Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς Πράξεις τῶν Ἀποστόλων

Ἰωάννης ὁ Χρυσόστομος

Ο Διωγμός από τον Ηρώδη και η Διάσωση του Πέτρου (Ομιλίες ΚΣΤ'-ΚΖ')

Αναλύεται η θανάτωση του Ιακώβου, η σύλληψη και η θαυματουργική απελευθέρωση του Πέτρου μέσω αγγέλου, καθώς και η θεία τιμωρία του Ηρώδη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 21

ΟΜΙΛΙΑ Κϛʹ. Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον.

Ἦσαν δὲ αἱ ἡμέραι τῶν Ἀζύμων. αʹ. Ποῖον ἐκεῖνον λέγει καιρόν; Πάντως τὸν ἐφεξῆς. Ἀλλ᾽ ἐνταῦθα μὲν οὕτως, ἀλλαχοῦ δὲ ἑτέρως. Ὅταν γὰρ ὁ Ματθαῖος λέγῃ· Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης κηρύσσων, οὐ τὰς ἐφεξῆς ἡμέρας δηλῶν λέγει, ἀλλ᾽ ἐκείνας, ἐν αἷς ἔμελλε γίνεσθαι ἅπερ διηγεῖται. Ἔθος γὰρ τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ, καὶ ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ἐκτιθέναι, ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ὡς ἐφεξῆς ἀπαγγέλλειν. Καλῶς δὲ λέγει, ὅτι Ἡρώδης ὁ βασιλεύς· οὗτος γὰρ οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ.

Ἰδοὺ πειρασμὸς ἕτερος. Καὶ ὅρα, ὅπερ ἐξ ἀρχῆς εἶπον, πῶς τὰ πράγματα πλέκεται, πῶς δι᾽ ἀνέσεως καὶ θλίψεως πάντα ὑφαίνεται. Οὐκ ἔτι Ἰουδαῖοι, οὐδὲ τὸ συνέδριον· ἀλλ᾽ ὁ βασιλεὺς ἐπιβάλλει τὰς χεῖρας εἰς τὸ κακῶσαι. Μείζων ἡ ἐξουσία, χαλεπώτερος ὁ πόλεμος, ὅσῳ καὶ πρὸς χάριν ἐγίνετο τοῖς Ἰουδαίοις. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Ἁπλῶς καὶ ὡς ἔτυχεν. Εἰ δέ τις ζητοίη, διὰ τί συνεχώρησεν ὁ Θεός; ἐροῦμεν, ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν, πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ καὶ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ, διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· καὶ τρίτον, δεικνὺς, ὅτι κατὰ συγχώρησιν αὐτοῦ γέγονε τοῦτο. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ὢ τῆς μιαρίας τῆς πολλῆς! Ὑπὲρ τίνων αὐτοῖς ἐχαρίζετο, φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ; Ἦν δὲ ἡμέρα τῶν Ἀζύμων.

Πάλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνελεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ τοιαῦτα ἔπραττον. Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν. Καὶ τοῦ θυμοῦ τοῦτο ἦν καὶ τοῦ δέους. Ἀνεῖλε, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Εἶδες αὐτῶν τὴν ἀνδρείαν;

Ἵνα γὰρ μηδεὶς λέγῃ, ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο ἀναιρεθῆναι συγχωρεῖ, καὶ τοὺς κορυφαίους μάλιστα, πείθων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει.

Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγών. Καὶ τὸ ἐκεῖνον γὰρ ἀναιρεθῆναι, περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι. Ὅτε δὲ ἔμελλε προάγειν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι. Πατάξας τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν, λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὅρα, κατ᾽ ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε. Καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι, ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅμως ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον· εἰ μὴ τοῦτο γέγονε, πολλῷ πλέον· οὕτω παρετάττετο πρὸς τὸν θάνατον.

Τὸ γοῦν πολλὰς ἡμέρας ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει. Καὶ διὰ τί, φησὶν, οὐκ ἀφῆκεν αὐτὸν εἰς τὰς χεῖρας ἐμπεσεῖν Ἡρώδου, καὶ τότε ἐξήρπασεν; Ὅτι ἐκεῖνο μὲν εἰς ἔκπληξιν ἤγαγεν ἄν· τοῦτο δὲ ὑπὲρ αὐτῶν ἐγένετο. Οὐκ ἂν γὰρ ἐνομίσθησαν ἄνθρωποι εἶναι, εἰ θεοπρεπῶς πάντα ἐποίει. Ἐπὶ δὲ τοῦ Στεφάνου τί οὐκ ἐποίησεν; οὐχ ὡς ἀγγέλου τὸ πρόσωπον αὐτοῖς ἔδειξε; Τί δὲ ὅλως ἐνέλιπε καὶ ἐνταῦθα;

Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Πάλιν ἐνταῦθα δείκνυσιν, ὅτι οὐ κακουργίᾳ γέγονεν· οὐδεὶς γὰρ ἐπειγόμενος καὶ διορύξαι βουλόμενος, τοσαύτην ποιεῖται σπουδὴν, ὥστε καὶ τὰ σανδάλια αὐτοῦ λαβεῖν, ὥστε καὶ ζώσασθαι. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδει, ὅτι ἀληθές ἐστι τὸ γινόμενον ὑπὸ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς. Ἰδοὺ δεύτερον σημεῖον. Ὅτε ἀπέστη ὁ ἄγγελος, τότε ἐνόησεν ὁ Πέτρος. Καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ ἀπέστη. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ, εἶπε· Νῦν οἶδα, ὅτι ἀληθῶς ἐξαπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.

Νῦν ἔγνων, φησὶν, οὐ τότε. Διὰ τί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστιν ὁ Πέτρος ἐν αἰσθήσει τῶν γινομένων, καίτοι ἤδη τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς, ὅτε οἱ πάντες ἀπελύθησαν; Ἀθρόον βούλεται τὴν ἀπαλλαγὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι τότε τὴν αἴσθησιν λαβεῖν. Τὸ τὰς ἁλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, μέγα τεκμήριον τοῦ μὴ φυγεῖν. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα. Ὅρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα, ἀλλὰ πρότερον εὐαγγελιζόμενον τοὺς αὐτοῦ. Εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτήν· Μαίνῃ. Ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν.

βʹ. Ὅρα καὶ τὰς παιδίσκας εὐλαβείας γεμούσας. Ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Ἡ μὲν, φησὶ, διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ ἔλεγον· Ὁ ἄγγελος αὐτοῦ ἐστιν.

Ὁ δὲ Πέτρος ἐπέμενε κρούων. Ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς, πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπε δέ· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. Ἴδωμεν οὖν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰρημένων. Κατ᾽ ἐκεῖνον τὸν καιρὸν, φησὶν, ἐπέβαλε τὰς χεῖρας ὁ βασιλεὺς Ἡρώδης κακῶσαί τινας ἀπὸ τῆς Ἐκκλησίας. Καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως πᾶσιν ἐπῄει. Τοῦτό ἐστιν ὁ ἔλεγεν ὁ Χριστός· Τὸ μὲν ποτήριον, ὃ μέλλω πίνειν, πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε.

Ἀνεῖλε δὲ, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ πῶς, φησὶ, τὸν Πέτρον οὐκ εὐθέως ἀνεῖλεν; Εἶπε τὴν αἰτίαν ὁ συγγραφεύς· Ἡμέραι γὰρ, φησὶν, ἦσαν τῶν Ἀζύμων· καὶ μᾶλλον αὐτοῦ ἐμπομπεῦσαι ἐβούλετο τῇ σφαγῇ. Αὐτοὶ μὲν οὖν ἀπὸ τῆς παραινέσεως τῆς Γαμαλιήλου ἐπεῖχον λοιπὸν ἑαυτοὺς τῶν φόνων· ἄλλως δὲ οὐδὲ αἰτίας εὕρισκον· δι᾽ ἑτέρων δὲ αὐτὰ κατεσκεύαζον. Ἐπεὶ δὲ καὶ ἕτερος Ἰάκωβος ἦν, ὁ ἀδελφὸς τοῦ Κυρίου, διὰ τοῦτο ἐπεσημήνατο εἰπών· Τὸν ἀδελφὸν Ἰωάννου. Ὁρᾷς, ὅτι τὸ κεφάλαιον ἐν τούτοις ἦν τοῖς τρισὶ, μάλιστα δὲ Πέτρου καὶ Ἰακώβου; Τοῦτο μάλιστα κατάκρισις αὐτῶν ἦν· Οὐκ ἔτι γὰρ ἀνθρώπινον τὸ κήρυγμα ἐδείκνυτο, καὶ ὄντως ἐκεῖνο ἐπληροῦτο, ὅτι Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι, φησὶ, τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ἀρεστὸν φόνος, καὶ φόνος ἄδικος. Πολλὴ ἡ ἄνοια τοῦ Ἡρώδου· ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο. Δέον γὰρ τοὐναντίον ποιεῖν, καὶ ἐγκόπτειν αὐτῶν τὴν ὁρμήν· ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὢν τῶν νοσούντων, ἀλλ᾽ οὐκ ἰατρός· καίτοι μυρία παραδείγματα ἔχων καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου, καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν πόλεμον ἤγειρε χαλεπόν. Ὃν καὶ πιάσας, φησὶν, ἔθετο εἰς φυλακήν.

Ἐφοβεῖτο, μὴ διὰ τὸν φόνον τοῦ Ἰακώβου ἀναχωρήσῃ ὁ Πέτρος, καὶ βουλόμενος ἔχειν αὐτὸν ἐν ἀσφαλεῖ, ἐνέβαλε τῷ δεσμωτηρίῳ. Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδειξις. Τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου, δοκιμωτέρου μᾶλλον ἐντεῦθεν γενομένου, καὶ τὴν ἀνδρείαν τὴν οἰκείαν ἐπιδεικνῦντος.

Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς γινομένη. Φιλοστοργίας δεῖγμα ἡ προσευχή. Πατέρα πάντες ἐζήτουν, πατέρα ἥμερον. Ἐκτενὴς, φησὶν, ἦν προσευχὴ γινομένη ὑπὲρ αὐτοῦ. Ἀκούσατε, πῶς διέκειντο περὶ τοὺς διδασκάλους. Οὐκ ἐστασίασαν, οὐκ ἐθορυβήθησαν, ἀλλ᾽ ἐπὶ εὐχὴν ἐτράπησαν, τὴν ὄντως συμμαχίαν τὴν ἄμαχον, ἐπ᾽ αὐτὴν κατέφυγον. Οὐκ ἔλεγον· Ὁ ταπεινὸς ἐγὼ καὶ οὐδαμινὸς ὑπὲρ ἐκείνου εὔχομαι! ἐπειδὴ γὰρ ἀγάπῃ ἐποίουν, οὐδὲν τούτων ἐλογίζοντο. Βούλει μαθεῖν πόσα εἰργάσαντο καὶ ἄκοντες; Ἐκείνους δοκιμωτέρους ἀπέδειξαν, τούτους σπουδαιοτέρους ἐποίησαν. Καὶ ὅρα ἐν τῇ ἑορτῇ τοὺς πειρασμοὺς ἐπαγομένους, ἵνα δοκιμώτεροι φανῶσιν οὗτοι. Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρώδης, φησὶ, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος καθεύδων.

Ὅρα τὸν Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ. Αὐτῇ τῇ νυκτὶ, ᾗ προάγεσθαι ἔμελλεν, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν. Οὐχ ἁπλῶς δὲ ἐκάθευδεν, ἀλλὰ μέσον στρατιωτῶν καὶ δεδεμένος. Μεταξὺ γὰρ, φησὶ, δύο στρατιωτῶν κοιμώμενος ἦν, δεδεμένος ἁλύσεσι δυσίν. Ὁρᾷς, πῶς ἀκριβὴς ἡ φυλακή; Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, φησὶ, λέγων· Ἀνάστα ἐν τάχει. Συγκαθεύδοντες ἦσαν οἱ φύλακες· διὸ καὶ τῶν γινομένων οὐδὲν ἐπαισθάνονται.

Φῶς δὲ ἔλαμψεν, ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντασίαν εἶναι. Ὡς ἂν δὲ μὴ ῥᾳθυμήσῃ, καὶ τὴν πλευρὰν πατάσσεται. Καὶ οὐχ ἁπλῶς ἀκούει· Ἀνάστα· ἀλλ᾽, Ἐν τάχει, μετὰ προσθήκης· οὕτω βαθέως ἐκάθευδεν. Ἐδόκει δὲ ὅραμα βλέπειν, φησί. Διῆλθε δὲ πρώτην καὶ δευτέραν φυλακήν. Ποῦ νῦν εἰσιν οἱ αἱρετικοί; Πῶς διῆλθεν, εἰπάτωσαν ἡμῖν· ἀλλ᾽ οὐκ ἂν ἔχοιεν. Καίτοι διὰ τοῦτο αὐτὸν καὶ ζώσασθαι κελεύει καὶ ὑποδήσασθαι, καὶ τούτῳ πείθων αὐτὸν, ὅτι οὐκ ἔστι φάντασμα· καὶ ἵνα ἀποτινάξηται τὸν ὕπνον, καὶ γνῷ, ὅτι ἀληθές ἐστι. Διὰ τοῦτο καὶ εὐθέως ἀπέπεσον αὐτοῦ αἱ ἁλύσεις ἀπὸ τῶν χειρῶν, καὶ, Ἀνάστα ἐν τάχει, ἀκούει. Οὐ θορυβοῦντος δέ ἐστι τοῦτο, ἀλλὰ πείθοντος μὴ ἀναβάλλεσθαι.

Καὶ οὐκ ᾔδει, φησὶν, ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. Εἰκότως, διὰ τὴν ὑπερβολὴν τῶν γινομένων. γʹ. Ὁρᾷς πόσον ἐστὶν ὑπερβολὴ σημείου; πῶς ἐκπλήττει τὸν ὁρῶντα; πῶς οὐκ ἀφίησι πιστευθῆναι; Εἰ γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν ἐν τοσούτῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος· τί ἕτερος μὴ ἔπαθεν ἄν; Διελθόντες δὲ, φησὶ, πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ. Τὰ μέντοι ἔνδον γενόμενα θαυμασιώτερα ἦν· τοῦτο δὲ λοιπὸν ἀνθρωπινώτερον. Ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγγελος. Οὐ γὰρ ἂν προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυμάτων· ὄντως γὰρ, ὄντως ἔκπληξις ἦν. Νῦν ἔγνων, φησὶν, ὅτι ἀληθῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν, οὐχὶ τότε, ὅτε ἐν τῷ δεσμῷ ἤμην.

Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου, φησί. Τί ἐστι, Συνιδών; Λογισάμενος ὅπου ἐστίν. Ἢ τοίνυν τοῦτο συνεῖδεν· ἢ ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ᾽ ἀμείψασθαι τὸν εὐεργέτην· ὃ καὶ συνιδὼν ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας. Τίς ἐστιν οὗτος ὁ Ἰωάννης; Ἴσως ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν.

Ὅρα ὅσον ἐστὶν ἀγαθὸν ἡ θλῖψις, πόσον εὐχόμενοι ἐν νυκτὶ ἤνυον, πῶς διεγηγερμένους αὐτοὺς εἰργάσατο. Εἶδες τοῦ φόνου Στεφάνου ὅσον τὸ κέρδος; εἶδες τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια; Οὐ γὰρ δὴ ἐπεξιὼν ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς, μέγα δείκνυσιν τὸ Εὐαγγέλιον· ἀλλ᾽ ἐν αὐτοῖς τοῖς ἀδικοῦσιν, οὐδὲν ἐκείνων πασχόντων δεινὸν, αὐτὰς καθ᾽ ἑαυτὰς τὰς θλίψεις δείκνυσι μέγα οὔσας, ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν. Σκόπει δὲ πῶς καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν. Ἀπὸ τῆς χαρᾶς, φησὶν, οὐκ ἤνοιξε. Καλῶς καὶ τοῦτο γέγονε, ἵνα μὴ καὶ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ᾽ ἐγγυμνασθῇ αὐτῶν ἡ διάνοια.

Καὶ ὅπερ ἔθος ἡμῖν ποιεῖν, εὑρέθη πράττουσα καὶ αὐτή· ἵνα γὰρ αὐτὴ τὰ εὐαγγέλια κομίσῃ ἐσπούδαζεν· ὄντως γὰρ εὐαγγέλια ἦν. Οἱ δὲ εἶπον πρὸς αὐτήν· Μαίνῃ· ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ εἶπον, ὅτι Ἄγγελος αὐτοῦ ἐστιν. Ἐκ τούτου ἀληθὲς, ὅτι ἕκαστος ἡμῶν ἄγγελον ἔχει. Καὶ πόθεν ἐπῆλθεν αὐτοῖς ἄγγελον εἶναι τότε ὑπονοῆσαι; Ἀπὸ τοῦ καιροῦ τοῦτο ὑπώπτευσαν. Ὡς δὲ ἐπέμενε κρούων, φησὶν, ἀνοίξαντες εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Ὁ δὲ κατασείσας τῇ χειρὶ, ἡσυχίαν πολλὴν ἐποίησεν, ὥστε ἀκοῦσαι τὰ παρ᾽ αὐτοῦ. Ποθεινότερος πολλῷ λοιπὸν ἦν τοῖς μαθηταῖς, οὐ τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἐπελθεῖν. Μανθάνουσι λοιπὸν καὶ οἱ οἰκεῖοι πάντα σαφῶς· μανθάνουσι καὶ οἱ ἀλλότριοι, εἴ γε ἤθελον πιστεῦσαι· ἀλλ᾽ οὐκ ἠθέλησαν.

Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἀπαγγείλατε, φησὶν, Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Ὅρα, πῶς οὐκ ἔστι κενόδοξος. Οὐ γὰρ εἶπε· Τοῖς ἁπανταχοῦ δῆλα ποιήσατε ταῦτα· ἀλλὰ, Τοῖς ἀδελφοῖς. Καὶ ἀνεχώρησεν εἰς ἕτερον τόπον. Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβα[λ]λεν ἑαυτόν· ἐπεὶ ὅτε καὶ τοῦτο ἐκελεύσθησαν, ἐποίησαν. Εἰσελθόντες γὰρ, φησὶν, ἐν τῷ ἱερῷ λαλεῖτε τῷ λαῷ. Ἤκουσαν, καὶ εὐθέως ἐπείσθησαν. Τοῦτο δὲ οὐκ εἶπεν ὁ ἄγγελος, ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι. Καὶ τοῦτο δὲ γίνεται, ἵνα μάθωμεν ὅτι καὶ ἀνθρωπίνως πολλὰ ᾠκονόμηται, ὥστε μὴ περιπεσεῖν πάλιν αὐτόν. Ἵνα γὰρ μὴ εἴπωσιν, ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι μετὰ τὸ ἀπελθεῖν, πρότερον τοῦτο λέγουσι· καὶ τότε αὐτὸν ὁρῶσιν ἀνατρέποντα τὴν δόξαν ἐκείνην.

Ὁ ἄγγελος εἰ ἦν, οὐκ ἂν ἔκρουσε τὴν θύραν, οὐκ ἂν ἀνεχώρησεν εἰς ἕτερον τόπον. Πιστοῦται δὲ αὐτοὺς καὶ τὸ μὴ ἐν ἡμέρᾳ γενέσθαι. Οἱ μὲν λελυμένοι ἐν εὐχαῖς ἦσαν· ὁ δὲ δεδεμένος ἐν ὕπνῳ, εἰ ἐνόμιζεν ἀληθὲς εἶναι τὸ γινόμενον, κἂν ἐξεπλάγη, κἂν οὐκ ἐμνημόνευσε· νῦν δὲ ὡς ἐν ὀνείρῳ ὁρῶν, ἀτάραχος ἦν. Ἦλθον, φησὶν, ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν. Ὅρα καὶ πῶς ἰσχυρὰ ἦν. Διελθόντες δὲ, φησὶ, πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν.

Καὶ διὰ τί μὴ δι᾽ ἑαυτῶν, φησὶ, τοῦτο γίνεται; Διὰ τί; Ὅτι καὶ τούτῳ τιμᾷ αὐτοὺς ὁ Θεὸς, τῷ δι᾽ ἀγγέλων αὐτοὺς ἐξαρπάζειν. Τί οὖν; ἐπὶ Παύλου οὐχ οὕτω γέγονεν; Ἐκεῖ δικαίως, ὅτι πιστεῦσαι ἔδει τὸν δεσμοφύλακα, ἐνταῦθα δὲ ἀπαλλαγῆναι τὸν Ἀπόστολον μόνον· ἄλλως δὲ καὶ διαφόρως ἅπαντα ὁ Θεὸς οἰκονομεῖ.

Ἐκεῖ μὲν Παῦλος ὑμνεῖ, ἐνταῦθα δὲ Πέτρος ἐκάθευδε. Μὴ τοίνυν κρύπτωμεν τὰ θαύματα τοῦ Θεοῦ, ἀλλὰ καὶ ὑπὲρ τῆς ἡμετέρας ὠφελείας ταῦτα σπουδάζωμεν ἐκπομπεύειν, καὶ εἰς τὴν τῶν ἄλλων οἰκοδομήν. Ὥσπερ γάρ ἐστι θαυμαστὸς ἑλόμενος δεσμευθῆναι, οὕτω θαυμαστότερος μὴ πρότερον ἀναχωρήσας, ἕως ὅτε τοῖς οἰκείοις πάντα ἀπήγγειλε. Καὶ εἶπε, φησίν· Εἴπατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς.

Τί δήποτε κελεύει εἰπεῖν; Ἵνα χαρῶσιν, ἵνα μὴ μεριμνῶσιν, ἵνα διὰ τούτων ἐκεῖνοι μανθάνωσιν, οὐκ αὐτοὶ δι᾽ ἐκείνων· οὕτω τοῦ ταπεινοτέρου μέρους ἐφρόντιζεν. Οὐδὲν ἄρα θλίψεως συμμέτρου βέλτιον. Ποίαν οἴει τὴν ἐκείνων εἶναι τότε ψυχήν; πόσης ἡδονῆς γέμειν;

Ποῦ νῦν αἱ γυναῖκες αἱ διὰ πάσης καθεύδουσαι νυκτός; ποῦ δὲ οἱ ἄνδρες οἱ μηδὲ μεταστρεφόμενοι ἐπὶ τῆς κλίνης; Ὁρᾷς νήφουσαν ψυχήν; Μετὰ γυναικῶν καὶ παίδων καὶ παιδισκῶν τὸν Θεὸν ὕμνουν, καθαρώτεροι τοῦ οὐρανοῦ τῇ θλίψει γενόμενοι. Νῦν δὲ, ἂν μικρὸν ἴδωμεν κίνδυνον, ἀναπίπτομεν. Οὐδὲν τῆς ἐκκλησίας ἐκείνης λαμπρότερον ἦν. Μιμησώμεθα τούτους, ζηλώσωμεν. Οὐ διὰ τοῦτο γέγονεν ἡ νὺξ, ἵνα διαπαντὸς καθεύδωμεν καὶ ἀργῶμεν. Καὶ τοῦτο μαρτυροῦσιν οἱ χειροτέχναι, οἱ ὀνηλάται, οἱ ἔμποροι, ἡ Ἐκκλησία τοῦ Θεοῦ ἐκ μέσων ἀνισταμένη νυκτῶν. Ἀνάστηθι καὶ σὺ, καὶ ἴδε τῶν ἄστρων τὴν χορείαν, τὴν βαθεῖαν σιγὴν, τὴν ἡσυχίαν τὴν πολλήν· ἐκπλάγηθι τοῦ Δεσπότου σου τὴν οἰκονομίαν.

Καθαρωτέρα τότε ἐστὶν ἡ ψυχή· κουφοτέρα καὶ λεπτοτέρα μᾶλλόν ἐστι, μετέωρος καὶ κούφη· τὸ σκότος αὐτὸ, ἡ σιγὴ ἡ πολλὴ εἰς κατάνυξιν ἀγαγεῖν ἱκανά. Ἂν δὲ καὶ τὸν οὐρανὸν ἴδῃς τοῖς ἄστροις ὥσπερ τισὶ μυρίοις κατεστιγμένον ὀφθαλμοῖς, πᾶσαν ἡδονὴν καρπώσῃ, ἔννοιαν λαβὼν εὐθὺς τοῦ Δημιουργοῦ. Ἂν ἐννοήσῃς, ὅτι οἱ μεθ᾽ ἡμέραν κράζοντες, γελῶντες, σκιρτῶντες, πηδῶντες, ἀδικοῦντες, πλεονεκτοῦντες, ἀπειλοῦντες, μυρία ἐπανατεινόμενοι δεινὰ, οὗτοι νῦν τῶν νεκρῶν οὐδὲν διαφέρουσι, καταγνώσῃ τῆς ἀνθρωπίνης αὐθαδείας ἁπάσης. Ὕπνος ἐπῆλθε, καὶ τὴν φύσιν ἤλεγξεν· εἰκών ἐστι θανάτου, εἰκών ἐστι συντελείας. Ἂν διακύψῃς εἰς τὸν στενωπὸν, οὐκ ἀκούσῃ οὐδὲ φωνῆς· ἂν ἴδῃς εἰς τὴν οἰκίαν, πάντας ὄψει καθάπερ ἐν τάφῳ κειμένους. Ταῦτα πάντα ἱκανά ἐστι διαναστῆσαι ψυχὴν, καὶ εἰς ἔννοιαν συντελείας ἀγαγεῖν.

δʹ. Οὗτος δή μοι καὶ πρὸς ἄνδρας καὶ πρὸς γυναῖκας ὁ λόγος. Κάμψον τὰ γόνατα, στέναξον, παρακάλεσόν σου τὸν Δεσπότην ἵλεων γενέσθαι· μᾶλλον ἐπικάμπτεται ἐν νυκτεριναῖς εὐχαῖς, ὅταν τὸν καιρὸν τῆς ἀναπαύσεως σὺ θρήνων ποιῇ καιρόν. Ἀναμνήσθητι τοῦ βασιλέως οἷα ῥήματα ἔλεγεν· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὅσον ἂν ᾖς τρυφηλὸς, οὐκ εἶ τρυφηλότερος ἐκείνου· ὅσον ἂν ᾖς πλούσιος, οὐκ εἶ πλουσιώτερος τοῦ Δαυΐδ. Καὶ πάλιν ὁ αὐτός φησι· Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.

Τότε οὐ κενοδοξία παρενοχλεῖ· πῶς γὰρ, πάντων καθευδόντων καὶ οὐχ ὁρώντων; τότε οὐ ῥᾳθυμία καὶ χάσμη ἐπιτίθεται· πῶς γὰρ ὑπὸ τοσούτων τῆς ψυχῆς διεγειρομένης; Μετὰ τὰς τοιαύτας παννυχίδας καὶ ὕπνοι ἡδεῖς καὶ ἀποκαλύψεις θαυμασταί. Τοῦτο ποίησον καὶ σὺ ὁ ἀνὴρ, μὴ μόνη ἡ γυνή. Ἔστω ἐκκλησία ἡ οἰκία ἐξ ἀνδρῶν καὶ γυναικῶν συνεστηκυῖα. Μὴ γὰρ ὅτι σὺ μόνος εἶ ὁ ἀνὴρ, μηδὲ ὅτι αὕτη μόνη ἐστὶν ἡ γυνὴ, νομίσῃς κώλυμα εἶναι. Ὅπου γάρ εἰσι δύο εἰς τὸ ἐμὸν ὄνομα, φησὶ, συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.

Ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθός ἐστιν· ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀγγέλους εἶναι, ἀνάγκη καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας δυνάμεις. Οὐκ ἄρα μόνοι ἐστὲ τὸν πάντων ἔχοντες Δεσπότην. Καὶ πάλιν ἄκουε τοῦ προφήτου λέγοντος· Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Οὐδὲν ἀσθενέστερον πολλῶν παρανόμων, οὐδὲν ἰσχυρότερον ἑνὸς κατὰ νόμον Θεοῦ ζῶντος.

Εἴ σοι καὶ παιδία ἐστὶ, διανάστησον καὶ τὰ παιδία, καὶ γενέσθω διὰ πάντων ἡ οἰκία ἐκκλησία διὰ τῆς νυκτός· ἂν δὲ ἁπαλὰ ᾖ, καὶ μὴ φέρῃ τὴν ἀγρυπνίαν, μέχρι μιᾶς εὐχῆς καὶ δευτέρας, καὶ κατάπαυσον· μόνον διανάστηθι, μόνον ἐν συνηθείᾳ κατάστησον σαυτόν. Οὐδὲν τοῦ ταμείου βέλτιον ἐκείνου τοῦ τοιαύτας εὐχὰς δεχομένου.

Ἄκουε τοῦ προφήτου λέγοντος· Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ἀλλὰ κέκμηκα, φησὶ, μεθ᾽ ἡμέραν πολλὰ, καὶ οὐ δύναμαι. Σκῆψις ταῦτα καὶ πρόφασις· ὅσα γὰρ ἂν κάμῃς, οὐ πονήσεις ὡς ὁ χαλκοτύπος σφῦραν οὕτω βαρεῖαν καταφέρων ἀπὸ πολλοῦ τοῦ ὕψους ἐπὶ τοὺς σπινθῆρας, καὶ τὸν καπνὸν ὅλῳ δεχόμενος τῷ σώματι· καὶ ὅμως τὸ πλέον ἐκεῖνος τῆς νυκτὸς εἰς τοῦτο ἀναλίσκει.

Ἴστε καὶ γυναῖκες, εἴποτε εἰς ἀγρὸν ἡμῖν γέγονεν ἀνάγκη βαδίσαι, ἢ εἰς παννυχίδα προελθεῖν, πῶς δι᾽ ὅλης τῆς νυκτὸς ἀγρυπνοῦσι. Καί σοι τοίνυν χαλκεῖον ἔστω πνευματικὸν, οὐχ ὥστε χύτρας οὐδὲ λέβητας, ἀλλὰ τὴν ψυχὴν κατασκευάσαι τὴν σὴν, ἣ καὶ χαλκοτύπου καὶ χρυσοχόου πολλῷ βελτίων. Τὴν παλαιὰν γενομένην τοῖς ἁμαρτήμασιν εἰσάγαγε εἰς τὸ χωνευτήριον τῆς ἐξομολογήσεως· τὴν σφῦραν κατένεγκαι ἀπὸ πολλοῦ τοῦ ὕψους· τουτέστι, τῶν ῥημάτων τὴν κατάγνωσιν· ἄναψον τὸ πῦρ τοῦ Πνεύματος. Πολλῷ μείζονα τέχνην ἔχεις. Οὐ χρυσᾶ σκεύη ῥυθμίζεις, ἀλλὰ τὴν παντὸς χρυσίου τιμιωτέραν ψυχὴν, καθάπερ ὁ χαλκεὺς τὸ σκεῦος. Οὐ γὰρ σωματικὸν σκεῦος ῥυθμίζεις, ἀλλὰ τὴν ψυχὴν ἀπαλλάττεις τῆς φαντασίας πάσης τῆς βιωτικῆς.

Παρακείσθω σοι λύχνος, οὐχ οὗτος ὁ καιόμενος, ἀλλ᾽ ὃν ὁ προφήτης λέγων εἶχε· Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου. Πύρωσον διὰ τῆς εὐχῆς τὴν ψυχήν· ἂν ἴδῃς ἱκανῶς ἔχουσαν, ἐξάγαγε, τύπωσον πρὸς ὅπερ ἂν θέλῃς. Πίστευσόν μοι, οὐχ οὕτω τὸ πῦρ τὸν ἰὸν ἀποκαθαίρειν εἴωθεν, ὡς εὐχὴ νυκτερινὴ τὸν ἰὸν τῶν ἁμαρτημάτων τῶν ἡμετέρων. Αἰδεσθῶμεν, εἰ μηδένα ἄλλον, τοὺς νυκτερινοὺς φύλακας. Ἐκεῖνοι δι᾽ ἀνθρώπινον νόμον περιΐασιν ἐν κρυμῷ βοῶντες μεγάλα, καὶ διὰ τῶν στενωπῶν βαδίζοντες, βρεχόμενοι πολλάκις, πεπηγότες, διὰ σὲ καὶ τὴν σωτηρίαν τὴν σὴν, καὶ τὴν τῶν χρημάτων τῶν σῶν φυλακήν. Ἐκεῖνος ὑπὲρ τῶν χρημάτων σου τοσαύτην ποιεῖται πρόνοιαν· σὺ δὲ οὐδὲ ὑπὲρ τῆς ψυχῆς τῆς σῆς. Καὶ μὴν ἐγὼ οὐκ ἀναγκάζω αἴθριον περιϊέναι καθάπερ ἐκεῖνος, οὐδὲ μεγάλα βοᾷν καὶ διαῤῥήγνυσθαι· ἀλλ᾽ ἐν αὐτῷ τῷ ταμείῳ ὢν, ἐν αὐτῷ τῷ κοιτῶνι, κάμψον τὰ γόνατα, παρακάλεσον τὸν Δεσπότην.

Διὰ τί αὐτὸς ὁ Χριστὸς διενυκτέρευεν ἐν τῷ ὄρει; οὐχ ἵνα τύπος ἡμῖν γένηται; Τότε ἀναπνεῖ τὰ φυτὰ, ἐν τῇ νυκτὶ λέγω· τότε καὶ ψυχὴ μάλιστα μᾶλλον ἐκείνων δρόσον δέχεται. Ἅπερ μεθ᾽ ἡμέραν ὁ ἥλιος κατέκαυσε, ταῦτα ἐν τῇ νυκτὶ καταψύχεται. Πάσης δρόσου μᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυμιῶν καὶ κατὰ πάσης φλεγμονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν τι παθεῖν. Ἂν δὲ μὴ τῆς δρόσου ἀπολαύσῃ ἐκείνης, μεθ᾽ ἡμέραν κατακαυθήσεται. Ἀλλὰ μὴ γένοιτο μηδένα ὑμῶν ὑπέκκαυμα τοῦ πυρὸς ἐκείνου γενέσθαι, ἀλλὰ ἀναψύξαντας καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσαντας, οὕτω πάντας ἡμᾶς ἐλευθερωθῆναι τοῦ φορτίου τῶν ἁμαρτημάτων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΖʹ. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβε.

αʹ. Πολλοὶ διαποροῦσι πῶς περιεῖδεν ὁ Θεὸς τότε δι᾽ αὐτὸν τοὺς παῖδας ἀναιρουμένους, καὶ νῦν πάλιν τοὺς στρατιώτας διὰ τὸν Πέτρον καίτοι γε δυνατὸν ἦν αὐτῷ μετὰ τοῦ Πέτρου κἀκείνους ἐξελέσθαι. Ἀλλ᾽ εἰ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου, ἐνομίσθη ἂν φυγῆς εἶναι τὸ πρᾶγμα. Τί οὖν οὐχ ἑτέρως ᾠκονόμησε, φησί; ποία γὰρ βλάβη γέγονε νῦν; Ἂν ἴδωμεν, ὅτι οἱ ἀδίκως τι παθόντες καὶ κακῶς οὐδὲν ἐβλάβησαν, οὐ ζητήσομεν ταῦτα. Διὰ τί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου, διὰ τί αὐτὸν οὐκ ἐξείλετο; Ἄλλως δὲ οὐκ ἦν οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὸ κατ᾽ ἀξίαν ἀπονεῖμαι ἑκάστῳ. Ἀλλ᾽ οὐδὲ ἐνέβαλλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος. Μᾶλλον οὖν αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι, ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἀπατηθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καλὸν δὲ καὶ αὐτῶν τῶν ῥημάτων ἀκοῦσαι τοῦ συγγραφέως. Γενομένης, φησὶν, ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι.

Καίτοι ἤκουσε παρ᾽ αὐτῶν (ἀνέκρινε γάρ), καὶ ὅτι αἱ ἁλύσεις ἀφέθησαν, καὶ ὅτι τὰ σανδάλια ἔλαβε, καὶ ὅτι μέχρι τῆς νυκτὸς ἐκείνης μετ᾽ αὐτῶν ἦν. Ἀλλὰ τί συνέκρυψαν; διὰ τί οὖν μὴ καὶ αὐτοὶ ἔφυγον; Καὶ μὴν αὐτὸν ἔδει θαυμάσαι, ἔδει καταπλαγῆναι τοῦτο. Λοιπὸν φανερὸν γίνεται πᾶσι διὰ τοῦ θανάτου τούτων, καὶ τοῦ Θεοῦ τὸ θαῦμα ἤ τε ἐκείνου κακία κατάδηλος. Ἀλλ᾽ ὅρα. πῶς οὗτος ταῦτα οὐ κρύπτει, ἀλλὰ καὶ μέμνηται ἱστορίας ὥστε διδάξαι ἡμᾶς. Εἶτά φησι· Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν.

Ἦν δὲ ὁ Ἡρώδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τε παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ διατρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς· ὁ δὲ δῆμος ἐπεφώνει· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου. Παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ᾽ ὧν οὐκ ἔδωκε δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν. Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν. Εὐθέως ἡ δίκη κατέλαβεν αὐτὸν, εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ μεγαληγορίαν. Καὶ μὴν εἰ ἐκεῖνοι, φησὶν, ἐβόησαν, τί πρὸς τοῦτον; Ὅτι κατεδέξατο τὴν φωνὴν, ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας. Διὰ τούτου ἐκεῖνοι μάλιστα παιδεύονται οἱ κολακεύοντες εἰκῇ.

Ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμωρίας, τοῦτον δὲ κολαζόμενον. Οὐ γάρ ἐστι νῦν τῆς κρίσεως ὁ καιρὸς, ἀλλὰ τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει, ἐκείνους ἀφιεὶς ἀπὸ τούτου κερδάναι. Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, φησὶ, καὶ ἐπληθύνετο· τουτέστι, τούτου γενομένου. Εἶδες Θεοῦ οἰκονομίαν; Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Σιμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναῆν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Ἔτι Βαρνάβα πρῶτον μνημονεύει· οὔπω γὰρ Παῦλος ἦν λαμπρὸς, οὔπω σημεῖον οὐδὲν εἰργάσατο. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς· τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. Τί ἐστι, Λειτουργούντων;

Κηρυττόντων. Ἀφορίσατέ μοι, φησὶ, τὸν Βαρνάβαν καὶ Σαῦλον. Τί ἐστιν, Ἀφορίσατέ μοι; Εἰς τὸ ἔργον, εἰς τὴν ἀποστολήν. Ὅρα πάλιν ὑπὸ τίνων χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ Μαναῆ· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος. Ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ γυμνοτέρα ἡ τοῦ Θεοῦ φαίνεται χάρις. Χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ᾽ ἐξουσίας κηρύττειν.

Πῶς οὖν αὐτός φησιν· Οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπων; Τὸ μὲν, Οὐκ ἀπ᾽ ἀνθρώπων, εἶπεν, ἵνα δηλώσῃ, ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν οὐδὲ προσηγάγετο· τὸ δὲ, Δι᾽ ἀνθρώπων, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ᾽ ὑπὸ τοῦ Πνεύματος. Διὸ καὶ οὕτως ἐπήγαγεν· Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἐπέπλευσαν εἰς τὴν Κύπρον. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἡμέρας δὲ γενομένης, φησὶν, ἦν τάραχος οὐκ ὀλίγος διὰ τὸν Πέτρον, καὶ ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι. Οὕτως οὐκ ᾔσθετο, ὅτι καὶ κολάζειν ἀδίκως ἐπιχειρεῖ. Ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον. Τὰ δεσμὰ ἦν, οἱ φύλακες ἔνδον, τὸ δεσμωτήριον κεκλεισμένον, οὐδαμοῦ τοῖχος διορωρυγμένος, πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπαστος ὁ ἄνθρωπος γέγονε, διὰ τί αὐτοὺς καταδικάζεις; εἰ ἤθελον ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον. Ἀλλὰ χρήματα ἔλαβον; Πόθεν ὁ μηδὲ πένητι δοῦναι ἔχων, τούτοις ἐδίδου; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἁλύσεις, οὐδὲ λελυμέναι ἦσαν. Ἔδει ἰδεῖν, ὅτι θεῖον τὸ πρᾶγμα ἦν καὶ οὐκ ἀνθρώπινον. Εἶτα ἐπειδὴ ἱστορίας ἔμελλε μεμνῆσθαι λοιπὸν, διὰ τοῦτο καὶ τὰ ὀνόματα τίθησιν, ἵνα δειχθῇ πάντα ἐπαληθεύων. Καὶ πείσαντες Βλάστον, φησὶ, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην. Τοῦτο ποιοῦσιν, ἐπειδὴ λιμὸς ἦν. Τακτῇ δὲ ἡμέρᾳ καθίσας ὁ Ἡρώδης ἐπὶ τοῦ βήματος ἐδημηγόρει, φησί.

Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου· καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξε.

βʹ. Τοῦτο καὶ Ἰώσηπος λέγει, ὅτι μακρᾷ περιέπεσε νόσῳ. Οἱ μὲν οὖν πολλοὶ τοῦτο οὐκ ᾔδεσαν, ὁ δὲ ἀπόστολος αὐτὸ τίθησι. Πλὴν ἀλλὰ καὶ ἡ ἄγνοια ὠφέλει λογιζομένων αὐτῶν τῷ Ἰακώβου θανάτῳ καὶ τῷ τῶν στρατιωτῶν φόνῳ τὸ κατὰ τὸν Ἡρώδην συμβεβηκέναι. Ὅρα· ὅτε μὲν τὸν ἀπόστολον ἔσφαξεν, οὐδὲν τοιοῦτον εἰργάσατο, ὅτε δὲ τούτους, λοιπὸν ἐν ἀφασίᾳ ἦν. Ἅτε οὖν ἠπορηκὼς καὶ αἰσχυνόμενος κατῆλθεν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν. Ἐμοὶ δοκεῖ καὶ ἐκείνους ἀπαγαγεῖν βουλόμενος, πρὸς ἀπολογίαν ἦλθε τούτων· ὠργίζετο γὰρ ἐκείνοις τούτους οὕτω θεραπεύων. Ὅρα πῶς κενόδοξος ὁ ἄνθρωπός ἐστι. Μέλλων αὐτοῖς διδόναι τὴν δωρεὰν, ἐδημηγόρησεν. Ὁ δὲ Ἰώσηπός φησιν, ὅτι καὶ ἐσθῆτα λαμπρὰν ἐξ ἀργύρου πεποιημένην περιέκειτο.

Ὅρα καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν, καὶ τῶν ἀποστόλων τὸ φρόνημα. Ὃν γὰρ ἔθνος ὁλόκληρον ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον. Πάλιν δὲ γίνεται ἀνάπνευσις αὐτῶν μεγάλη, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας.

Εἰ δὲ οὗτος ἀκούσας, ὅτι Φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι γε μηδὲν εἰπὼν τοιαῦτα ἔπαθε· πολλῷ μᾶλλον ἂν ὁ Χριστὸς, εἰ μὴ Θεὸς ἦν αὐτὸς, ἀεὶ λέγων, ὅτι Τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἔστιν ἐμὰ, καὶ, Οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, καὶ ὅσα τοιαῦτα. Ἐκεῖνος δὲ αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέλυσε, καὶ οὐδὲ φαίνεται λοιπόν. Ὅρα δὲ αὐτὸν καὶ ὑπὸ τοῦ Βλάστου ἀναπειθόμενον, καὶ ἅτε δὴ ταλαίπωρον ὄντα εὐκόλως ὀργιζόμενον, καὶ πάλιν καταλλαττόμενον, καὶ πανταχοῦ δοῦλον τῶν δήμων, καὶ οὐδὲν ἐλεύθερον ἔχοντα. Σκόπει δὲ καὶ τὴν αὐθεντείαν τοῦ ἁγίου Πνεύματος. Λειτουργούντων δὲ αὐτῶν, φησὶ, τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον. Τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτῆς ἐξουσίας ὢν, ταῦτα εἰπεῖν; Τοῦτο δὲ γίνεται, ὥστε μὴ εἶναι αὐτοὺς κοινῇ μεθ᾽ ἑαυτῶν. Εἶδεν αὐτοὺς μείζονα δύναμιν ἔχοντας, καὶ πολλοῖς δυναμένους ἀρκέσαι. Πῶς δὲ αὐτοῖς εἶπεν; Διὰ προφητῶν ἴσως. Διὰ τοῦτο προλαβὼν εἶπεν, ὅτι καὶ προφῆται ἦσαν καὶ ἐνήστευον καὶ ἐλειτούργουν, ἵνα μάθῃς, ὅτι πολλῆς νήψεως χρεία ἦν.

Ἐν Ἀντιοχείᾳ χειροτονεῖται, ἔνθα κηρύττει. Διὰ τί μὴ εἶπε, Τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ᾽ Ἐμοί; Δείκνυσιν, ὅτι ἕν ἐστι τὸ τῆς ἐξουσίας καὶ τῆς δυνάμεως. Ὁρᾷς ὅσον ἡ νηστεία μέγα; Δείκνυσιν, ὅτι πάντα τὸ Πνεῦμα ἐποίει. Μέγα τι ἡ νηστεία ἀγαθόν· οὐχ ὅρῳ περιορίζεται.

Ὅτε χειροτονεῖν ἔδει, τότε νηστεύουσι· καὶ νηστεύουσιν αὐτοῖς εἶπε τὸ Πνεῦμα. Ἡ νηστεία δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὸ τρυφῆς ἀπέχεσθαι, νηστείας εἶδός ἐστι. Τοσοῦτον ἐπιτάττω μόνον ἐγώ· μὴ νηστεύσητε, ἀλλὰ τρυφῆς ἀπέχεσθε. Τροφὰς ζητῶμεν, μὴ διαφθοράν· τροφὰς ζητῶμεν, μὴ νόσων ὑποθέσεις, νόσων καὶ ψυχικῶν καὶ σωματικῶν· τροφὴν ζητῶμεν ἡδονὴν ἔχουσαν, μὴ τρυφὴν ἀηδίας γέμουσαν· τοῦτο τρυφὴ, ἐκεῖνο λύμη· τοῦτο ἡδονὴ, ἐκεῖνο πόνος· τοῦτο κατὰ φύσιν, ἐκεῖνο παρὰ φύσιν. Εἰπὲ γάρ μοι, εἴ τις ἔδωκέ σοι κώνειον πιεῖν, οὐχὶ παρὰ φύσιν ἦν; εἴ τις ξύλα καὶ λίθους, οὐκ ἂν ἀπεστράφης; Εἰκότως· παρὰ φύσιν γάρ ἐστι.

Τοιοῦτον καὶ ἡ τρυφή. Καθάπερ γὰρ ἐν πόλει πολιορκίας γενομένης πολὺς θόρυβος γίνεται καὶ τάραχος τῶν πολεμίων ἐπεισελθόντων· οὕτως ἐν τῇ ψυχῇ γίνεται, οἴνου καὶ τρυφῆς ἐπεισελθούσης. Τίνι οὐαὶ, τίνι θόρυβοι, τίνι ἀηδίαι καὶ λέσχαι, τίνι κρίσις; οὐχὶ τοῖς ἐγχρονίζουσιν ἐν οἴνοις; Τίνος πελιδινοὶ οἱ ὀφθαλμοί;

Ἀλλὰ γὰρ, ὅσα ἂν εἴπωμεν, οὐκ ἀποστήσομεν τοὺς περὶ τὴν τρυφὴν ἀπησχολημένους, ἂν μὴ πρὸς ἕτερον ἀντιστήσωμεν τὸ πάθος. Καὶ πρῶτον μὲν πρὸς τὰς γυναῖκας ἡμῖν ἔστω ὁ λόγος. Οὐδὲν αἰσχρότερον γυναικὸς τρυφώσης, οὐδὲν αἰσχρότερον μεθυούσης· ἀμαυροῦται αὐτῆς τὸ τῆς ὄψεως ἄνθος, θολοῦται τὸ γαληνὸν καὶ ἥμερον τῶν ὀφθαλμῶν, οἱονεὶ νεφέλης τινὸς ἀκτῖνας ὑποδραμούσης ἡλιακάς. Ἀνελεύθερον τὸ πρᾶγμα καὶ δουλικὸν, καὶ πάσης δυσγενείας ἀνάμεστον. Πῶς ἐστιν ἀηδὴς οἴνου ἀποπνέουσα γυνὴ ὀδωδότος, σεσηπότος· ἐρευγομένη κρεῶν διεφθορότων χυμὸν, βεβαρημένη καὶ διαναστῆναι μὴ δυναμένη, ἐρυθρὰ οὖσα τοῦ δέοντος πλέον, χάσμης γέμουσα καὶ ἀχλύος πολλῆς; Ἀλλ᾽ οὐκ ἐκείνη ἡ τρυφῆς ἀπεχομένη τοιαύτη· ἀλλὰ σεμνὴ καὶ σώφρων καὶ εὔμορφος. Καὶ γὰρ τῷ σώματι πολὺ περιτίθησι κάλλος τῆς ψυχῆς ἡ κατάστασις. Μὴ γὰρ δὴ νομίσῃς ἀπὸ τῶν σωματικῶν τύπων τοῦτο γίνεσθαι μόνον.

Δὸς εὔμορφον κόρην, τεταραγμένην, λάλον, λοίδορον, μέθυσον, πολυτελῆ, εἰ μὴ πάσης αἰσχρᾶς δυσειδεστέρα καθέστηκεν; Εἰ δὲ αἰσχύνοιτο, εἰ δὲ σιγῴη, εἰ δὲ ἐρυθριᾷν μανθάνοι, εἰ δὲ φθέγγεσθαι συμμέτρως, εἰ δὲ νηστείαις ἐσχολακέναι· διπλοῦν τὸ κάλλος, πλείων ἡ ὥρα, ποθεινοτέρα ἡ ὄψις, σωφροσύνης γέμουσα καὶ κοσμιότητος.

Βούλει λοιπὸν καὶ περὶ ἀνδρῶν εἴπωμεν; Τί τοῦ μεθύοντος αἰσχρότερον; Καταγέλαστος οἰκέταις, καταγέλαστος ἐχθροῖς, ἐλεεινὸς παρὰ φίλοις, μυρίας καταγνώσεως ἄξιος, θηρίον ἐστὶ μᾶλλον ἢ ἄνθρωπος· τὸ γὰρ πολλὰ σιτεῖσθαι, παρδάλεως, καὶ λέοντος, καὶ ἄρκτου ἐστίν. Εἰκότως· οὐ γὰρ ἔχουσιν ἐκεῖνα ψυχὴν λογικήν.

Καὶ μὴν κἀκεῖνα πλέον τοῦ δέοντος καὶ τοῦ μέτρου τοῦ παρὰ τῆς φύσεως αὐτοῖς ὡρισμένου σιτισθέντα, διέφθειρε τὸ πᾶν σῶμα· πόσῳ οὖν μᾶλλον ἡμεῖς; Διὰ τοῦτο ἡμῖν εἰς μικρὸν συνέστειλε τὴν γαστέρα ὁ Θεός· διὰ τοῦτο ὀλίγον μέτρον ὥρισε τροφῆς, ἵνα παιδεύσῃ ψυχῆς ἐπιμελεῖσθαι.

γʹ. Καταμάθωμεν αὐτὴν τὴν κατασκευὴν τὴν ἡμετέραν, καὶ ὀψόμεθα ἓν μόριον ἐν ἡμῖν ταύτην ἔχον τὴν ἐνέργειαν. Τὸ στόμα γὰρ ἡμῶν καὶ ἡ γλῶττα πρὸς ὕμνους ἀφώρισται, ὁ φάρυγξ πρὸς φωνήν. Διὰ τοῦτο καὶ ἀνάγκη τῆς φύσεως ἡμᾶς ἐγκατέδησεν, ἵνα μηδὲ ἄκοντες ἐμπίπτωμεν εἰς πολλὴν πραγματείαν. Ὡς εἴ γε ἡ τρυφὴ πόνους μὴ εἶχε, μηδὲ νόσους καὶ ἀῤῥωστίας, φορητὸν ἦν· νῦν δέ σοι τέθεικεν ὁροθέσια τῆς φύσεως, ἵνα μηδὲ βουλόμενος ὑπερβαίνῃς. Οὐχ ἡδονὴν ζητεῖς, ἀγαπητέ;

Τοῦτο παρὰ τῆς αὐταρκείας εὑρήσεις. Οὐχ ὑγείαν; καὶ τοῦτο· οὐχὶ ἀμεριμνίαν; καὶ τοῦτο· οὐχὶ ἐλευθερίαν; οὐχὶ ῥῶσιν σώματος, οὐχὶ εὐεξίαν, οὐχὶ νῆψιν ψυχῆς, οὐχὶ διέγερσιν; οὕτω πάντα τὰ καλὰ ἐνταῦθα· ἐν ἐκείνῃ δὲ τὰ ἐναντία, ἀηδία, καχεξία, νόσος, ἀνελευθερία, δαπάνη. Πόθεν οὖν, φησὶν, ἐπὶ ταύτην τρέχομεν ἅπαντες;

Ἀπὸ νόσου. Εἰπὲ γάρ μοι, διὰ τί τὸ βλάπτον ὁ νοσῶν ἐπιζητεῖ; οὐχὶ καὶ αὐτὸ τοῦτο τοῦ νοσεῖν σημεῖόν ἐστι; Διὰ τί ὁ χωλὸς μὴ ὀρθὰ βαδίζει; αὐτὸ δὲ τοῦτο οὐκ ἀπὸ ῥᾳθυμίας καὶ τοῦ μὴ βούλεσθαι παρὰ τὸν ἰατρὸν ἰέναι; Τῶν γὰρ πραγμάτων τὰ μὲν πρόσκαιρον ἡδονὴν ἔχει, διηνεκῆ δὲ τὴν κόλασιν· τὰ δὲ τοὐναντίον, τὴν μὲν καρτερίαν πρόσκαιρον, διηνεκῆ δὲ τὴν ἀπόλαυσιν. Ὁ τοίνυν οὕτω χαῦνος καὶ ῥᾴθυμος, ὥστε μὴ ὑπεριδεῖν τῶν παρόντων ἡδέων ὑπὲρ τῶν μελλόντων, ταχέως ἁλίσκεται.

Εἰπέ μοι, ὁ Ἡσαῦ πόθεν ἑάλω; πόθεν τὴν παροῦσαν ἡδονὴν τῆς μελλούσης προτετίμηκε τιμῆς; Ἀπὸ χαυνότητος καὶ μαλακίας. Τοῦτο δὲ αὐτὸ πόθεν, φησίν; Ἐξ ἡμῶν αὐτῶν· καὶ δῆλον ἐκεῖθεν. Ὅταν γὰρ θέλωμεν, διανιστῶμεν ἑαυτοὺς, καὶ καρτερικοὶ γινόμεθα Ἐὰν γοῦν ἀνάγκη ποτὲ ἐπέλθοι, πολλάκις δὲ καὶ φιλονεικήσαντες μόνον, τὸ χρήσιμον συνείδομεν.

Ὅταν τοίνυν μέλλῃς τρυφᾷν, ἐννόησον τὸ πρόσκαιρον τῆς ἡδονῆς, τὴν ζημίαν (ζημία γὰρ ὄντως ἐστὶ μετὰ τῆς οἰκείας λύμης τοσαῦτα χρήματα δαπανᾷν), τὰς νόσους, τὰς ἀῤῥωστίας, καὶ καταφρόνησον τρυφῆς. Πόσους σοὶ βούλει ἀριθμήσω κακὰ παθόντας ἀπὸ τῆς τρυφῆς;

Ὁ Νῶε ἐμεθύσθη καὶ ἐγυμνώθη, καὶ ὅρα πόσα γέγονε κακὰ ἀπὸ τούτου· ὁ Ἡσαῦ ἀπὸ λαιμαργίας προέδωκε τὰ πρωτοτόκια, καὶ εἰς ἀδελφοκτονίαν ὥρμησεν. Ὁ λαὸς ὁ τοῦ Ἰσραὴλ ἐκάθισε φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Διὰ τοῦτό φησι, Φαγὼν καὶ πιὼν μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Εἰς γὰρ κρημνὸν ἐνέπεσον οἱ εἰς τὴν τρυφὴν ἐμπεσόντες. Ἡ χήρα, φησὶν, ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν· καὶ πάλιν, Ἐλιπάνθη, ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· καὶ πάλιν ὁ Ἀπόστολος, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Οὐ νομοθετῶ νηστείαν (οὐδὲ γὰρ ὁ ἀκούων ἐστίν), ἀλλ᾽ ἀναιρῶ σπατάλην, ἐκκόπτω τρυφὴν, διὰ τὸ χρήσιμον τὸ ὑμέτερον· καθάπερ γὰρ χείμαῤῥος, οὕτω πάντα ἀνατρέπει ἡ τρυφή· οὐδὲν αὐτὴν τὸ κωλύον ἐστί· βασιλείας ἐκβάλλει. Τί τὸ πλέον; Βούλει τρυφᾷν; Δὸς πένησι, κάλεσον τὸν Χριστὸν ἵνα καὶ μετὰ τὸ τὴν τράπεζαν ἀρθῆναι ἔχῃς τρυφᾷν. Νῦν μὲν γὰρ οὐκ ἔχεις. εἰκότως· οὐδὲ γὰρ ἕστηκε τὰ ἐνταῦθα· τότε δὲ ἕξεις.

Βούλει τρυφῆσαι; Θρέψον τὴν ψυχὴν, μετάδος αὐτῇ σιτίων ὧν ἔθος ἔχει· μὴ λιμοκτονήσῃς αὐτήν. Καιρὸς πολέμου, καιρὸς ἀγῶνος· σὺ δὲ κάθησαι τρυφῶν; Οὐχ ὁρᾷς καὶ τοὺς τὰ σκῆπτρα ἐγκεχειρισμένους ἐν ταῖς ἔξω στρατείαις εὐτελῶς ζῶντας; Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· σὺ δὲ λιπαίνεις σαυτὸν μέλλων παλαίειν; Ἕστηκε τρίζων τοὺς ὀδόντας αὐτοῦ ὁ ἀντίπαλος, σὺ δὲ διακεχυμένος τυγχάνεις, καὶ τραπέζῃ προσέχεις. Οἶδα εἰκῆ ταῦτα λέγων, ἀλλ᾽ οὐχ ἅπασιν.

Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Ὁ Χριστὸς ὑπὸ λιμοῦ τήκεται, σὺ δὲ ὑπὸ γαστριμαργίας διασπᾷς σαυτόν· δύο ἀμετρίαι. Τί γὰρ οὐ ποιεῖ κακὸν ἡ τρυφή; Πρὸς ἑαυτὴν ἐναντία ἐστίν· ὅθεν οὐκ οἶδα, πῶς καὶ τὸ ὄνομα τοῦτο ἔχει· ἀλλ᾽ ὥσπερ ἡ δόξα ἀτιμία οὖσα, καὶ ὁ πλοῦτος πενία ὢν, τοῦτο κέκληται· οὕτω καὶ ἡ τρυφὴ ἀηδία οὖσα.

Μὴ γὰρ τυθῆναι ἔχομεν, ὅτι λιπαίνομεν ἑαυτούς; Τί παρέχεις τῷ σκώληκι λαμπρὰν τὴν τράπεζαν; τί πλείονας ποιεῖς τοὺς ἰχώρας; τί πηγὰς ἱδρώτων, καὶ δυσωδίας ἐναποτίθεσαι; τί πρὸς πάντα σεαυτὸν ἄχρηστον κατασκευάζεις;

Βούλει γενέσθαι ἰσχυρὸν τὸν ὀφθαλμόν; Τὸ σῶμα ποίησον εὔτονον. Καὶ γὰρ ἐν ταῖς χορδαῖς ἡ μὲν παχεῖα καὶ ἀδιακάθαρτος, ἄχρηστος πρὸς τὰς μελῳδίας· ἡ δὲ πάντοθεν ἐπεξεσμένη εὔτονός ἐστι καὶ παναρμόνιος.

Τί καταχωννύεις τὴν ψυχήν; τί τοῖχον παχύτερον ποιεῖς; τί πολὺν τὸν καπνὸν καὶ τὴν νεφέλην, ὅταν ἀτμοὶ καθάπερ τις ἀχλὺς πάντοθεν ὦσιν ἀναδιδόμενοι; Εἰ καὶ μηδεὶς ἕτερος, οἱ ἀθληταί σε παιδευέτωσαν, ὅτι τὸ ἰσχνότερον σῶμα ἰσχυρότερον. Οὐκοῦν καὶ ἡ φιλοσοφοῦσα ψυχὴ εὐτονωτέρα· ἡνιόχῳ γὰρ καὶ ἵππῳ ἔοικε.

Καὶ ἔξεστιν ὁρᾷν, καθάπερ ἐπὶ τῶν τρυφῇ προσεχόντων ἀνθρώπων καὶ εὐσαρκούντων, οὕτω καὶ τοὺς εὐσαρκοῦντας τῶν ἵππων δυσκινήτους ὄντας, καὶ πολλὰ τῷ ἡνιόχῳ πράγματα παρέχοντας. Ἀγαπητὸν εὐήνιον ἵππον ἔχοντα καὶ εὐσκελῆ δυνηθῆναι τὸ βραβεῖον λαβεῖν. Ὅταν δὲ ἀναγκάζηται ὁ ἡνίοχος ἕλκειν αὐτὸν, καὶ καταπεσόντα μυριάκις νύττων μὴ διανιστᾷν, κἂν σφόδρα αὐτὸς ἔμπειρος ᾖ, τῆς νίκης ἀποστερηθήσεται. Μὴ δὴ περιΐδωμεν ἡμῶν τὴν ψυχὴν ἐπηρεαζομένην διὰ τὸ σῶμα, ἀλλὰ καὶ ἐκείνην διορατικωτέραν ἐργασώμεθα· τὸ πτερὸν αὐτῇ κοῦφον ποιήσωμεν, χαυνότερα τὰ δεσμά· λόγοις αὐτὴν τρέφωμεν, αὐταρκείᾳ, ὅσον ὑγιαίνειν μόνον τὸ σῶμα, ὅσον εὔρωστον εἶναι, ὅσον χαίρειν καὶ μὴ ἀλγεῖν· ἵνα οὕτω τὰ καθ᾽ ἑαυτοὺς εὖ διαθέντες δυνηθῶμεν τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.