Εἰς ἔθνη ἐπέμπετο. Ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορῶσιν, ὡς ἔφθην εἰπὼν, ταῦτα οἰκονομεῖται· ἢ καὶ ἵνα μὴ δόξῃ φαντασία τις εἶναι, εἶπε, Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Ἐγένετο δὲ φωνὴ πρὸς αὐτόν· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Τοῦτο δοκεῖ μὲν πρὸς αὐτὸν λέγεσθαι· τὸ δὲ πᾶν πρὸς Ἰουδαίους λέγεται. Εἰ γὰρ ὁ διδάσκαλος ἐπιτιμᾶται, πολλῷ μᾶλλον οὗτοι. Ἡ οὖν σινδὼν, τοῦτό ἐστιν ἡ γῆ· τὰ δὲ ἐν αὐτῇ θηρία, οἱ ἐξ ἐθνῶν· τὸ δὲ, Θῦσον καὶ φάγε, ὅτι κἀκείνοις δεῖ προσιέναι· τὸ δὲ τρίτον τοῦτο γενέσθαι, τὸ βάπτισμα δηλοῖ. Μηδαμῶς, Κύριε, οὐδέποτε ἔφαγον κοινὸν ἢ ἀκάθαρτον. Καὶ διὰ τί, φησὶν, ἀντεῖπεν; Ἵνα μή τις εἴπῃ, ὅτι ἐπείραζεν ὁ Θεὸς αὐτὸν, ὥσπερ ἐπὶ τοῦ Ἀβραὰμ, ὅτε ἐκελεύετο τὸν υἱὸν θυσίαν ἀνενεγκεῖν· ὡς ἐπὶ τοῦ Φιλίππου, ὅτε, Πόσους ἄρτους ἔχετε; ὑπὸ τοῦ Χριστοῦ ἠρωτήθη· οὐχ ἵνα μάθῃ, ἀλλὰ πειράζων αὐτόν. Καὶ μὴν ἐν τῷ νόμῳ περὶ καθαρῶν καὶ ἀκαθάρτων διεστείλατο Μωϋσῆς τῶν τε ἐν γῇ τῶν τε ἐν θαλάσσῃ· καὶ ὅμως οὐδὲ οὕτως ᾔδει. Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος, τί ἂν εἴη τὸ ὅραμα, ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, καὶ φωνήσαντες, ἐπυνθάνοντο, εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.