ κακίᾳ, φησὶ, νηπιάζετε, ταῖς δὲ φρεσὶ γίνεσθε τέλειοι· ἀκάκοις, τοῖς ἁπλῇ καὶ ἀκάκῳ καρδίᾳ προσερχομένοις Θεῷ.

Παιδὶ νέῳ αἴσθησιν καὶ ἔννοιαν. [cod. f. 4 b.] Οἵτινες νεάσαντες ὡς παιδία νήπια, καὶ ἀναγεννήσεως διὰ Χριστὸν τυχόντες, λαμβάνουσιν αἴσθησιν καὶ ἔννοιαν ἀγαθὴν, καθὼς Κύριος λέγει· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε, καὶ τὰ ἑξῆς.

Τῶνδε γὰρ ἀκούσας σοφὸς, σοφώτερος ἔσται. [ibidem.] Τῶν γὰρ θείων λόγων κατακούων πᾶς ἄνθρωπος, καὶ ποιῶν αὐτοὺς, σοφὸς ὑπάρχων, σοφώτερος γίνεται, κυβερνώμενος καὶ φρουρούμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος· ὁ γὰρ νοήμων, φησὶ, κυβέρνησιν κτήσεται, ὥστε δηλονότι μηδενὶ τῶν ἀδοκήτων καταποντίζεσθαι· καὶ κυβερνήτης γὰρ προσλαβὼν τέχνην, ἐπιτηδειότερος ἔσται πρὸς τὴν κυβέρνησιν· ὁ οὖν γενόμενος νοήμων, φησὶ, τὸ λεῖπον προσθήσει κατά τε πρᾶξιν καὶ θεωρίαν, ὥστε τὸν περὶ ταῦτα πλοῦν κατευθῦναι· ὁ γὰρ ἐπιστημόνως πλέων, ἐπὶ τὸν λιμένα φθάσει τοῦ θείου θελήματος, ἐν μηδενὶ ναυαγήσας τῶν ἀρετῶν· ὁ δὲ μὴ τοιοῦτος, ἢ περὶ τὴν πίστιν ναυαγήσει, ἢ περὶ τὴν ἐλπίδα, ἢ περὶ τὴν ἀγάπην, ἤ τινα τῶν ἀρετῶν· ὁ δὲ περὶ ταῦτα ναυαγήσας, εἰκότως ἂν λέγοι· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με· καὶ δεῖ λέγειν ἀεί· Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Κυβέρνησις ἐστὶν, ἡ πάντως ἐπιστήμη ψυχῆς περὶ τὴν ἄστατον φύσιν τῶν ἀνθρωπίνων πραγμάτων, ὅπως αὐτὴν διαπεραιοῦσθαι προσήκει· πολλαχοῦ γὰρ ὕδατα καὶ θαλάσσας τὸν βίον τοῦτον εὑρίσκομεν ὑπὸ τῆς Γραφῆς ὠνομασμένον.

Νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον. [cod. f. 5 a.] Πνευματικὸς πνευματικοῖς συγκρίνεται· ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, μὴ γινώσκων ὅτι πνευματικῶς ἀνακρίνεται· ὅσα γὰρ διὰ παραβολῆς καὶ σκοτεινῶς τὸ ἅγιον Πνεῦμα διὰ τῶν προφητῶν ἐλάλησε, ταῦτα τοῖς μετόχοις καὶ κοινωνοῖς τοῦ ἁγίου Πνεύματος ὑπάρχουσιν, εὔγνωστα γίνεται ὑπ᾽ αὐτοῦ τοῦ Πνεύματος ἐκδιδασκόμενα· ἀσφράγιστος γὰρ ἀκυβέρνητος, τὰς θείας Γραφὰς ἐπιγνῶναι οὐ δύναται.

Εὐσέβεια εἰς Θεὸν, ἀρχὴ αἰσθήσεως. [cod. f. 6 a.] Ἡ πρὸς Θεὸν εὐσέβεια, ἀρχή ἐστι, καὶ οἷον πηγὴ καὶ αἰτία τῆς θείας αἰσθήσεως τῆς κατὰ τὸν ἔσω ἄνθρωπον, δι᾽ ἧς ὁρῶμεν τὸ φῶς τὸ ἀληθινὸν, καὶ τῶν κεκρυμμένων λογίων ἀκούομεν, καὶ τρεφόμεθα τὸν ἄρτον τῆς ζωῆς, ἀντιλαμβανόμεθά τε τῆς εὐωδίας τοῦ Χριστοῦ, καὶ ἁπτόμεθα τοῦ λόγου τῆς ζωῆς ταύτης ἢ ὅτι τῆς εὐσεβείας προσούσης ἡμῖν, καὶ αἱ σωματικαὶ αἰσθήσεις ἐνεργοῦσι τὸ δέον· καὶ τότε σύνεισιν ἡμῖν, ὅταν μὴ πονηρὰ ὁ ὀφθαλμὸς ὁρᾷ, ἢ τὸ στόμα φθέγγεται.

Ἄκουε, υἱὲ, νόμους πατρός σου, κ. τ. λ. [cod. f. 6. a.] Τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων· θεσμοὺς μητρὸς, τῆς σε ἀναγεννησάσης σοφίας, ἥτις ὡς μήτηρ καὶ τιθηνὸς ἡμῶν γίνεται, γαλουχοῦσα ἡμᾶς καὶ ἀνατρέφουσα ἐν τοῖς λόγοις καὶ ἐντολαῖς τοῦ Θεοῦ.

Στέφανον γὰρ χαρίτων δέξῃ. [ibid.] Ἐὰν γὰρ τηρήσῃς ἐν καρδίᾳ πιστῇ τὸν νόμον τοῦ πατρός σου, καὶ φυλάξῃς τὰς ἐντολὰς τῆς μητρός σου, στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσειόν ποτε ἐν τῇ ἀναστάσει τῶν δικαίων, ἐν τῇ ἐπουρανίῳ καὶ ἀφθάρτῳ βασιλείᾳ δοξαζόμενος καὶ στεφανούμενος ὑπὸ Χριστοῦ, ἐὰν ἀξίως τοῦ στεφάνου ἀγωνίσῃ· οὐδεὶς γὰρ ἀθλητὴς στεφανοῦται, ἐὰν μὴ ἐγκρατῶς καὶ νομίμως ἀθλήσῃ.

Μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς. [cod. f. 7. a.] Τὰ συμβάντα ἐπὶ τοῦ Χριστοῦ μυστήρια διὰ Ἰουδαίων φησὶ, καὶ πῶς κοινὸν βαλάντιον Ἰούδας τοῖς Ἰουδαίοις ἐκτήσατο λακήσας μέσον. Τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλάβωμεν, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων. [cod. f. 8. a.] Κτῆσις δικαίου, σοφία καὶ φρόνησις, ἣν καταλαμβάνονται ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων, ἵν᾽ ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς τυφλωθεὶς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων· φήσαιεν ἂν τοῦτο καὶ οἱ εἰπόντες· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν αὐτοῦ τὴν κληρονομίαν· σκυλεύουσι δὲ οἱ δαίμονες οὓς νικῶσι, λαμβάνοντες ἀπ᾽ αὐτῶν τὴν θείαν πανοπλίαν, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θώρακα, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ· οἶκοι δὲ αὐτῶν εἶεν ἂν αἱ τῶν πονηρευομένων ἐκκλησίαι, ἃς ἐμπλῆσαι βούλονται σκύλων.

Μὴ πορευθῇς ἐν ὁδῷ μετ᾽ αὐτῶν. [cod. f. 8. b.] Οὐκ εἶπε, Μὴ πράξῃς, ἀλλὰ μηδὲ πορευθῇς· ἐὰν δὲ καὶ ὁρμήσῃς, ἔκκλινον εὐθέως· εἰς γὰρ φόνον τρέχουσιν· εἰ δὲ ἁλῷς τῇ παγίδι, καί τοι τὸ πρᾶγμα οὐκ ἀνάγκης ἦν, ἀλλὰ θελήσεως, θησαυρίζεις σεαυτῷ ἀπώλειαν, τῇ τοῦ πλείονος ἐπιθυμίᾳ, τὸν κεκρυμμένον ὄλεθρον τῇ παγίδι μὴ ἐνιδών· πέπονθεν οὖν ταυτὸν, φησὶ, τοῖς ὀρνέοις δικαίως, ἃ πτερὰ ἔχοντα καὶ δυνάμενα ἵπτασθαι, περὶ γῆν στρέφονται· καὶ σὺ λογισμὸν ἔχων, καὶ δυνάμενος ὑψηλὸς εἶναι, εἰ μὴ βουληθῇς, οὐκ ἀδίκως ἀπολῇ· ἢ δίκτυον λέγει τὸ πολυσχιδὲς τῶν τιμωριῶν, ᾧ ὑποβάλλονται οἱ ἄδικοι.

Ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν. [cod. f. 9. b.] Καὶ εἰ μὴ κατήγορον ἔχει, εὐσέβεια ἡ εἰς Θεὸν, ἀρχὴ αἰσθήσεως. Ὅταν ἐπικαλέσησθέ με, κ. τ. λ. [cod. f. 10. a.] Τοῖς ἀπίστοις καὶ ἀπειθοῦσι τῷ ὀνόματι αὐτοῦ ἠπείλησεν· οὕτω καὶ Δαβίδ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς· ἔσται γὰρ ὅταν ἐπικαλέσησθε, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Καὶ διὰ Ἡσαΐου· Ἐὰν ἐκτείνητε τὰς χεῖρας πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἐφ᾽ ὑμῶν.

Ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς. [cod. f. 11. a.] Ἐξ ἑαυτῶν ἕξουσι τὰς τιμὰς, καὶ τοὺς τῶν καρπῶν αὐτῶν πόνους φάγονται· μὴ γὰρ παρ᾽ ἐμοῦ αὐτοῖς τὸ δεινόν; αὐτοὶ ἑαυτοῖς αἴτιοι· κόρον λήψονται, φησὶ, τῆς ἑαυτῶν ἐπιθυμίας.

ΚΕΦΑΛ. Βʹ. Υἱὲ, μή σε καταλάβῃ βουλὴ κακή. —Καὶ διαθήκην θείαν ἐπιλελησμένη. [cod. f. 13. b.] Βουλὴν κακὴν τὸν διάβολον λέγει, ἥτις βουλὴ, τὸν Ἀδὰμ καταλαβοῦσα, ἀπέλιπεν αὐτὸν τῆς νέας καὶ οὐ παλαιουμένης μαθήσεως τοῦ Θεοῦ.

Διαθήκην δὲ θείαν ἐπιλελησμένην λέγει ἣν Ἀδὰμ καὶ Νῶε, Ἀβραὰμ καὶ Μωϋσεῖ ἐν Εὐαγγελίοις Χριστὸς ἐπηγγείλατο τοῖς ὅσοι νικῶσι τὸν διάβολον ἀποδώσειν, ἣν καὶ ἄγγελοι ἐπιθυμοῦσιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅταν ἔλθῃ.

ΚΕΦΑΛ. Γʹ. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακὰ, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. [cod. f. 19. b.] Τὸν θαῤῥήσαντα εἰς σὲ μὴ προδῷς τοῦτο γὰρ θηριωδίας. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην. [cod. f. 20. a.] Μὴ γίνου ἐχθρὸς εἰκῆ· ἆρα ἔστιν εἰκῆ; ἔστι γὰρ δι᾽ εὐσέβειαν. Διὸ καὶ Παῦλός φησιν· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες;

ΚΕΦΑΛ. Δʹ. Οἳ ἐδίδασκόν με. [cod. f. 21. a.] Ὁρᾷς ὡς οὐκ ἀπηξίου παρὰ τῆς μητρὸς ἀκοῦσαι τὰ πρακτέα; οὐ γὰρ ἔστιν, οὐκ ἔστιν εἰς τὰ πρακτέα πονηρόν τι παρὰ τῶν γονέων ἀκοῦσαι, πλὴν εἰ μή τινες εἶεν διάστροφοι. Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν. Οὐδὲν γὰρ ὄφελος τοῦ διδασκάλου, ὅταν ὁ διδασκόμενος μὴ προσέχῃ· καὶ καλῶς εἶπεν Ἐρειδέτω. Ἀναπαυέσθω, φησὶ, δεθήτω, μὴ ἀποχωρείτω, μηδὲ ἀποπηδάτω· ἢ ἐρεισθήτω, ἔρεισμα αὐτὸν ἀπόδειξον τῆς ψυχῆς.

Ἐράσθητι αὐτῆς. [cod. f. 21 a.] Ἐπειδὴ καὶ οἱ ἔρωτες λύονται, ἀθάνατα, φησὶν, αὐτῆς ἐράσθητι, ἵνα ἀπήμονά σε τηρῇ· οὐ γὰρ ἔστι χωρὶς ἐπιθυμίας θερμῆς γενναῖόν τι κατορθῶσαι. Λέξαι ἐμοὺς λόγους. —Ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου. [cod. f. 21 b.] Ἀνόνητον γὰρ τὸ ἀκούειν μὴ δεχθέντος λόγου· ὁδοὶ δὲ πολλαὶ αἱ ἀρεταὶ, αἳ εἰς μίαν ἄγουσιν ὁδὸν τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός· ἢ ὡς ἂν εἴποι τις, Πάντα σοι ῥᾴδια ἔσται καὶ εὐχερῆ καὶ βατά· ἵνα ὅθεν ἂν θέλῃς, πορεύῃ, διὰ πλούτου, διὰ πενίας, διὰ δόξης καὶ ἀτιμίας· ὡς γὰρ εἴ τις ὢν ἀκατάπληκτος, ἢ πτερὰ λάβοι παρὰ τῆς φύσεως, οὐδεμίαν ὑποπτεύσει ὁδὸν, κἂν τραχεῖα, κἂν ἔρημος, κἂν ἐφεδρεύῃ τις λῃστὴς, ἢ τοιχωρύχος, οὕτως ὁ τῷ πτερῷ τῆς σοφίας κουφισθεὶς εὐμαρῶς δυνήσεται πανταχοῦ περιελθεῖν.

Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεται τὰ διαβήματά σου. [cod. f. 22 a.] Ἐὰν τρέχῃς, φησὶν, τῆς ἀρετῆς ἐν ἕξει γενόμενος, συγκλεισμὸν οὐχ ὑπομενεῖς, κώλυμα οὐδὲν ἕξεις, ἤτοι πέρας τῆς πράξεως, ὅπερ οὐδὲ ἐπὶ σοφίᾳ ἐστὶ, τῷ νεάζειν, καὶ κόρον μὴ λαμβάνειν τῆς προκοπῆς· ἐν μὲν γὰρ ταῖς λεωφόροις συμβαίνει πολλάκις, πολὺ μέρος ἀπελθόντας, ἀπαντῆσαι φάραγγα, τὴν εἰς τὸ πρόσω πορείαν ἡμῖν ἀποτέμνουσαν· ἢ καὶ συναντῆσαί τινι, καὶ ἀναδιδαχθῆναι ὡς οὐ καλῶς ὁδεύομεν, εἶτα ὑποστρέψαι· ἐν δὲ τῇ ἀρετῇ κώλυμα οὐδέν· πῶς δὲ ἔστι μὴ κοπιάσαι τρέχοντας, οὕτω καματηρὸν σῶμα περικειμένους; ὅπου γε καὶ τὸ τῆς βαδίσεως σύντονον μόνον ἠπειγμένον αἴτιον γίνεται πόνου· ὁ οὖν τρέχων τὴν τῶν ἀρετῶν ὁδὸν, κόρον οὐ λαμβάνει διὰ τὸ ἀεὶ τῷ ποθουμένῳ ἐγγίζειν.

Ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί. [cod. f. 23 a.] Τὸ σκότος ἀεὶ πειρασμὸς καὶ κίνδυνός ἐστι. Ἀλλ᾽ ὅμως ἐν κινδύνοις οὐκ ἀφίσταται τὸ φῶς, ἕως ἂν λύσῃ τῶν πειρασμῶν τὴν νύκτα. Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. [cod. f. 23 b.] Ἀντὶ τοῦ πολλῇ ἀσφαλείᾳ καὶ προσοχῇ, ἢ ἀντὶ τοῦ ἐν παντὶ καιρῷ· κατὰ τὸ, Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς, ἀσφάλιζε τὴν διάνοιαν, ὥστε μὴ δοῦναι παρείσδυσιν τῷ ἐχθρῷ· ἢ ἀντὶ τοῦ, καὶ ἀπὸ πραγμάτων, καὶ ἀπὸ ῥημάτων, καὶ ἀπὸ διανοιῶν· οὐ γὰρ διὰ τῶν πράξεων μόνον οἶδεν ὑποσυλᾶν ὁ ἐχθρὸς, ἀλλὰ καὶ διὰ λόγων· ἐκ γὰρ τῆς τοιαύτης φυλακῆς προσγενήσεταί σοι ζωή.

Περίελε ἀπὸ σοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. [cod. f. 23 b.] Τοὺς διεστραμμένους λέγει λόγους, τοὺς μὴ εὐθεῖς, τοὺς μὴ ἀληθεῖς· ἄδικα δὲ χείλη τὰ καταλάλων, ἃ παραινεῖ μακρὰν ἀπώσασθαι, καὶ μηδ᾽ ὅλως προσέχειν λέγουσιν, ἀλλ᾽ ἀποφράττειν τὰ ὦτα. Καὶ γὰρ κἀκεῖνος μὴ ἔχων ἀκροατὴν, σιγήσει.

ΚΕΦΑΛ. Εʹ. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης. [cod. f. 24 b.] Τοῖς γὰρ κενοῖς καὶ ἀπατηλοῖς καὶ ματαίοις ῥήμασι μέλι ἐπαγγελλομένη, καὶ τῶν μικρῶν στερίσκειν πειρᾶται. Ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα. Ἥτις πρὸς ἡδονὰς καρδίας ὁμιλοῦσα, καὶ ἐπιθυμίᾳ σαρκὸς συγχωροῦσα, δοκεῖ πρὸς ὥραν γλυκαίνειν τὸν ἄνθρωπον.

Ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις. [cod. f. 25 a.] Γίνεται γὰρ τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων, εἰς κρίσιν ἐρχόμενα, ἥτις ἐστὶν ὡς μάχαιρα ὀξεῖα ἐξερευνῶσα καὶ τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ.

Τῆς γὰρ ἀφροσύνης οἱ πόδες, κ. τ. λ. [ibid.] Οἱ γὰρ ἄφρονες, καὶ τῇ πλάνῃ συντρέχοντες, καὶ συναιρόμενοι, συμποδιζόμενοι ὑπ᾽ αὐτῆς κατάγονται μετὰ θάνατον εἰς τὸν ᾅδην· ἣν ἀνωτέρω πόρνην εἶπε, νῦν ἀφροσύνην ἐκάλεσε. Ταύτην οὖν φησι ζῶντας εἰς τὸν ᾅδην κατάγειν τοὺς χρωμένους αὐτῇ δικαίους· τοὺς δὲ ἀδίκους, τεθνεῶτας· ᾗ, φησὶν, οἱ χρώμενοι, μετὰ θάνατον πρὸς τὸν ᾅδην κατάγονται· ᾅδης δὲ λέγεται παρὰ τὸ ἰδεῖν ἀηδῶς τὰ ἐκεῖσε ἅπαντα κολαστήρια, τοὺς καταβαίνοντας· τοὺς καὶ μετὰ θάνατον καταβαίνοντας εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυῒδ λέγων· Καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν.

Μακρὰν ποίησον ἀπ᾽ αὐτῆς σὴν ὁδόν. [cod. f. 15 b.] Μὴ συναναστρέφου τοῖς τῆς αἱρέσεως δόγμασιν, μηδὲ ἐγγίσῃς προθύροις, τουτέστι τῇ ποικιλίᾳ ὧν αὕτη περιεποιήσατο θεσμῶν. —Τὸ μὲν πηγὴν καλέσαι, τὴν ἀφθονίαν τοῦ πράγματος ἐνδείκνυται· τὸ δὲ αὐτῷ μόνῳ τὴν ἀπόλαυσιν ἐπιτρέψαι, τὴν ἡδονὴν ἐμφαίνει. —Ἀλλοτρίας ἀγκάλας φησὶ τοὺς πονηροὺς λογισμοὺς, ἐν οἷς οὐ δεῖ ἐγχρονίζειν ὡς συνέχοντας τὴν ψυχὴν, οὓς καὶ μὴ λανθάνειν τὸν καρδιογνώστην Θεόν.

Σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. [cod, f. 28 b.] Κἂν μὴ ὁρᾷ, φησὶν, ὁ Θεὸς, ἀλλ᾽ ἐνδιδούς σοι καιρὸν μετανοίας, οὐκ αὐτὸς τιμωρεῖται, ἀλλὰ σὺ σεαυτὸν ἐμβάλλεις εἰς τὰ τῆς ἁμαρτίας δίκτυα· σὺ σαυτῷ κατασκευάζεις τὰ δεσμά· μηδένα οὖν αἰτιῶ, μὴ Θεὸν, μὴ ἄνθρωπον· παρ᾽ ἡμῖν τὰ κακά. Καλῶς εἶπεν ἀγρεύουσι, διὰ τὸ μὴ παρὰ πάντοτε τῶν ἁμαρτιῶν τὰς τιμωρίας ἐπάγεσθαι· οὐ πᾶσα δὲ ἁμαρτία σειρὰ λέγεται, ἀλλ᾽ ἡ πλεκομένη μετὰ πράξεως ψεκτῆς καὶ γνώμης ἐπιλήπτου· ὁ γὰρ ἐπιθυμίαν τινὰ σχὼν, μὴ συζεύξας δὲ αὐτῇ τὴν ἐργασίαν τῆς ἁμαρτίας, ἁπλοῦν πάθος κέκτηται. Μὴ λάθῃς οὖν, φησὶ, σχοινοπλοκῶν κατὰ σαυτοῦ τῇ συνηθείᾳ τῆς ἁμαρτίας, καὶ ὡς θήραμα πρὸς τὴν ταύτης πρᾶξιν ἀγόμενος. Μηδένα οὖν αἰτιώμεθα παρ᾽ ἡμῶν τὰ κακά· τούτοις αἰσχυνέσθωσαν καὶ Μανιχαῖοι· καὶ οὐχ ἁπλῶς δεσμεύονται, ἀλλὰ σφίγγονται, καὶ πρὶν ἢ προσαχθῆναι τῷ δικάζοντι, τιμωρίαν ἔδωκεν ἀπὸ τῆς συνειδήσεως.

Οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων· ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ πιότητος ἐξεῤῥίφη. [cod. f. 28 b.] Ἀγρευθεὶς γὰρ παρανομίᾳ, καὶ γεγονὼς ἀπαίδευτος, ταυτὰ ἐκείνοις πείσεται· καὶ ὁ μετὰ φονέων γὰρ ἔχων τὴν μερίδα, φονεύς. Ὅρα δὲ πῶς πικρὸν φανῆναι ποιεῖ τὸν θάνατον, εἰπὼν μετὰ τίνων ἀπόλλυται· φρικτὸν γὰρ καὶ τὸ μετὰ πονηρᾶς δόξης ἀπελθεῖν· ἐπλήθυνε γὰρ αὐτὰς, φησὶν, ἡ παρανομία, ἢν πιότητα εἶπεν· ἀφ᾽ ἧς καὶ γέγονε σὰρξ, ἐκ τῶν τῆς σαρκὸς ἔργων, καὶ ἔξω τῆς ζωῆς ἐν ᾗ διεσώζετο.

Καὶ ἀπώλετο δι᾽ ἀφροσύνην, οὐ δι᾽ ἐπιθυμίαν· εἶχε γὰρ τῆς ἐπιθυμίας ἀπόλαυσιν νόμιμον τὴν ἰδίαν γυναῖκα· ὥστε μηδεὶς αἰτιάσθω τὴν φύσιν, ἀλλὰ τὴν ἀμετρίαν τὴν οἰκείαν· τοῦτο δὲ οὐ τῆς φύσεως.

ΚΕΦΑΛ. ϛʹ. Ἴσθι μὴ ἐκλυόμενος. [cod. f. 29 a.] Ἔσο μὴ ἀναπίπτων, μηδὲ τοὺς τόνους τῆς καρτερίας ὑπεκλύων· ἀλλὰ τὸ παρὰ σοῦ τῷ Θεῷ ἐγγυηθὲν σῶμα διεγείρων, καὶ ὑποπιέζων πρὸς ἀπόδοσιν τῶν αὐτῷ παρατιθέντων ἐντολῶν.

Ἴθι πρὸς μύρμηκα, ὦ ὀκνηρέ. [cod. f. 29 b.] Πολλὴ κατηγορία, ἄνθρωπον ὄντα πρὸς τὸ ἄλογον πορεύεσθαι ζῶον παιδευθησόμενον ἀρετήν· εἶχε μὲν γὰρ καὶ μεῖζον ζῶον εἰπεῖν, ἀλλὰ τῇ εὐτελείᾳ τοῦ παραδείγματος, καταισχῦναι βούλεται τὸν ἀργοῦντα· ὅρα δὲ κατὰ τί ζηλῶσαι κελεύει· κατὰ τὸν πόνον, κατὰ τὸν ἱδρῶτα· κέχρησο πόνοις δικαίοις.

Καλῶς δὲ εἶπεν, μηδὲ τὸν ἀναγκάζοντα ἔχων· παρούσης γὰρ αὐτῷ θέρους δαψιλοῦς τραπέζης, ὅτε οὐκ ἔστι λιμὸν ὑποπτεῦσαι· ἀλλ᾽ οὐ πρὸς τὸ παρὸν ὁρᾷ, ἀλλὰ τοῦ μέλλοντος φροντίζει· καὶ οὐ ποιεῖ αὐτὸν ῥᾳθυμότερον ἡ παροῦσα εὐδαιμονία, ὥσπερ ἡμεῖς πολλάκις ἐν εὐθηνίᾳ διάγοντες οὐ λαμβάνομεν αἴσθησιν τῶν μελλόντων δεινῶν. Ὅρα οὖν καὶ σὺ, μή ποτέ σοι τῆς συλλογῆς ἐν τῷ παρόντι ἀφορισθείσης, περιστῇ ὁ χειμὼν, ὁ πικρὸς συγκλεισμὸς, καὶ τὸ τῶν παρθένων πάθῃς. —[cod. f. 30 a.] Πορεύθητι πρὸς τὸν μύρμηκα, τουτέστι πρὸς τὸ ἔθνος τὸ ἐξουδενωμένον ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἐλπίδα δὲ εἰς Χριστὸν κεκτημένον· καὶ μίμησαι τὴν καλὴν πολιτείαν αὐτοῦ, καὶ γενοῦ σοφώτερος. Ὁ γεωργίου μὴ ὑπάρχοντος, ἀντὶ τοῦ μηδεμίαν ἐλπίδα ἐν κόσμῳ κεκτημένος· μηδὲ ἀπατώμενος ὑπὸ θέας τῶν ἐν βίῳ πραττομένων ἀνομημάτων· μηδὲ βιαζόμενος ὑπό τινος, ἀλλ᾽ ἑκὼν καὶ προαιρέσεως καρδίας πιστεύων τῷ Θεῷ, ἑτοιμάζεται δι᾽ ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν.

Πορεύθητι πρὸς τὴν μέλισσαν. [cod. f. 30 b.] Πρόσδραμε τῇ ἐκκλησίᾳ, καὶ μάθε τὰ τοῦ φωτὸς ἔργα ἐν αὐτῇ γινόμενα, τήν τε ἐργασίαν αὐτῆς ὡς σεμνὴν ποιεῖται· τὴν δὲ πολιτείαν αὐτῆς, ὡς σώφρονα καὶ ἁγνὴν, ἐπιδεικνυμένη· ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται, ἧς τὰς ἐντολὰς πλούσιοι καὶ πένητες πρὸς σωτηρίαν ἑαυτῶν λαμβάνουσι, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, καίπερ οὖσα ἐν κόσμῳ εὐτελής· ἀλλ᾽ εἰς Χριστὸν πιστεύουσα προσήχθη· πάρεστι γὰρ αὐτῷ πλουσία καὶ πολυτελὴς τράπεζα, κατὰ τὸν καιρὸν ὃν ἀποτίθεται· ἀλλ᾽ οὐ πρὸς τὸ παρὸν ὁρᾷ, ἀλλὰ τοῦ μέλλοντος ποιεῖται πολλὴν τὴν πρόνοιαν· θέρους ἑτοιμάζεται τὴν τροφὴν, πολλὴν ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.

Ὅρα πῶς μέλλοντος φροντίζει τὸ ζῶον· καὶ σὺ τοίνυν ἀπολαύεις ἀσφαλείας κατὰ τὸν παρόντα βίον· ἀλλὰ περισκόπησον μήποτε τοῦ χειμῶνος ἐπιστάντος, κενή σοι καὶ ἔρημος τῆς τροφῆς οἰκία εὑρεθῇ. [cod. f. 31 a.] Ὅρα αὐτῆς τὸ δίκαιον· οὐχὶ τοῖς μὲν βασιλεῦσι χρησίμη, τοῖς δὲ ἰδιώταις ἄχρηστος· ἴσως καὶ τούτων κἀκείνων τὸ πλῆθος θεραπεύει αὐτῆς τὸ φάρμακον· τῇ φύσει κάμνει, οὐχὶ ταῖς τιμαῖς· τοιοῦτος ἔσο καὶ σὺ, μὴ τιμῶν πρόσωπον, ἀλλὰ πραγμάτων φύσιν· καί τοι τί καλὸν ἔχει ἐν τῷ σώματι; οὐδέν· ὥστε ἵνα μὴ ἔχῃ ὀκνηρὸς εἰς ἀσθένειαν καταφυγεῖν, παρέλαβε ζῶον πάντων ἀσθενέστερον, ἀναιρῶν αὐτοῦ τὴν ἀπολογίαν. —Ποθεινή τέ ἐστι, καὶ τοῖς οὐκ ἔχουσιν, οὐδὲ κεκτημένοις· καθ᾽ ἑκάστην ἡμέραν ἐν ἀγροῖς, ἐν πόλεσι, πάντας μυρία τοῦ γένους τούτου διερχομένους ἐγκώμια ἀκουσόμεθα.

Παραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. [cod. f. 31. b.] Οὐδὲν ἑκουσίου [num ἀκουσίου ?] πενίας χαλεπώτερον, ἣ τῷ ἀργῷ τάχιστα παραγίνεται, τοὺς ἀγαθοὺς περὶ τὸν δρόμον τῇ ταχύτητι νικῶσα· ταῦτα δέ ἐστι πενία καὶ ἔνδεια· ἡ πενία μὲν, στέρησις γνώσεως· ἔνδεια δὲ, σπάνις ἀρετῶν. —Ἰδὲ τῆς ἐργασίας τὴν τελειότητα· οὐ παιδεύῃ παρὰ τῶν ἀλόγων; μάθε παρὰ τῆς πείρας τῶν πραγμάτων· ἀπεύχῃ τῶν ἀλόγων φανῆναι ἀλογώτερος.

Οὐκοῦν καὶ τὴν πενίαν φεῦγε. Φορτικὸν ἐργασία; ἀλλ᾽ ὅρα αὐτῆς τὸ τέλος. Ἡδὺς ὁ ὄκνος; ἀλλὰ σκόπει τὸ πέρας· μὴ τὰς ἀρχὰς τῶν πραγμάτων καταμανθάνωμεν, ἀλλὰ ποῦ τελευτῶσι βλέπωμεν· ὁ ἐξιὼν ἐκ τῆς οἰκίας οὐ βούλεται ἐπὶ τῆς ὁδοῦ μένειν, ἀλλὰ καὶ ἐν τῇ ἀρχῇ τῆς ἐξόδου ὢν, τῷ τέλει προσέχει· δι᾽ ἐκεῖνα καὶ τὴν ἀρχὴν ποιεῖται, ὥστε τῆς ἀρχῆς τὸ τέλος ἀνύσαι· σὺ δὲ τοὐναντίον ποιεῖς.

Ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. [cod. f. 32. a.] Βαβαὶ, ὅσην ἔχει τὴν ἰσχὺν, ἐν παντὶ καιρῷ; κἂν γὰρ ἀγαθόν τι βούληται σημᾶναι, ὁ τῆς σημασίας τρόπος ὑποψίας μεστός· συγκρούων πλήθη, καὶ πόλεις ὅλας ἀναστάτους ποιῶν· ὁ τοιοῦτος οὐκ ἔχει πνεῦμα εἰρηνικὸν, οὐδὲ ἤκουσεν Ἰησοῦ λέγοντος· Μακάριοι οἱ εἰρηνοποιοί· διδάσκει δὲ διὰ τούτων μηδενὶ διδόναι λαβήν.

Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δίκαιον. [ibid.] Τῶν μελῶν τοῦ σώματος ἐκ μέρους πρὸς τὸ κακὸν ἐνεργείας σημαίνει· ὅπερ οὖν ἐν σώμασιν ὀφθαλμὸς, καὶ γλῶττα, καὶ χεῖρες, τοῦτο ἐν τῇ ψυχῇ λογισμὸς, ὁρμὴ, καὶ κρίσις· οὐχ ἁπλῶς δὲ ἡμῖν ταῦτα κατέλεξεν, ἀλλ᾽ ἵνα μάθωμεν αὐτὰ σωφρονίζειν διὰ τοῦ φεύγειν τὴν μίμησιν. — Ἐκχέουσιν αἷμα δίκαιον, οἱ τὸ αἷμα τοῦ Κυρίου πίνοντες καὶ αἰσχραῖς μολυνόμενοι πράξεσιν.

Καρδία τεκταινομένη λογισμοὺς κακούς. [cod. f. 32. b.] Ὅταν γὰρ ἀκάθαρτος ᾖ ἡ καρδία, καὶ τὰ μέλη πεποίηκεν ἀκάθαρτα· ἐξέχεε γὰρ ἔξω τὸν ἰόν. —Καλῶς εἶπεν ἐκκαίει· πῦρ γάρ ἐστι τὸ ψεῦδος διϊστῶν τοὺς ἡνωμένους, οὐ μόνον οὐκ ὠφελοῦν, ἀλλὰ καὶ ἐκπολεμοῦν· κατὰ δὲ διάνοιαν, ἀδελφοὶ ἂν εἶεν, οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς ἄδικοι καὶ ἐμπαθεῖς λογισμοὶ ἐμπεσόντες, ταράττειν ἐπιχειροῦσιν· ἀνάπτοντες θυμὸν μὲν εἰς μῖσος, ἐπιθυμίαν δὲ, πρὸς αἰσχρὰς ἐργασίας.

Ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ, κ. τ. λ. [cod. f. 33. a.] Ἀντὶ τοῦ σύνδησον ἐν τῷ βάθει τῆς διανοίας πρῶτον τὴν τῶν νόμων διδασκαλίαν ἐναποθέμενος· καὶ τότε δι᾽ ἔργων ἀγαθῶν ἐπικοσμῶν, τῷ σῷ τραχήλῳ ἐπίσφιγξον. Καλὸς ἑταῖρος καὶ συνόμιλος· τὸ, τὰ λόγια τοῦ Θεοῦ διηνεκῶς μελετᾷν· καὶ μάλιστα ὅταν ἐπ᾽ ἀγορᾶς βαδίζωμεν· τότε γὰρ ἡμῖν τούτων τῶν ὅπλων δεῖ μᾶλλον, ὅτι καὶ ὀφθαλμὸς τιτρώσκει, καὶ θυμὸς ἐκκαίει, καὶ ἐπιθυμία χρημάτων ἐκ τῶν ὁρωμένων ἐρεθίζει. — Μελετήσεις γὰρ ἐν αὐτοῖς καθήμενος, καὶ πορευόμενος, καὶ κοιταζόμενος. Ἔλεγχος μὲν τῶν κακῶν ἐντολὴ, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

Τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. [cod. f. 33. b.] Ὅρα αὐτὸν τῆς σωφροσύνης πολὺν ποιούμενον λόγον· σκότος γάρ ἐστιν ἡ ἐπιθυμία· ἀπὸ διαβολῆς δὲ, ἀντὶ τοῦ οὐκ ἀπὸ μοιχείας μόνον, ἀλλὰ καὶ ὑποψίας· ἔστι γὰρ πολλάκις, τῆς μὲν ἁμαρτίας εἶναι καθαρὸν, τῆς δὲ ὑποψίας μὴ ἀπηλλάχθαι· ἀλλ᾽ ἡ ἐντολὴ καὶ τοῦτο κατορθοῖ· εἴη δ᾽ ἂν καὶ ὕπανδρος ἡ τῶν ἑτεροδόξων διδασκαλία, καὶ ὁ συκοφάντης αὐτῶν λόγος, ἣν φυλάσσεσθαι παραινεῖ. —Μή σε συναρπάσῃ τὰ γοητεύματα τῆς κεκομψευμένης φράσεως. Τιμὴ πόρνης ὅση καὶ ἑνὸς ἄρτου.

Τὴν βραχύτητα τῆς ἡδονῆς, καὶ τὴν εὐτέλειαν τοῦ ταύτης μισθώματος διὰ τοῦ ἑνὸς ἐνέφηνεν ἄρτου. —[cod. f. 34. a.] Οὐκ ἀθωωθήσεται. Οὐδὲ ὁ καθαρεύων τῆς πράξεως, ταῖς δὲ λοιπαῖς ὁμιλίαις μιαινόμενος, ἀθωωθήσεται· ἀντὶ τοῦ, καθαρὸς οὐκ ἔσται· ὡς γὰρ οὐκ ἔνι τοὺς ὀφθαλμοὺς ἀνοίξαντας, μὴ βλέπειν, οὕτως οὐκ ἔνι γυναικὸς ὁρωμένης, ἐπιθυμίαν μὴ τίκτεσθαι· τί οὖν πῦρ ἐπιστοιβάζεις τῇ φύσει;

Κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὑτοῦ πεινῶσαν. [cod. f. 34. b.] Οὐκ ἀπολύων τὸν κλέπτην ἐγκλήματος τοῦτο λέγει, ἀλλὰ πρὸς σύγκρισιν· ὁ μὲν γὰρ τὴν πενίαν ἔχει ἀπολογίαν, ὁ δὲ ἀφροσύνῃ μόνῃ χειροῦται· καὶ ὁ μὲν ζημίᾳ ὑποκείσεται ἁλοὺς μόνῃ, ὁ δὲ θανάτῳ καὶ τούτῳ ἐπονειδίστῳ· κατὰ δὲ θεωρίαν, ὅτι οὐδὲν θαυμαστὸν, εἴ τις ἑνὶ καὶ δευτέρῳ κέχρηται θεωρήματι τῆς ἔξω σοφίας, ὡς δι᾽ αὐτῶν εἰς φῶς ἄγειν τὸ ἀληθὲς, καὶ τὰ παρ᾽ αὐτοῖς δοκοῦντα βέβαια διελέγχειν· ὁποῖος ὁ Παῦλος αἰχμαλωτίζων πᾶν νόημα εἰς Χριστὸν, καὶ τοὺς Ἀθηναίους ἐκ τῆς οἰκείας ποιήσας ἐπιγραφῆς· εἰ δὲ τὴν ἀληθῆ σοφίαν ἀφέντες, ἀγαπήσομεν τὴν τοῦ κόσμου, ἀφρόνως μοιχεύομεν.

ΚΕΦΑΛ. Ζʹ. Περίθου αὐτοὺς τοῖς δακτύλοις. [Cod. f. 35 a.] Δάκτυλοι μὲν, τὰς μερικωτέρας πράξεις δηλοῦσιν· ἡ δὲ χεὶρ, ἐπὶ τῆς ὁλοσχεροῦς τάττεται πράξεως· φησὶν οὖν, ὅτι καὶ τῶν λεπτῶν μέχρι ἐργάζου τὴν ἀρετήν· οὕτως γὰρ πλατεῖαν ἕξεις τὴν καρδίαν εἰς τὴν τῶν ἀρετῶν ὑποδοχήν· ὃ τοῖς Κορινθίοις οὐκ ἔχουσι παρῄνει Παῦλος, Πλατύνθητε, λέγων, καὶ ὑμεῖς. [Cod. f. 35. b.] Ἀδελφὴ ἡμῶν τῶν γεγονότων ἡ θεωρία, συμπαραχθεῖσα τοῖς ἀσωμάτοις, ἦς εἴδη φρόνησις, γνῶσις, παιδεία.

Ἀπὸ γυναικὸς ἀλλοτρίας, τῆς πολυθέου διδασκαλίας· ἡδέα γὰρ διδάσκει, στωμύλος οὖσα, ἡδονὴν καὶ φιλοχρηματίαν· Ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάλληται· Οἱ πρὸς χάριν ἐμβάλλοντες λόγοι, οἱ ἐμπαθεῖς εἰσι λογισμοί· τηρεῖται δὲ ἀπὸ τῆς γεννώσης αὐτοὺς πονηρίας ὁ τῇ σοφίᾳ τοῦ Θεοῦ σχολάζων.

Οἶκος αὐτῆς, τὸ πλάτος τῶν δογμάτων· θυρὶς, τὸ μερικόν.

ΚΕΦΑΛ. Ηʹ. Υἱὲ, σὺ τὴν σοφίαν κήρυξον, κ. τ. λ. [Cod. f. 38 a.] Ἐπιθύμησον, φησὶ τὴν σοφίαν, καὶ ἡ ἕξις τῶν φρενῶν ὑπακούσεταί σου· τὸ δὲ Ἐπ᾽ ἄκρων, ἢ ὅτι φανερά ἐστιν, ἃ λέγει, ἢ ὅτι ὑψηλοὺς ποιεῖ· καὶ ὁ τέλειος εἰδὼς, ὅτι πάντα ἡ σοφία ἐποίησεν, ὁρᾷ καὶ ὕψος αὐτῆς, καὶ τὴν ἐπὶ τῶν τρίβων ταπείνωσιν ἢ ἐπίβασιν· ὁ δὲ ἀρτίφυτος μόνον τὸ ὕψος εἰδὼς, προσκαλέσασθαι αὐτὸν ὀφείλει ἵνα ἴδῃ αὐτήν· ὥστε ῥᾳδίως ἐπακοῦσαι τῆς φωνῆς· Μόνον βάδισον ἐπ᾽ αὐτήν· τὸ παρὰ πύλαις δὲ δυναστῶν, ἢ ὅτι δυνάστας ποιεῖ, ἢ ὅτι ἐκεῖνοι μάλιστα αὐτῆς χρείαν ἔχουσιν· ἢ ὅτι τοῖς εἰσαγωγικοῖς παρεδρεύει τῶν διδασκάλων λόγοις· ἐν γὰρ τοῖς προθύροις αὐτῆς τις γενόμενος, ὑμνουμένης ἀκούει· λέγεται δὲ ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας, καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. Εἶτα εἰσάγει αὐτὴν διαλεγομένην, ὅπερ ἱκανὸν ἐπισπάσασθαι· Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ· καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Εἰ καὶ ὑμῶν ἐστι τὸ κέρδος, φησὶν, ἀλλ᾽ ἐγὼ παρακαλῶ· ταὐτὸν δὲ ἄνθρωπος, καὶ υἱοὶ ἀνθρώπων· ἢ ἄνθρωποι μὲν, οἱ τέλειοι παρακλήσεως ἀξιούμενοι· υἱοὶ δὲ ἀνθρώπων, οἱ καταδεέστεροι, οἱ τέως φωνῆς ἀξιούμενοι.

Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾽ οὐρανόν. [Cod. f. 41 a.] Μὴ ἕτερον ἐπεισαγάγῃς δημιουργὸν, κἂν μηδεμίαν ὄνησιν ἡ ἀοίκητος ἔχει· διὰ τοῦτο δὲ ἐποίησε τὰ ἄκρα οἰκεῖσθαι, φησὶν, ἵνα τὰ πέρατα καὶ τὰς ἐσχατιὰς μαθὼν ἔργον εἶναι Θεοῦ, περὶ τῶν μέσων μὴ ὑποπτεύσῃς· ἢ ἄκρα, τὰ ἀκατάληπτα καὶ θεῖα μυστήρια· ὥσπερ καὶ χώρας μὲν τὰς καρποφόρους ψυχάς· ἀοικήτους δὲ, τὰς θείας ἐννοίας, ἃς οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

ΚΕΦΑΛ. Θʹ. Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. [Cod. f. 42 b.] Σοφία ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, γενόμενος ἄνθρωπος, αὐτὸς ἑαυτῷ κατεσκεύασεν οἶκον, τὴν ἐκ Παρθένου σάρκα· στύλους ἑπτὰ, πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ, ὥς φησιν Ἡσαΐας.

Ἢ καὶ οἶκον τὴν Ἐκκλησίαν, στύλους δὲ τοὺς ἀποστόλους· ἢ τὸν σοφὸν ἄνδρα φησὶν, ὅτι ἀσφαλής ἐστιν ἑαυτῷ αὐτάρκης καὶ μὴ προσδεόμενός τινος, —Οἶκος τῆς σοφίας, ἡ Ἐκκλησία· στύλοι, οἱ δοκοῦντες εἶναι στύλοι.