Καὶ εἰ βούλει, πᾶσιν αὐτοῖς ἐφαρμόσωμεν ἑκατέρους. Οὐχ ὁ μὲν φλεγμαίνει καὶ οἰδεῖ πάντοθεν· ὁ δὲ ταπεινοφρονεῖ ἀεὶ καὶ συνέσταλται διαπαντός; Εὔδηλον ὅτι. Ἔστι μὲν οὖν δή τι καὶ ἔπος τοιοῦτο τοῖς ἔξωθεν εἰρημένον· Δοῦλος μὲν Ἐπίκτητος, σῶμα ἀνάπηρος· πενίην Ἶρος, καὶ φίλος ἀθανάτων. Ἀλλὰ τοῦτο μὲν ὁ πένης. Ἡ δὲ τοῦ πλουσίου ψυχὴ πάντων γέμει τῶν κακῶν, ἀπονοίας, κενοδοξίας, ἐπιθυμιῶν μυρίων, ὀργῆς καὶ θυμοῦ, πλεονεξίας, ἀδικίας, καὶ εἴ τινος ἑτέρου. Ἄρα φανερὸν, ὅτι πρὸς φιλοσοφίαν αὕτη ἐπιτηδεία, ἢ ἐκείνη. Πάντως ζητεῖτε μαθεῖν, τί μᾶλλον ἥδιον· τοῦτο γὰρ παρὰ πολλοῖς ζητούμενον ὁρῶ, εἴ γε αὕτη ἡδίων ἡ διαγωγή. Καὶ μὴν οὐδὲ ὑπὲρ τούτου ἀμφιβάλλειν χρή· ὁ γὰρ ἐγγὺς τῆς ὑγείας, οὗτος καὶ ἐν ἡδονῇ πολλῇ. Τίς δὲ, εἰπέ μοι, πρὸς τὸ προκείμενον, ὅπερ βουλόμεθα, κατορθῶσαι, τὸν νόμον τοῦτον λέγω, ἐπιτήδειος, ὁ πένης ἢ ὁ πλουτῶν; τίς εὐκόλως ὀμεῖται, ὁ πρὸς παῖδας παροξυνόμενος, ὁ πρὸς μυρίους ἔχων συναλλάγματα, ἢ ὁ προσιὼν ὑπὲρ ἄρτου ἢ ἱματίου ἑνός; Οὗτος οὐδὲ ἀνάγκην ὅρκων ἔχει, ἐὰν θέλῃ, ἀλλ᾽ ἀεὶ ἐν ἀπραγμοσύνῃ διάγει· μᾶλλον δὲ ὁ παιδευόμενος μὴ ὀμνύναι, καὶ χρημάτων καταφρονήσει πολλάκις, καὶ πανταχοῦ τῆς ἀρετῆς τὰς ὁδοὺς τεμνομένας ἀπὸ τούτου τοῦ καλοῦ ἴδοι τις ἂν, καὶ πάσας φερούσας πρὸς ἐπιείκειαν, πρὸς χρημάτων ὑπεροψίαν, πρὸς εὐλάβειαν, πρὸς κατάστασιν ψυχῆς, πρὸς κατάνυξιν.