Ἐπειδὴ γὰρ ἕνδεκα ὄντες μόνοι πρὸς τὴν οἰκουμένην παρετάττοντο, παλαιὰν ἀναμοχλεύοντες συνήθειαν, χρονίαν καταλύοντες πλάνην, πατέρων καὶ πάππων καὶ προγόνων ἀνατρέποντες νόμους, τὰ πάτρια τῶν πόλεων ἔθη διασαλεύοντες καὶ καθαιροῦντες, καὶ ἀπ᾽ ἐναντίας πᾶσι φθεγγόμενοι, φιλοσόφοις, ῥήτορσιν, ἄρχουσι, δικασταῖς, τυράννοις, δήμοις, δούλοις, ἐλευθέροις, γηπόνοις, ναύταις, πόλεμος ἀνεῤῥιπίζετο χαλεπὸς, καὶ, ὅπερ ἔφθην εἰπὼν, ἅπαντα θορύβων ἦν μεστά· πανταχοῦ κρημνοὶ, πανταχοῦ σκόπελοι, καὶ οὐχ οὕτω θάλαττα μαινομένη, καὶ ὑπὸ τῶν ἐναντίων πνευμάτων διακοπτομένη ταράττεται, ὡς ἡ οἰκουμένη τότε ἅπασα κεκίνητο, τῶν μὲν παλαιῶν ἀνασπωμένων ἐθῶν τῶν ἐν τοσούτῳ χρόνῳ παγέντων, καὶ οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶ πόλεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν οὐδεὶς οὐδέποτε πρότερον ἤκουσεν. Ἐντεῦθεν ἀκήρυκτος πρὸς αὐτοὺς ἦν ἅπασι πόλεμος· καὶ γὰρ οἰκίας διῄρουν, καὶ συγγενείας διέσπων· ἡ γὰρ τοῦ κηρύγματος φύσις ὁδῷ βαδίζουσα, καὶ πολλοὺς οἰκειουμένη, πολέμους καθίστη τοῖς μὴ δεχομένοις τὸν τῆς εὐσεβείας λόγον, καὶ πατὴρ υἱὸν ἀπεκήρυττε, καὶ γυναικὸς ἀνὴρ κατεφρόνει, καὶ δεσπόται οἰκέταις ἐπολέμουν, καὶ ἀρχομένοις ἄρχοντες, καὶ παντὸς ἐμφυλίου πολέμου πικρότερος οὗτος ἦν· εἴ γε πόλεμον αὐτὸν καλεῖν χρὴ, ἀλλ᾽ οὐκ ἄλλο τι τούτου βαρύτερον.