Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Ἀναστασίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η αγάπη του αποστόλου Παύλου στα δεσμά και η δύναμη του θείου λόγου

Εξαίρεται η μέριμνα του Αποστόλου για τους πιστούς εν μέσω φυλακίσεων, ενώ υπογραμμίζεται η δύναμη και η συντομία του θείου λόγου κατά την αρχική ταραχώδη διάδοση του κηρύγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Καὶ γὰρ πολλῷ μείζονα περὶ πάντας ἐπιδείκνυται φιλοστοργίαν οὗτος, ἢ οἱ τὰς αὐτὰς λύσαντες ὠδῖνας ἡμῖν, καὶ ἐν τῇ ψυχῇ τὴν οἰκουμένην περιέφερε· τοσοῦτον ἦν τῆς ἀγάπης αὐτοῦ τὸ πλάτος· καὶ οὐκ ἐν ἀδείᾳ μόνον, ἀλλὰ καὶ ἐν κινδύνοις. Καὶ γὰρ δεσμωτήρια οἰκῶν, καὶ θάνατον προσδοκῶν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύων, τῶν μαθητῶν ἐκήδετο, καὶ τὰς ἐπιστολὰς πολλάκις ἀπὸ δεσμωτηρίων ἔγραφε τῇ χειρὶ τῇ τὴν ἅλυσιν περικειμένῃ, τῇ δεξιᾷ τῇ δεδεμένῃ· καὶ ἐν δικαστηρίῳ εἰσιὼν, καὶ μέλλων εὐθύνας ὑπέχειν, καὶ τὴν ἐπὶ θάνατον ἄγεσθαι, τό γε εἰς τοὺς δικάζοντας ἧκον, πάντα ἐκεῖνα ἀφεὶς, τὸν φόβον, τὸν κίνδυνον, τὰς ἀπειλὰς, τοὺς θανάτους, τὰς τιμωρίας, τὰς κολάσεις, τοὺς δημίους, τῶν ἀρχόντων τὸν θυμὸν, τῶν ἐπιβουλευόντων τὰ μηχανήματα, τὰς μάστιγας, τῶν πιστῶν ἐμέμνητο καὶ ἐν ἐκείνῳ τῷ καιρῷ· οὕτως ἦν αὐτοῦ ἡ ψυχὴ τῶν συνδέσμων ἀπαλλαγεῖσα τοῦ σώματος, οὕτω, καὶ ἐν σαρκὶ πολιτευομένη, τῆς ἁψῖδος ἀντείχετο τῆς οὐρανίας, καὶ ὡς πρὸς τὴν ἐκεῖ μεθορμισαμένη λῆξιν, οὕτως ἅπαντα, καὶ ἐν τῇ γῇ διατρίβουσα, ἔπραττε. Καὶ ἵνα μάθητε ὅτι οὐχ ὑπερβολῆς τὰ ῥήματα, οὐδὲ κολακείας τὰ εἰρημένα, ἄκουσον αὐτοῦ τοῦτο λέγοντος· Καθὼς δίκαιον ἐμοὶ τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς.

Ἀλλ᾽ οὔπω τὸ εἰρημένον μέγα πρὸς τὸ ῥηθησόμενον· μέγα μὲν γὰρ καὶ τοῦτο, τὸ δὲ μετὰ ταῦτα πολλῷ μεῖζον· εἰπὼν γὰρ, Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἐπήγαγεν, Ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Ὁρᾷς πῶς οὐδέποτε τῆς διανοίας αὐτοὺς ἐξέβαλεν; Εἰ γὰρ δεσμὰ καὶ δικαστήρια καὶ ἅλυσις οὐκ ἐλυμαίνετο τὴν μνήμην, πολλῷ μᾶλλον οἱ τῆς ἀνέσεως καιροί. Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ, φησὶν, ὑμᾶς.

Ὁρᾷς κατὰ μικρὸν τὸν λόγον αὐξόμενον; Μέγα μὲν τὸ καὶ ἐν τῇ καρδίᾳ ἔχειν, πολλῷ δὲ μεῖζον τὸ καὶ ἐν ταῖς ἁλύσεσιν· ἔστι δὲ μεῖζον τὸ καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου. Ἐνταῦθα γάρ μοι δοκεῖ τὸν καιρὸν αἰνίττεσθαι, καθ᾽ ὃν πρὸς τοὺς δικάζοντας εἰσήγετο τὸν περὶ τῶν ἐσχάτων ὑπομένων κίνδυνον. Καὶ ἐκεῖ, φησὶν, ἑστὼς, οὐ τοῦτο ἐσκόπουν, ὅπως ἀπαλλαγείην τῶν ἐπικειμένων κινδύνων, οὐδὲ πῶς διακρούσομαι τὰς ἐπιβουλάς· ἀλλ᾽ ἐντρυφῶν [ἦν] ὑμῶν τῇ ἀγάπῃ, καὶ ἀποῦσι διαλεγόμενος· καὶ οὔτε ὁδοῦ μῆκος, οὔτε πραγμάτων ὄχλος, οὔτε κινδύνων μέγεθος, οὔτε ἀρχόντων φόβος, οὐ δήμων ἐπανάστασις, οὐ θάνατος ὁρώμενος, οὐ ξίφη γυμνούμενα, οὐ δημίων πλήθη, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἀπῆγέ με τῆς ὑμετέρας μνήμης. Οὐδὲν γὰρ ἀγάπης τυραννικώτερον, οὐδὲν αὐτῆς ὑψηλότερον· πάντων ἀνωτέρω τῶν βελῶν τούτων ἵπταται, καὶ ὑψηλοτέρα τῶν τοῦ διαβόλου καλάμων ἐστὶν, ἀπὸ τῆς κορυφῆς τῶν οὐρανῶν ἅπαντα κατοπτεύουσα· καὶ καθάπερ ἀνέμου ῥύμη ῥαγδαία προσπίπτουσα ἐνοχλοῦσαν κόνιν ἀποσοβεῖ, οὕτω καὶ ἡ τῆς ἀγάπης ἰσχὺς τῶν παθῶν πάντων τὴν προσβολὴν ἀποσοβεῖν εἴωθεν. Ὃ δὴ καὶ ἐπὶ Παύλου συνέβαινε· καὶ γὰρ ἀρκοῦσαν εἶχεν ἐν ἅπασι παραμυθίαν τῶν ἀγαπωμένων τὴν σωτηρίαν, τὴν μνήμην. Τί δέ ἐστι, Βεβαιώσει τοῦ εὐαγγελίου;

Εἰ γὰρ καὶ μία ἡ λέξις, ἀλλὰ πέλαγος ἀχανὲς ἔχει νοημάτων· καὶ ταύτην ἀναπτύξαι πειράσομαι, καὶ πανταχόθεν αὐτὴν περιεργάσασθαι.

Μαργαρίτης γάρ ἐστιν ὁ τοῦ Θεοῦ λόγος, διὰ πάντων ἀπολάμπων, οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ᾽ ἐν βραχύτητι πολλὴν ῥημάτων [νοημάτων?] δύναμιν ἐπιδεικνύμενος. Ἀλλὰ διανάστητε, καὶ ὄψεσθε πόσον ἡμῖν θησαυρὸν αὕτη τῆς λέξεως ἡ δύναμις ἀνακαλύπτει.

γʹ. Τί τοίνυν ἐστὶ βεβαίωσις εὐαγγελίου, καὶ ποίαν βεβαίωσιν εὐαγγελίου καλεῖ, καὶ τίνος ἕνεκεν ταύτης μέμνηται τῆς λέξεως, δικαστηρίων καὶ δεσμωτηρίων καὶ ἁλύσεως μνημονεύσας; Ἡνίκα τὸ κήρυγμα κατεσπάρη (ἀνάγκη γὰρ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, ὥστε σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν), πολλῶν θορύβων πάντα ἐπληροῦτο, καὶ ταραχῆς ἦν ἅπαντα μεστά.