Ζητῶν τὸ πρᾶγμα εἰπεῖν, εὐθέως τὸ σημεῖον ἐπάγει. Ἐνώπιον, φησὶ, πάντων ὑμῶν. Ἐπειδὴ σφόδρα αὐτῶν καθήψατο, καὶ ἔδειξεν ἀναστάντα τὸν σταυρωθέντα, πάλιν ἀνίησι, διδοὺς αὐτοῖς ἐξουσίαν μετανοίας, λέγων· Καὶ νῦν, ἀδελφοὶ, οἶδα, ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, καθὼς καὶ οἱ ἄρχοντες ὑμῶν. Κατὰ ἄγνοιαν ἐπράξατε. Μία αὕτη ἀπολογία· δευτέρα, Καθὼς καὶ οἱ ἄρχοντες ὑμῶν. Ὥσπερ ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς ἔλεγεν, ὅτι Ὁ Θεός με ἀπέστειλεν ἔμπροσθεν ὑμῶν· μᾶλλον δὲ, ὃ συνεσταλμένως εἶπεν ἐκεῖ, Τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, τοῦτο πλατύνει ἐνταῦθα. Ὁ δὲ Θεὸς, ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως. Ἅμα δείκνυσιν, ὅτι οὐκ ἐκείνων ἐστὶν, ἐὰν τοῦτο δειχθῇ, καὶ ὅτι κατὰ Θεοῦ βουλὴν γέγονε. Τῷ δὲ εἰπεῖν, Ἃ προκατήγγειλε, τὰ ῥήματα, ἃ ἐπὶ τοῦ σταυροῦ ὠνείδιζον, αἰνίττεται, Εἰ θέλει αὐτὸν, σωσάτω αὐτὸν, λέγοντες. Εἶπε γὰρ, Υἱὸς Θεοῦ εἰμι· πέποιθεν ἐπ᾽ αὐτόν· καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ. Λῆρος οὖν, ὦ ἀνόητοι, ταῦτα; Ἄπαγε· ἀλλ᾽ οὕτως ἔδει γενέσθαι· καὶ μαρτυροῦσιν οἱ προφῆται. Ὥστε οὐ παρὰ οἰκείαν ἀσθένειαν οὐ κατέβη, ἀλλὰ παρὰ δύναμιν. Καὶ τίθησιν αὐτὸ ἐν τάξει ἀπολογίας τῆς ὑπὲρ Ἰουδαίων, ἵνα καὶ δέξωνται. Ἐπλήρωσε, φησὶν, οὕτως. Ὁρᾷς, πῶς τὸ πᾶν ἐκεῖ ἀνάγει; Μετανοήσατε οὖν, φησὶ, καὶ ἐπιστρέψατε.