Ὃν οὐκ ἰσχύσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, φησὶ, βαστάσαι· ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ᾽ ὃν τρόπον κἀκεῖνοι. Πόσης δυνάμεως γέμει ταῦτα τὰ ῥήματα! Ἅπερ ὁ Παῦλος διὰ πολλῶν ἐν τῇ πρὸς Ῥωμαίους εἶπε, ταῦτα καὶ οὗτος. Εἰ γὰρ Ἀβραὰμ, φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ᾽ οὐ πρὸς τὸν Θεόν. Ὁρᾷς, ὅτι τούτων μᾶλλόν ἐστι τοῦτο παιδευτικὸν, ἢ ἀπολογία ὑπὲρ τῶν ἐθνῶν; Ἀλλ᾽ εἰ μὲν χωρὶς προφάσεως ταῦτα ἔλεγεν, ἴσως οὐδαμῶς ὕποπτος ἦν· ἀρχῆς δὲ λαβόμενος ἐντεῦθεν, λοιπὸν ἀδεῶς φθέγγεται. Καὶ ὅρα πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν μετ᾽ αὐτῶν γινόμενα. Εἰ μὴ γὰρ ἐκίνησαν ἐκεῖνοι, οὐκ ἂν ταῦτα ἐλέχθη, οὐδ᾽ ἂν τὰ μετὰ ταῦτα. Ἐντεῦθεν μανθάνουσιν, ὅτι εἰ καὶ μὴ προσάγεσθαι ἤθελον τὰ ἔθνη, οὐ δεῖ αὐτοὺς παρορᾷν. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐν ὑμῖν, φησὶν, ἐξελέξατο, καὶ ἀφ᾽ ἡμερῶν ἀρχαίων. Τοῦτο εἶπε, δεικνὺς ὅτι πάλαι, οὐ νῦν. Οὐ μικρὸν δὲ τὸ καὶ Ἰουδαίων πιστευόντων τοῦτο ἀποστραφῆναι. Δύο τούτοις ὃ λέγει πιστοῦται, τῷ καιρῷ καὶ τῷ τόπῳ. Καὶ τὸ, Ἐξελέξατο, καλῶς· ὥσπερ ἐπ᾽ αὐτῶν οὐκ εἶπεν, Ἠθέλησεν, ἀλλ᾽, Ἐξελέξατο. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τοῦ Πνεύματος, φησίν. Εἶτα δείκνυσιν οὐχὶ χάριτος ἁπλῶς, ἀλλ᾽ ἀρετῆς μαρτύριον αὐτοῖς τοῦτο γινόμενον, καὶ οὐδὲν ἔλαττον αὐτοῖς παρασχόν. Οὐδὲν γὰρ, φησὶ, διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν. Ἄρα καρδίας δεῖ πανταχοῦ ζητεῖν.