Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Ἀναστασίαν

Ἰωάννης ὁ Χρυσόστομος

Τα δεσμά ως βεβαίωση του Ευαγγελίου και η αποστολική παρρησία

Ερμηνεία της έννοιας ότι οι διωγμοί φανερώνουν τη θεία δύναμη, με χαρακτηριστικό παράδειγμα την ατρόμητη στάση των αποστόλων Πέτρου και Ιωάννη ενώπιον του ιουδαϊκού συνεδρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ὑμᾶς αὐτοὺς αἰσχύνθητε, τὰ ὑμέτερα κατορθώματα ἐντράπητε μὴ ἀνάξιον ἐπιδείξητε τῶν προοιμίων τὸ τέλος, οἴκοθεν δέχεσθε τὴν παράκλησιν. Παρακαλέσας τοίνυν καὶ οὕτω κἀκείνως, παρακαλεῖ καὶ διὰ τῆς λέξεως ταύτης. Πῶς καὶ τίνι τρόπῳ; Τὰ δεσμὰ καὶ τὴν ἅλυσιν βεβαίωσιν Εὐαγγελίου λέγων. Οὐ γὰρ δὴ μόνον ἀνιστάμενοι νεκροὶ, φησὶν, οὐδὲ λεπροὶ καθαιρόμενοι, οὐδὲ δαίμονες ἐλαυνόμενοι, ἀλλὰ καὶ ἡμεῖς δεσμούμενοι βεβαιοῦμεν τὸ Εὐαγγέλιον. Πῶς, εἰπέ μοι, καὶ τίνι τρόπῳ; καινὰ γὰρ τὰ εἰρημένα, καὶ αἰνίγματι τὰ πολλὰ ἔοικεν. Λοιπὸν ἄκουε πῶς· εἰ ἀδεῶς ἐκηρύττομεν, μηδὲν πάσχοντες ἀηδὲς μηδὲ δεινὸν, καὶ πολλοῖς τῶν βουλομένων ἡμᾶς διαβάλλειν ἔδοξεν ἂν ὕποπτον εἶναι τὸ κήρυγμα· νῦν δὲ ἐλαυνόμενοι, διωκόμενοι, τεμνόμενοι, καιόμενοι, κατακρημνιζόμενοι, μυρία πάσχοντες καὶ μὴ ἐνδιδόντες, ἀλλὰ προθυμότεροι ταύτῃ γινόμενοι, καὶ τοῖς σφόδρα ἀναισχυντεῖν βουλομένοις ἱκανὴν παρέχομεν ἀπόδειξιν τοῦ ἀληθείας εἶναι κήρυκας, καὶ θείαν τινὰ δύναμιν ἐν ἡμῖν εἶναι, καὶ πάντα ταῦτα ἐξευμαρίζουσαν, καὶ οὐκ ἐῶσαν τῶν πειρασμῶν τὸ πλῆθος περιγενέσθαι τῶν κηρυττόντων, καὶ ταῦτα ὀλίγων ὄντων, διὰ τοσούτων κρατῆσαι κωλυμάτων. Εἴ τις οὖν βούλοιτο σαφῆ λαμβάνειν ἀπόδειξιν τοῦ θείαν εἶναι δύναμιν τὴν ἡμῖν ἐνηχοῦσαν, τοὺς πειρασμοὺς λαμβανέτω, τοὺς κινδύνους, τὰς ἁλύσεις, τὰ δεσμωτήρια.

Οὐ γὰρ ἐστὶν ἀνθρωπίνης δυνάμεως διὰ τοσούτων κρατῆσαι κρημνῶν, διὰ τοσούτων πλεῦσαι κυμάτων, διὰ τοσούτων χωρῆσαι βελῶν, ἀλλὰ θείας καὶ ἀμάχου ταῦτα ἰσχύος. Ὥστε βεβαίωσις τοῦ εὐαγγελίου ἡ ἅλυσις, οὐκ ἐκείνοις μόνον, ἀλλὰ καὶ ἡμῖν τοῖς πάσχουσι· δοκιμωτέρους γὰρ ἡμᾶς ἐργάζεται, ἰσχυροτέρους, μᾶλλον καταφρονεῖν ποιεῖ τῶν ἐπιβούλων. Διὸ καὶ ἔλεγεν, Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.

εʹ. Ὁρᾷς πῶς ἡ θλῖψις βεβαιοῖ τὸ Εὐαγγέλιον; Διὰ δὴ τοῦτο καὶ ἀλλαχοῦ αἰτοῦντι αὐτῷ τῶν πειρασμῶν ἀπαλλαγὴν, καὶ πολλάκις ὑπὲρ τούτων προσελθόντι, ἤκουεν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀσθένειαν ἐνταῦθα τοὺς διωγμοὺς καλεῖ, τοὺς πειρασμοὺς, τοὺς κινδύνους, τὰς ἐπιβουλὰς, τὰς ἐπηρείας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἠδυνάμην ταῦτα κωλῦσαι, φησὶ, καὶ σβέσαι τὸν πόλεμον, καὶ ἀναστεῖλαι τὰ κύματα, ἀλλ᾽ οὐκ ἐποίησα, ἵνα μειζόνως ἡ δύναμίς μου δειχθῇ. Οὐ γὰρ οὕτως ἐδείκνυτο αὐτοῦ ἡ δύναμις, τούτων μὴ γινομένων, ὡς γινομένων μὲν, οὐκ ἰσχυόντων δέ. Ἐπεὶ καὶ κυβερνήτην ἐκεῖνον ἄριστον εἶναί φαμεν, οὐ τὸν ἐν γαληνῷ πόντῳ δυνάμενον κατευθύνειν τὸ σκάφος, ἀλλὰ τὸν μεταξὺ σκοπέλων καὶ κυμάτων καὶ χειμώνων καὶ πνευμάτων διασώζοντα τοὺς ἐμπλέοντας· καὶ ἰατρὸν, τὸν μυρίων νοσημάτων ἐπικειμένων ἐξαρπάζοντα τὸν κάμνοντα· καὶ στρατηγὸν, τὸν πανταχόθεν πολεμίων ἐπιτεθέντων καὶ βαλλόντων δυνάμενον στῆσαι τὸ τρόπαιον· καὶ ποιμένα, τὸν μυρίων λύκων ἐπικειμένων καὶ ἑτέρων ἐπιβούλων διατηροῦντα τὴν ἀγέλην ἐν ἀσφαλείᾳ. Οὕτω δὴ καὶ τότε τοῦτο μάλιστα ἐποίει τὸ θαῦμα, ὅτι δὴ μυρία πάσχοντες ἐκράτουν καὶ περιεγένοντο τῶν ποιούντων αὐτῶν.

Ὅτε γοῦν τὸν Πέτρον καὶ τὸν Ἰωάννην, τὸν υἱὸν τῆς βροντῆς, καὶ τὴν κρηπῖδα τῆς πίστεως, εἰς δεσμωτήριον ἐνέβαλον, ἐννόησον πῶς ἀφεθέντων αὐτῶν διαποροῦσιν. Ἀγαγόντες γοῦν αὐτοὺς, ἐν μέσῳ τοῦ θεάτρου λέγουσι· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ἰουδαῖοι οἱ αἵμασιν ἐντραφέντες προφητικοῖς, δῆμος μεμηνὼς καὶ λυσσῶν, ὁ τὰ θυσιαστήρια κατασκάψας, ὁ τοὺς προφήτας ἀποκτείνας, ὁ φόνοις συνανατραφεὶς, ὁ θηρίων ἀγριώτερος, ὁ στάζων ἀπὸ τοῦ αἵματος ἔτι τοῦ δεσποτικοῦ, ὁ σταυρώσας· οὗτος δύο λαβὼν ἁλιέας ἀγραμμάτους, ἰδιώτας, ἀσήμους, ἰχθύων ἀφωνοτέρους, ὧν θάτερος οὐδὲ θυρωροῦ ψιλὴν ἀπειλὴν ἤνεγκε· τούτους δὴ λαβόντες, ἐν μέσῳ ἔχοντες δεδεμένους, γυμνοὺς, οὐ χρημάτων περιβεβλημένους περιουσίαν, οὐ σωμάτων ἰσχὺν, οὐ λόγων δεινότητα, οὐ ῥητορείας δύναμιν, οὐ γένους περιφάνειαν, οὐ πατρίδος μέγεθος, ἁλιέας ἐξ ἁλιέων, ἐσχάτῃ πτωχείᾳ συνεστηκότας, ἀποροῦσιν τί αὐτοῖς χρήσονται, καί φασι· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Ὁρᾷς ἡλίκον ἀρετή; πῶς οἱ πειρασμοὶ βεβαίωσις τοῦ εὐαγγελίου; Καὶ λέγουσι πρὸς αὐτούς· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Εἰ ἄνθρωπός ἐστι ψιλὸς, τί δέδοικας; εἰ δὲ Θεός ἐστι, τίνος ἕνεκεν οὐ προσκυνεῖς; Οὐκ ἐβόας πρώην λέγων, Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν;

πόθεν δέδοικας τὸ αἷμα; τί σου τὴν διάνοιαν διέσεισεν; οὐκ ἔδησας; οὐκ ἐμάστιξας; οὐκ ἐσταύρωσας; οὐ νεκρὸν εἶδες καθαιρούμενον ἀπὸ τοῦ σταυροῦ; οὐ θαπτόμενον ἐθεάσω, καὶ τῇ γῇ κρυπτόμενον; οὐ σήμαντρα ἐπέθηκας τῷ τάφῳ; οὐκ ἐπρίω τοὺς στρατιώτας; οὐ φήμην διέσπειρας, ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταί; Τί δέδοικας νῦν; τί τρέμεις αὐτοῦ τὸ αἷμα; Ὁρᾷς τὴν ἀλήθειαν διὰ πάντων λάμπουσαν;

Ἐπειδὴ γὰρ εἶδον μετὰ τὴν ἐπιβουλὴν ἐκείνην τὸ πρᾶγμα αἰρόμενον, καὶ τὰ προοίμια λαμπρὰ καὶ ἡλίου φανότερα καὶ ἐξ αὐτῆς τῆς βαλβῖδος ἐπιδεικνύμενα ὅτι πᾶσαν ἀθρόον καταλήψεται τὴν οἰκουμένην, καὶ κατ᾽ ἄκρας ἐλάσει τὴν πλάνην, καὶ οὐδὲ ἐνεγκεῖν δυνήσεται τὴν ἄφατον αὐτοῦ ῥύμην καὶ τὴν δύναμιν· δεδοίκασι, τρέμουσι τοὺς δεσμώτας, τοὺς καταδίκους, τοὺς μαστιχθέντας, τοὺς ἐπιβουλευθέντας, τοὺς δύο, τοὺς ἰδιώτας.