αʹ. Ἄξιον ἐνταῦθα διαπορῆσαι, πῶς ἐν μὲν τῇ πρὸς Γαλάτας φησὶν, ὅτι Οὐκ ἀπῆλθον εἰς Ἱεροσόλυμα, ἀλλ᾽ εἰς Ἀραβίαν καὶ Δαμασκόν· καὶ ὅτι Μετὰ τρία ἔτη ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ὅτι Οὐδένα τῶν ἀποστόλων εἶδον· ἐνταῦθα δὲ τοὐναντίον, ὅτι Βαρνάβας ἤγαγεν αὐτὸν πρὸς τοὺς ἀποστόλους. Ἢ τοίνυν τοῦτό φησιν, ὅτι Οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι (λέγει γὰρ ἐκεῖ, ὅτι Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι· οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους)· ἢ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν Δαμασκῷ, μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε, φησὶν, εἶτα πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐκεῖθεν ἐλθεῖν. Αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς ἀποστόλους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι, ἅτε οὐ διδάσκαλος ὢν, ἀλλὰ μαθητής. Ἄρα οὐ διὰ τοῦτο ἀνῆλθεν, ἵνα πρὸς τοὺς πρὸ αὐτοῦ ἀπέλθῃ· οὐδὲ γὰρ παρ᾽ αὐτῶν τι ἔμαθεν. Ἢ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ᾽ ἀφίησιν, ὥστε εἶναι οὕτως· Ἀπῆλθεν εἰς Ἀραβίαν, εἶτα ἦλθεν εἰς Δαμασκὸν, εἶτα εἰς Ἱεροσόλυμα, εἶτα εἰς Συρίαν. Ἢ εἰ μὴ τοῦτο, πάλιν οὕτως, ὅτι Ἀνῆλθεν εἰς τὰ Ἱεροσόλυμα, εἶτα εἰς Δαμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Συρίαν, εἶτα εἰς Δαμασκὸν πάλιν, εἶτα εἰς Καισάρειαν, καὶ τότε διὰ δεκατεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα. Ἢ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν. Ὁ γὰρ ἱστοριογράφος πολλὰ ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς.