Καὶ γὰρ πολλῷ μείζονα περὶ πάντας ἐπιδείκνυται φιλοστοργίαν οὗτος, ἢ οἱ τὰς αὐτὰς λύσαντες ὠδῖνας ἡμῖν, καὶ ἐν τῇ ψυχῇ τὴν οἰκουμένην περιέφερε· τοσοῦτον ἦν τῆς ἀγάπης αὐτοῦ τὸ πλάτος· καὶ οὐκ ἐν ἀδείᾳ μόνον, ἀλλὰ καὶ ἐν κινδύνοις. Καὶ γὰρ δεσμωτήρια οἰκῶν, καὶ θάνατον προσδοκῶν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύων, τῶν μαθητῶν ἐκήδετο, καὶ τὰς ἐπιστολὰς πολλάκις ἀπὸ δεσμωτηρίων ἔγραφε τῇ χειρὶ τῇ τὴν ἅλυσιν περικειμένῃ, τῇ δεξιᾷ τῇ δεδεμένῃ· καὶ ἐν δικαστηρίῳ εἰσιὼν, καὶ μέλλων εὐθύνας ὑπέχειν, καὶ τὴν ἐπὶ θάνατον ἄγεσθαι, τό γε εἰς τοὺς δικάζοντας ἧκον, πάντα ἐκεῖνα ἀφεὶς, τὸν φόβον, τὸν κίνδυνον, τὰς ἀπειλὰς, τοὺς θανάτους, τὰς τιμωρίας, τὰς κολάσεις, τοὺς δημίους, τῶν ἀρχόντων τὸν θυμὸν, τῶν ἐπιβουλευόντων τὰ μηχανήματα, τὰς μάστιγας, τῶν πιστῶν ἐμέμνητο καὶ ἐν ἐκείνῳ τῷ καιρῷ· οὕτως ἦν αὐτοῦ ἡ ψυχὴ τῶν συνδέσμων ἀπαλλαγεῖσα τοῦ σώματος, οὕτω, καὶ ἐν σαρκὶ πολιτευομένη, τῆς ἁψῖδος ἀντείχετο τῆς οὐρανίας, καὶ ὡς πρὸς τὴν ἐκεῖ μεθορμισαμένη λῆξιν, οὕτως ἅπαντα, καὶ ἐν τῇ γῇ διατρίβουσα, ἔπραττε. Καὶ ἵνα μάθητε ὅτι οὐχ ὑπερβολῆς τὰ ῥήματα, οὐδὲ κολακείας τὰ εἰρημένα, ἄκουσον αὐτοῦ τοῦτο λέγοντος· Καθὼς δίκαιον ἐμοὶ τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς.