Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Πράξεις τῶν Ἀποστόλων

Ἰωάννης ὁ Χρυσόστομος

Η Άφιξη στη Ρώμη και η Ολοκλήρωση των Πράξεων (Ομιλία ΝΕ')

Ο Χρυσόστομος σχολιάζει την εγκατάσταση του Παύλου στη Ρώμη, τον έλεγχο της ιουδαϊκής πώρωσης, την οριστική στροφή του κηρύγματος προς τα έθνη και συνοψίζει την πνευματική παρακαταθήκη του Αποστόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 21 από 21

ΟΜΙΛΙΑ ΝΕʹ. Ἐγένετο δὲ μετὰ τρεῖς ἡμέρας, συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους. Συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· οἵτινες ἀνακρίναντές με, ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί.

Ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ, τὴν ἅλυσιν ταύτην περίκειμαι.

αʹ. Καλῶς τοῦτο καὶ συμφερόντως ποιεῖ, τοὺς πρώτους τῶν Ἰουδαίων εἰς διάλεξιν συγκαλῶν. Ἐβούλετο γὰρ καὶ ἑαυτὸν ἀπαλλάξαι αἰτίας καὶ ἑτέρους· ἑαυτὸν μὲν, ἵνα μὴ κατηγορῶσιν αὐτοῦ, καὶ τοῦτο αὐτοὺς βλάπτῃ· ἐκείνους δὲ, ἵνα μὴ δόξῃ αὐτῶν εἶναι τὸ πᾶν· Εἰκὸς γὰρ κρατῆσαι φήμην, ὅτι ὑπὸ Ἰουδαίων παρεδόθη· τοῦτο δὲ ἱκανὸν ἦν αὐτοὺς πλῆξαι. Εὐθέως οὖν πρὸς τοῦτο ἵσταται, καὶ τὰ καθ᾽ ἑαυτὸν οὕτω πως πράως ἀπολογεῖται.

Ὅρα δὲ πῶς καὶ τὴν ἀπολογίαν ὑφαίνει, λέγων· Ἄνδρες ἀδελφοὶ, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων. Εἶτα οὕτως εἰπὼν, ἐπειδὴ εἰκὸς ἦν τινας ἀκούοντας εἰπεῖν, Πῶς ἔχει λόγον ἁπλῶς σε παραδοῦναι; ἐπήγαγεν· Οἵτινες ἀνακρίναντές με, ἐβούλοντο ἀπολῦσαι· ὡσεὶ ἔλεγε· Μαρτυροῦσιν οἱ Ῥωμαίων ἄρχοντες, οἳ καὶ ἀνέκριναν καὶ ἤθελον ἀπολύειν. Πῶς οὖν οὐκ ἀπέλυσαν;

Ἀντιλεγόντων Ἰουδαίων, φησίν. Ὁρᾷς πῶς καθαιρεῖ αὐτῶν τὰ ἐγκλήματα; Εἰ γὰρ ἐβούλετο αὐξῆσαι, ἐνῆν καὶ καταφορικώτερον χρήσασθαι. Διὸ καὶ οὕτως εἰπὼν, ἐπήγαγεν· Ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα· ὥστε συγγνώμης τὸ πᾶν ἐστιν. Εἶτα, ἵνα μηδεὶς εἴπῃ, Τί οὖν; καὶ ἵνα αὐτῶν κατηγορήσῃς, τοῦτο πεποίηκας; διὰ τῆς ἐπαγωγῆς διορθοῦται τὸ ὑφορμοῦν, καὶ λέγει· Οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι· τουτέστιν, Ἐπεκαλεσάμην Καίσαρα οὐχ ὥστε κατηγορῆσαι, ἀλλ᾽ ὥστε διαφυγεῖν τὸν κίνδυνον. Ἕνεκεν γὰρ ὑμῶν τὴν ἅλυσιν ταύτην περίκειμαι. Τοσοῦτον ἀπέχω, φησὶν, ἐχθρῶς πρὸς ἡμᾶς διακεῖσθαι, ὅτι καὶ τὴν ἅλυσιν περίκειμαι.

Τί οὖν ἐκεῖνοι; Οὕτως ἐχειρώθησαν τῷ λόγῳ, ὡς μὴ μόνον ὑπὲρ ἑαυτῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν συγγενῶν ἀπολογήσασθαι· ὅθεν τοῦτο δηλῶν ἐπάγει· Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν. Ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ ἀντιλέγεται. Ὡσεὶ ἔλεγον· Οὔτε διὰ γραμμάτων, οὔτε δι᾽ ἀνθρώπων ἐγνώρισάν τι περὶ σοῦ πονηρόν· πλὴν ἀλλ᾽ ἀκοῦσαι βουλόμεθα παρὰ σοῦ. Οὕτω προκατέβαλον τὴν οἰκείαν γνώμην δεικνύντες, καί φασι· Περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ ἀντιλέγεται. Οὐκ εἶπον, ὅτι Ἀντιλέγομεν, ἀλλ᾽ Ἀντιλέγεται, κατηγορίας ἑαυτοὺς ἀπολύοντες. Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. Εἶδες πῶς οὐκ εὐθέως ἀποκρίνεται, ἀλλὰ δίδωσιν αὐτοῖς ἡμέραν τοῦ ἐλθεῖν καὶ ἀκοῦσαι· οἷς καὶ παραγενομένοις διελέγετο ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν. Καὶ οἱ μὲν ἐπείθοντο, οἱ δὲ ἠπίστουν.

Ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους, ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν· Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν, λέγον· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπόν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ὅτε ἀνεχώρουν ἀντιτασσομένων αὐτῶν, τότε τὸν Ἡσαΐαν ἐφίστησιν, οὐκ ἐκείνους ὑβρίσαι βουλόμενος, ἀλλὰ τούτους στηρίξαι.

Τί λέγοντα; Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε. Ὁρᾷς πῶς αὐτοὺς ἐξέβαλε πάσης συγγνώμης; εἴ γε καὶ τὸν προφήτην ἔχοντες προαναφωνήσαντα πόῤῥωθεν ταῦτα οὐκ ἀπεστράφησαν. Τῷ δὲ εἰπεῖν, Καλῶς, δείκνυσι καὶ δικαίως ἐκβεβλημένους. Ὥστε τοῖς ἔθνεσι δέδοται γνῶναι τὸ μυστήριον τοῦτο. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ἀντέλεγον· ἄνωθεν τοῦτο προελέγετο. Εἶτα πάλιν τὸν ζῆλον κατ᾽ αὐτῶν κινεῖ τὸν ἐξ ἐθνῶν, ἐπάγων καὶ λέγων· Γνωστὸν οὖν ἔστω ὑμῖν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται.

Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πάλιν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παῤῥησίας ἀκωλύτως. Ἀμήν. Ἐνταῦθα δείκνυσι τὴν αὐτοῦ ἐλευθερίαν λοιπόν· κηρύττει γὰρ ἀκωλύτως ἐν Ῥώμῃ ὁ ἐν Ἰουδαίᾳ κωλυθεὶς, καὶ ἔμεινεν ἐπὶ δύο ἔτη διδάσκων ἐκεῖ.

βʹ. Ἀλλ᾽ ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Διὰ ταύτην οὖν, φησὶ, τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν· τουτέστι, διὰ τοῦτο ἠβουλήθην, ὥστε μὴ ἐξεῖναί τινι κατηγορεῖν καὶ τὰ παριστάμενα λέγειν, ὅτι δὴ τὰς χεῖρας αὐτῶν διαφυγὼν ἐπὶ τοῦτο ἦλθον· οὐ γὰρ ἑτέροις διδοὺς κακὰ, ἀλλ᾽ αὐτὸς φεύγων κακὰ, ἦλθον. Οἱ δὲ πρὸς αὐτόν· Ἀξιοῦμεν ἀκοῦσαι παρὰ σοῦ ἃ φρονεῖς. Ὅρα καὶ αὐτοὺς ἡμερώτερον διαλεγομένους· Ἀξιοῦμεν, φησὶ, καὶ βούλονται ἀπολογήσασθαι καὶ ὑπὲρ ἐκείνων· διὸ καὶ ἧκον ταξάμενοι αὐτῷ ἡμέραν. Τοῦτο δὲ τοῦ σφόδρα ἑαυτῶν καταγνῶναι τεκμήριον καὶ τοῦ μὴ θαῤῥεῖν.

Εἰ γὰρ ἐθάῤῥουν, κἂν τοῦτο ἐποίησαν καὶ συνῆλθον, ὥστε αὐτὸν συναρπάσαι. νῦν δὲ μὴ θαῥῥοῦντες, καὶ ἐλθεῖν ὤκνησαν· ἄλλως τε καὶ τῷ πολλάκις ἐπιχειρῆσαι ἔδειξαν, ὅτι οὐκ ἐθάῤῥουν. Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, φησὶν, οἱ δὲ ἠπίστουν, καὶ ἀσύμφωνοι ὄντες ἀπελύοντο· τουτέστι, μὴ πιστεύοντες ἀνεχώρουν.

Ὅρα πῶς οὐ ῥάπτουσιν ἐπιβουλὰς νῦν κατ᾽ αὐτοῦ, ἀλλ᾽ ἐν τῇ Ἰουδαίᾳ, ἔνθα ὡς ἐν τυραννίδι ἦσαν. Τίνος οὖν ἕνεκεν ᾠκονόμησεν ἐκεῖ αὐτὸν ἀπελθεῖν, καίτοι εἶπε, Σπεῦσον, ἔξελθε ἐξ Ἱερουσαλήμ; Ἵνα δειχθῇ καὶ αὐτῶν ἡ κακία, καὶ ἡ προφητεία τοῦ Χριστοῦ ἀληθὴς, ὅτι οὐκ ἀνέχονται· καὶ ὥστε μαθεῖν πάντας, ὅτι ἕτοιμός ἐστι παθεῖν, καὶ ὥστε εἰς παράκλησιν τῶν ἐν Ἰουδαίᾳ γενέσθαι τὸ οἰκονομούμενον· καὶ γὰρ κἀκεῖ πολλὰ ἔπαθε δεινά. Εἰ δὲ κηρύττων τὰ Ἰουδαϊκὰ, ταῦτα ἔπασχεν, εἰ ἐκήρυττε τὰ τῆς δόξης τοῦ Χριστοῦ, πῶς ἂν ἠνέσχοντο;

Ἁγνιζόμενος οὐκ ἐγένετο φορητὸς, καὶ πῶς κηρύσσων φορητὸς ἦν; Τί ἐγκαλεῖτε ὑμεῖς; τί ἠκούσατε; Οὐδὲν τοιοῦτον εἶπεν ἁπλῶς. Ὤφθη, καὶ πάντας παρώξυνεν. Εἰκότως ἄρα τοῖς ἔθνεσιν ἀπενεμήθη ἡ σωτηρία, εἰκότως μακρὰν ἐπέμφθη, κἀκεῖ μέλλων τοῖς ἔθνεσι διαλέγεσθαι.

Σκόπει δέ· πρώτους Ἰουδαίους καλεῖ, ἔπειτα δείξας αὐτοῖς τὰ πράγματα, τότε ἐπὶ τὰ ἔθνη ἔρχεται. Τὸ δὲ οὕτως εἰπεῖν, ὅτι Εἶπε τὸ Πνεύμα, οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄγγελος λέγεται λέγειν ἅπερ ἂν ὁ Κύριος εἴπῃ. Καλῶς εἶπε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ᾽ ἐνταῦθα μὲν οὕτως, ἐκεῖ δὲ οὐκέτι. Ἄλλως δὲ καὶ ὅταν διηγῆταί τις περὶ τῶν ὑπὸ τοῦ ἀγγέλου λεχθέντων, οὐ λέγει, Καλῶς εἶπεν ὁ ἄγγελος, ἀλλὰ, Καλῶς εἶπεν ὁ Κύριος, καλῶς εἶπε τὸ Πνεῦμα· ὡσεὶ ἔλεγεν· Οὐκ ἐμοὶ ἀπιστεῖτε, ἀλλὰ τῷ Πνεύματι.

Ὥστε ἄνωθεν τοῦτο προῄδει ὁ Θεός. Οἵτινες ἀνακρίναντές με, φησὶν, ἐβούλοντο ἀπολῦσαι· τουτέστιν, οὐδὲν εὑρόντες ἄξιον καταδίκης ἐν ἐμοὶ, ἀπολύειν ἤθελον. Καὶ δέον ἐκείνους ἐξελέσθαι, παρέδωκαν εἰς χεῖρας Ῥωμαίων· καὶ τοσαύτη ἡ περιουσία τῆς ἐλευθερίας, ὅτι οὐδὲ ἐκεῖνοι ἴσχυσαν κατακρῖναι, ἀλλὰ δέσμιον παρέδωκαν.

Ἠναγκάσθην, φησὶν, ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι· τουτέστιν, οὐχ ἵνα κακοῖς ἑτέρους περιβάλω, ἀλλ᾽ ἵνα κακῶν ἐμαυτὸν ἀπαλλάξω, τοῦτο ἐποίησα, καὶ οὐχ ἑκὼν, ἀλλ᾽ ἀναγκασθείς. Ὅρα οἰκειότητα ῥημάτων· οὐκ ἀλλοτριοῦται αὐτοὺς, ἀλλ᾽ οἰκειοῦται τῷ εἰπεῖν, Τοῦ ἔθνους μου. Πάλιν δὲ κατασπείρει τὸ δόγμα. Καὶ οὐκ εἶπεν, Οὐ κατηγορῶ, ἀλλ᾽, Οὐκ ἔχω τι κατηγορῆσαι, καίτοι τοιαῦτα παθὼν οὕτω δεινά. Οὐδὲν οὖν τούτων φησὶν, ἵνα μὴ φορτικὸν ποιήσῃ τὸν λόγον· οὐδὲ χαρίζεσθαι αὐτοῖς δοκεῖ. Καὶ διὰ τοῦτο οὐ λέγει, ἀλλ᾽ αἰνίττεται μόνον καὶ παρατρέχει· τοῦτο γὰρ ἦν τέως τὸ σπουδαζόμενον, τὸ δεῖξαι ὅτι Ῥωμαίοις παρέδωκαν δέσμιον. Τοὺς δὲ καταδικάσαι δέον ἐκείνους, δέον κατηγορῆσαι, μᾶλλον ἀπολογοῦνται· δι᾽ ὧν δὲ συμφαίνουσι τὴν ἀπολογίαν, κατηγοροῦσιν αὐτῶν. Γνωστόν ἐστιν ἡμῖν, ὅτι πανταχοῦ, φησὶν, ἀντιλέγεται. Ἀλλ᾽ εἰ καὶ τοῦτο συμβαίνει, ὅμως καὶ πιστεύετε πανταχοῦ. Οἷς ἐξετίθετο, φησὶν, ἀπό τε νόμου καὶ προφητῶν. Ὅρα πάλιν οὐκ ἀπὸ σημείων, ἀλλ᾽ ἀπὸ νόμου καὶ προφητῶν ἐπιστομίζοντα αὐτοὺς, καὶ πανταχοῦ τοῦτο ποιοῦντα· καίτοι γε ἐνῆν καὶ σημεῖα ποιῆσαι, ἀλλὰ λοιπὸν οὐκ ἔτι πιστὸν τὸ πρᾶγμα ἦν· μέγα γὰρ τοῦτο σημεῖον, τὸ ἀπὸ νόμου καὶ τῶν προφητῶν διαλέγεσθαι.

Εἶτα ἵνα μὴ νομίσῃς παράδοξον εἶναι, τὸ μεῖναι αὐτοὺς ἀπειθοῦντας, ἐπάγει καὶ προφητείαν τὴν λέγουσαν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· μᾶλλον, φησὶ, νῦν ἢ τότε· καὶ ὄψεσθε, καὶ οὐ μὴ ἴδητε· μᾶλλον νῦν ἢ τότε. Πρὸς ἐκείνους εἴρηται ταῦτα τοὺς ἀπιστήσαντας, ἃ καὶ οὐχ ὑβρίζοντος ἦν, ἀλλὰ τὸ σκάνδαλον ἀναιροῦντος. Γνωστὸν οὖν ἔστω ὑμῖν, φησὶν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ σωτήριον τοῦ Θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. Τί οὖν ἡμῖν διαλέγῃ; ταῦτα οὐκ ᾔδεις; Ναὶ, ἀλλ᾽ ὥστε πεισθῆναι ἀπολογοῦμαι, καὶ μηδενὶ δοῦναι λαβήν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην, φησὶ, διδάσκων μετὰ πάσης παῤῥησίας ἀκωλύτως. Καλῶς τοῦτο προσέθηκεν· ἔνι γὰρ μετὰ παῤῥησίας λέγειν, ἀλλὰ κεκωλυμένως. Τὴν οὖν παῤῥησίαν Παύλου οὐδὲν ἐνέκοψεν, ἀλλὰ καὶ ἀκωλύτως ἔλεγεν. Ἔμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην, φησὶν, ἐν ἰδίῳ μισθώματι· οὕτως ἦν ἀπέριττος, μᾶλλον δὲ οὕτω τὸν διδάσκαλον αὐτοῦ ἐμιμεῖτο ἐν πᾶσιν, ὅτι καὶ τὴν οἴκησιν εἶχεν, οὐκ ἐξ ἀλλοτρίων πόνων, ἀλλ᾽ ἀφ᾽ ὧν αὐτὸς εἰργάζετο· τοῦτο γὰρ σημαίνει τὸ, Ἐν ἰδίῳ μισθώματι.

Ὅτι δὲ καὶ ὁ Δεσπότης οἰκίαν οὐκ ἐκέκτητο, ἄκουε αὐτοῦ λέγοντος πρὸς τὸν οὐκ ὀρθῶς εἰπόντα· Ἀκολουθήσω σοι, ὅπου ἂν ἀπέρχῃ· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει, ποῦ τὴν κεφαλὴν κλίνῃ. Οὕτως ἐξ ἑαυτοῦ τὸ μηδὲν κεκτῆσθαι ἐπαίδευσε, μηδὲ σφόδρα τοῖς βιωτικοῖς προσηλῶσθαι.

Καὶ ἀπεδέχετο τοὺς εἰσπορευομένους, φησὶ, πρὸς αὐτὸν, κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ. Ὅρα οὐδὲν περὶ τῶν παρόντων, ἀλλὰ περὶ τῆς τοῦ Θεοῦ βασιλείας πάντα φθεγγόμενον. Ὁρᾷς οἰκονομίαν Θεοῦ; Μέχρι τούτων τὸν λόγον ἵστησιν ὁ συγγραφεὺς, καὶ ἀφίησι διψῶντα τὸν ἀκροατὴν, ὥστε τὸ λοιπὸν ἀφ᾽ ἑαυτοῦ συλλογίζεσθαι. Τοῦτο καὶ οἱ ἔξω ποιοῦσι· τὸ γὰρ πάντα εἰδέναι, νωθῆ ποιεῖ καὶ ἐκλελυμένον. Τοῦτο δὲ ποιεῖ, καὶ οἷα τὰ μετὰ ταῦτα, οὐ λέγει, περιττὸν ὅσον πρὸς τοὺς ἐντυγχάνοντας τοῖς συγγραφεῖσιν ἡγούμενος, καὶ ἀπὸ τούτων μανθάνοντας τὸ προστιθέναι τῷ λόγῳ· πάντως γὰρ οἷα τὰ πρότερα, τοιαῦτα ἔσχε καὶ τὰ μετὰ τοῦτο. Ἄκουε δὲ καὶ οἷα μετὰ ταῦτα γράφων πρὸς Ῥωμαίους, φησὶν, Ὡς ἂν πορεύωμαι εἰς τὴν Ἱσπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς.

γʹ. Ὁρᾷς πῶς πάντα προεώρα ἡ ἁγία καὶ θεία κεφαλὴ, ὁ τῶν οὐρανῶν ὑψηλότερος, ὁ ψυχὴν ἔχων πάντα ὁμοῦ περιλαβεῖν δυναμένην, ὁ τὰ πρῶτα κατέχων, Παῦλος; οὗ τοῖς εἰδόσι καὶ τὸ ὄνομα μόνον ἀρκεῖ πρὸς διέγερσιν ψυχῆς πρὸς νῆψιν, πρὸς τὸ πάντα ὕπνον ἀποτινάξασθαι.

Ἐδέξατο αὐτὸν Ῥώμη δεδεμένον, ἀπὸ θαλάσσης ἀναβάντα, ἐκ ναυαγίου διασωθέντα, καὶ ἀπηλλάγη τοῦ ναυαγίου τῆς πλάνης. Καθάπερ γάρ τις βασιλεὺς ναυμαχήσας καὶ νικήσας, ἐπέβαινε τῆς βασιλικωτάτης ἐκείνης πόλεως. Περὶ τούτων ἔγραφεν· Ἐλεύσομαι καὶ συναναπαύσομαι ὑμῖν ἐν πληρώματι εὐλογίας τοῦ Εὐαγγελίου· καὶ πάλιν, Πορεύομαι διακονήσων εἰς Ἱερουσαλήμ. Τουτέστιν, ὅπερ ἔλεγεν, Ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου, παρεγενόμην. Ἐγγύτερος ἦν λοιπὸν τοῦ στεφάνου· ἐδέξατο αὐτὸν ἡ Ῥώμη δεδεμένον, καὶ εἶδε στεφανωθέντα καὶ ἀνακηρυχθέντα. Ἐκεῖ Συναναπαύσομαι ὑμῖν, ἔφη. Ἐνταῦθα πορεύομαι, διακονήσων εἰς Ἱερουσαλήμ. Τὸ δὲ ἀρχὴ τοῦ δρόμου πάλιν ἦν, καὶ τρόπαια τροπαίοις συνῆπτεν, ἀκατάπληκτος ὤν. Κόρινθος αὐτὸν κατέσχε δύο ἔτη, καὶ Ἀσία τρία, καὶ αὕτη δύο τέως, ὥστε δεύτερον ἐπέβη, ὅτε καὶ ἐτελειώθη. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, φησὶν, οὐδείς μοι συμπαρεγένετο. Οὕτω διέφυγε τότε, καὶ πᾶσαν ἐμπλήσας τὴν οἰκουμένην τοῦ κηρύγματος, κατέλυσεν οὕτω τὸν βίον. Τί ἐβούλου μαθεῖν τὰ μετὰ ταῦτα;

Τοιαῦτά ἐστι κἀκεῖνα· δεσμὰ, βάσανοι, μάχαι, φυλακαὶ, ἐπιβουλαὶ, συκοφαντίαι, θάνατοι καθημερινοί. Εἶδες αὐτοῦ μικρὸν μέρος; Τοιοῦτον νόει καὶ τὸ λοιπόν. Ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ, ὅσον ἂν ἴδῃς αὐτοῦ, τοσοῦτόν ἐστι καὶ τὸ ἄλλο· οὐρανοῦ γὰρ ἂν μέρος θεάσῃ ἓν, ὅπου ἂν ἀπέλθῃς, τοιοῦτον ὄψει καὶ τὸ λοιπόν· ἢ καθάπερ ἡλίου τὰς ἀκτῖνας κἂν ἐκ μέρους ἴδῃς, στοχάζῃ ἐκ τούτων οἷος ὁ ἥλιος, οὕτω καὶ ἐπὶ Παύλου. Τὰς πράξεις εἶδες ἐκ μέρους αὐτοῦ, πᾶσαι τοιαῦται τυγχάνουσι, κινδύνων γέμουσαι. Οὐρανὸς ἦν ἐκεῖνος ἥλιον δικαιοσύνης ἔχων, οὐ τοιοῦτον, ὥστε καὶ οὐρανοῦ βελτίων ὁ ἀνήρ. Μικρὸν οἴει τοῦτο εἶναι; Οὐκ ἔγωγε οἶμαι. Ὅταν ἀπόστολον εἴπῃς, εὐθέως πάντες αὐτὸν ἐννοοῦσιν· ὅταν Βαπτιστὴν, εὐθέως τὸν Ἰωάννην. Τίνι ἄν τις παραβάλῃ τὰ ἐκείνου ῥήματα; θαλάσσῃ, ἢ καὶ ὠκεανῷ; Ἀλλ᾽ οὐδὲν ἴσον. Πολλῷ ταύτης δαψιλέστερα τὰ ῥεύματα τὰ τούτου, καθαρώτερα καὶ βαθύτερα, ὥστε καὶ θάλασσαν καὶ οὐρανὸν οὐκ ἄν τις ἁμάρτοι τὴν Παύλου καρδίαν εἰπὼν, τὸ μὲν διὰ τὸ καθαρὸν, τὸ δὲ διὰ τὸ βαθύ. Θάλασσά ἐστιν, οὐκ ἀπὸ πόλεως εἰς πόλιν ἄγουσα τοὺς ἐμπλέοντας, ἀλλ᾽ ἀπὸ γῆς εἰς οὐρανόν· εἴ τις ταύτην πλέοι τὴν θάλασσαν, ἐξ οὐρίας πλεύσεται. Ἐν ταύτῃ τῇ θαλάσσῃ οὐκ ἄνεμοι, ἀλλ᾽ ἀντὶ ἀνέμων Πνεῦμα θεῖον ἅγιον τὰς ἐμπλεούσας παραπέμπει ψυχάς· οὐκ ἔστιν ἐνταῦθα κύματα, οὐκ ἔστι σκόπελος, οὐκ ἔστι θηρία· πάντα γαληνά.

Θάλασσά ἐστι λιμένος γαληνοτέρα καὶ ἀσφαλεστέρα, οὐδὲν ἁλμυρὸν ἔχουσα, ἀλλὰ πηγὴν [καθαρὰν καὶ] ἥδιστα ῥέουσαν νάματα, ἡλίου λαμπροτέραν καὶ διειδεστέραν· θάλασσά ἐστι, οὐ λίθους ἔχουσα τιμίους, οὐδὲ ἁλουργίδα τοιαύτην, ἀλλὰ κτήματα πολλῷ τούτων βελτίω. Ὁ βουλόμενος εἰς τοῦτο καθεῖναι τὸ πέλαγος ἑαυτὸν, οὐ κολυμβητῶν δεῖται, οὐκ ἐλαίου, ἀλλὰ φιλοσοφίας πολλῆς· εὑρήσει ἐν αὐτῷ πάντα τὰ ἀγαθὰ τὰ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὁ τοιοῦτος καὶ δυνήσεται γενέσθαι βασιλεὺς, καὶ πάντα τὸν κόσμον λαβεῖν, καὶ ἐν τιμῇ εἶναι μεγίστῃ· ὁ ταύτην πλέων τὴν θάλασσαν οὐδέποτε ναυάγιον ὑποστήσεται, ἀλλὰ πάντα εἴσεται καλῶς.

Ἀλλ᾽ ὥσπερ οἱ ταύτης ἄπειροι τῆς θαλάσσης ἀποπνίγονται, οὕτω δὴ καὶ ἐνταῦθα· ὅπερ δὴ πάσχουσι καὶ αἱρετικοὶ τοῖς ὑπὲρ δύναμιν ἐγχειροῦντες. Δεῖ δὴ τὸ βάθος τοίνυν εἰδέναι, ἢ μὴ κατατολμᾷν. Ἂν μέλλωμεν πλεῖν τὸ πέλαγος τοῦτο, εὔζωνοι γενώμεθα. Οὐκ ἠδυνήθην ὑμῖν, φησὶ, λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς.

Μηδεὶς ἀκαρτέρητος τοῦτο πλείτω τὸ πέλαγος. Κατασκευάσωμεν ἑαυτοῖς πλοῖα, τουτέστιν σπουδὴν, προθυμίαν, εὐχὰς, ὥστε διανύσαι τὸ πέλαγος ἐν ἡσυχίᾳ· καὶ γὰρ τὸ ὕδωρ τοῦτο ζῶν ἐστι. Καθάπερ εἴ τις πυρὸς λάβοι στόμα, οὕτως ὁ Παῦλον εἰδὼς στομοῦται· καθάπερ εἴ τις μάχαιραν ὀξεῖαν ἔχοι, οὕτως ὁ τοιοῦτος πάλιν ἀκάθεκτος γίνεται. Καὶ πρὸς τὸ νοῆσαι δὲ τὰ Παύλου βίου καθαροῦ δεῖται. Διὰ τοῦτο καὶ ἔλεγε· Γάλακτος ἐν χρείᾳ κατέστητε, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.

Ἔστι γὰρ, ἔστιν ἀσθένεια τῆς ἀκοῆς. Καθάπερ γὰρ στόμαχος οὐκ ἂν δέξαιτο ὑγιεινὰ σιτία καὶ δυσκατέργαστα, ἀσθενὴς ὢν, οὕτω καὶ ψυχὴ ὀγκωθεῖσα, φλεγμαίνουσα, ἄτονος γενομένη καὶ ἔκλυτος, οὐκ ἂν δυνηθείη δέξασθαι τὸν πνευματικὸν λόγον. Ἄκουε τῶν μαθητῶν λεγόντων· Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; Ἂν δὲ ἰσχυρὰ ᾖ καὶ ὑγιεινὴ, πάντα ῥᾷστα, πάντα εὔκολα, ὑψηλοτέρα γίνεται καὶ κουφοτέρα, μᾶλλον μετεωρίζεται καὶ εἰς ὕψος αἴρεται.

Ταῦτα οὖν εἰδότες ὑγιεινὴν ἡμῶν κατασκευάσωμεν τὴν ψυχὴν, καὶ ζηλώσωμεν τὸν Παῦλον, καὶ μιμησώμεθα τὴν γενναίαν ἐκείνην καὶ ἀδαμαντίνην ψυχήν· ἵνα κατ᾽ ἴχνος τῶν ἐκείνῳ βεβιωμένων πορευόμενοι, δυνηθῶμεν τὸ πέλαγος τοῦ παρόντος βίου διαπλεῦσαι, καὶ εἰς τὸν ἀκύμαντον λιμένα καταντῆσαι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀξίως τοῦ Χριστοῦ βιοῦσιν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.