Ταῦτα δή μοι ἅπαντα εἴρηται, ἵνα μάθητε ὅτι οὐκ ἔστιν ἡμῖν βραχὺς ὁ σύλλογος. Εἰ γὰρ ἐκεῖ μία γυνὴ ἀρκοῦν ἐγένετο θέατρον, πολλῷ μᾶλλον ἡμεῖς τοσούτους μὲν ἄνδρας, τοσαύτας δὲ γυναῖκας ὁρῶντες μετὰ τοσαύτης προθυμίας, οὐκ ἀποκνήσομεν, ἀλλὰ τῇ συνήθει χρησόμεθα διδασκαλίᾳ. Εἰ γὰρ ὁ τῶν ἀγγέλων Δεσπότης, ὃν τὰ Χερουβεὶμ φρίττει, οὐ παρῃτήσατο πόρνῃ γυναικὶ διαλεχθῆναι μόνῃ, τίνα ἂν σχοίημεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην, τοσοῦτον παρατρέχοντες σύλλογον; Φέρε οὖν τὴν συνήθη πάλιν τράπεζαν ὑμῖν κατασκευάσωμεν, καὶ τὸν κρατῆρα στήσωμεν, καὶ τὸν ἄκρατον ἐκχέωμεν, συμπόσιον ἐργαζόμενοι πνευματικόν. Τὰ γὰρ δὴ κρέα ταῦτα οὐ διαῤῥήγνυσι γαστέρα, ἀλλὰ τειχίζει διάνοιαν· ὁ οἶνος οὗτος οὐ παράφρονα ποιεῖ τὸν ἀκροατὴν, ἀλλὰ καὶ τὸν μεθύοντα σώφρονα καθίστησι. Τοιαύτη μὲν τῆς τραπέζης ταύτης ἡ φύσις, ἣ καὶ ἀντὶ παντευχίας ἡμῖν ἀρκέσαι δύναται. Καὶ γὰρ καὶ ὅπλων ἡμῖν δεῖ, ἐπειδὴ πόλεμός ἐστιν ἡμῖν καθ᾽ ἑκάστην ἡμέραν, οὐ πρὸς ἀνθρώπους ὁμογενεῖς, ἀλλὰ πρὸς ἀοράτους δυνάμεις, πρὸς τὰς φάλαγγας τῶν δαιμόνων, μυρίων πολεμίων βαρβαρικωτέρας, πρὸς τύραννον ἀκατάλλακτον, καὶ ἀκήρυκτα ἡμῖν μαχόμενον, καὶ οὔτε προαγγέλλοντα τὸν τοῦ πολέμου καιρὸν, οὔτε ὁρώμενον, ἀλλ᾽ ἐξ ἀφανοῦς βάλλοντα.