Τί οὖν ἂν γένοιτο; οὐ γὰρ ἐγκαλεῖν δεῖ μόνον. Παρακαλῶ καὶ δέομαι μὴ τοῦτο μόνον ὁρᾷν, ὅπως εἰς ἐκκλησίαν ἐμβάλλητε, ἀλλ᾽ ὅπως τι καὶ λαβόντες οἴκαδε ἀναχωρῆτε τῶν οἰκείων φάρμακον παθῶν, κἂν μὴ παρ᾽ ἡμῶν, ἀλλὰ παρὰ τῶν Γραφῶν ἔχητε τὰ κατάλληλα φάρμακα. Οἷον, ἔστι τις θυμικός; Προσεχέτω ταῖς τῶν Γραφῶν ἀναγνώσεσι, καὶ πάντως εὑρήσει ἢ ἐν ἱστορίᾳ ἢ παραινέσει· ἐν παραινέσει μὲν, ὅταν λέγηται, Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ· καὶ, Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων, καὶ ὅσα τοιαῦτα· καὶ πάλιν, Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται· καὶ ὁ Χριστὸς πάλιν, Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ· καὶ πάλιν ὁ προφήτης, Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· καὶ, Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης. Ἐν δὲ ἱστορίαις, οἷον ὅταν ἀκούῃς τὸν Φαραὼ πολλῆς ἐμπεπλησμένον ὀργῆς, καὶ τὸν Ἀσσύριον, καὶ διὰ τοῦτο ἀπολλυμένους. Πάλιν ἔστι τις ἡττώμενος χρημάτων; ἀκουέτω, ὅτι Φιλαργύρου οὐδὲν ἀνομώτερον· οὗτος γὰρ καὶ τὴν ψυχὴν αὐτοῦ ἔκπρακτον ποιεῖ· καὶ τοῦ Χριστοῦ λέγοντος, Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ τοῦ Ἀποστόλου, Ὅτι ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· καὶ τοῦ προφήτου, Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν, καὶ πολλὰ ἕτερα τοιαῦτα. Καὶ ἀπὸ ἱστοριῶν τὸν Γιεζῆ, τὸν Ἰούδαν, τοὺς ἄρχοντας τῶν Γραμματέων, καὶ ὅτι Δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν. Ἄλλος ἐστὶν ὑπερήφανος;