Ἐγώ σε ἐκβαλὼν, εἰσάγω, ὁ τὰς θύρας τοῦ παραδείσου κλείσας, ὁ ῥομφαίᾳ πυρίνῃ τειχίσας· ἂν γὰρ ἐγὼ μὴ εἰσάγω, μένουσιν αἱ θύραι κεκλεισμέναι. Δεῦρο, ὦ λῃστὰ, τὸν διάβολον λῃστεύσας, καὶ κατ᾽ αὐτοῦ στεφανωθείς· ἄνθρωπον ἰδὼν, καὶ Θεὸν προσεκύνησας, τὰ μὲν πάλαι ῥίψας ὅπλα, τὰ δὲ τῆς πίστεως ἀναλαβών. Τούτων δὲ οὕτως ἐχόντων, καὶ πάντων ἁγιαζομένων, ἐκ μὲν αἰθέρος, ἡλίου, ἐκ δὲ φυτῶν, ξύλου, ἐκ δὲ ζώων, χολῆς, ἐκ δὲ ὑφασμάτων, χιτῶνος ἀδιαῤῥήκτου, ἐκ δὲ θαλάσσης, πορφυρᾶς στολῆς, ἐκ δὲ μετάλλων καὶ σιδήρου, λόγχης καὶ ἥλων, καὶ διδύμων πηγῶν, αἵματος καὶ ὕδατος προχυθέντος, ὁ Σωτὴρ τὸ ἑαυτοῦ ἐποίει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τίσιν ἄφεσις; Ἕλλησιν, Ἰουδαίοις, ξένοις, βαρβάροις, πᾶσιν ἁπλῶς· ἅπαξ γὰρ εἶπε, καὶ ἀεὶ τὸ ἔργον τελεῖται. Μὴ γὰρ ἐπὶ τῶν πολεμίων μόνον, Ἄφες, εἶπε· καθ᾽ ἕκαστον ἔτος λέγει, καὶ ἀεὶ λέγει, καὶ ὁ βουλόμενος λαμβάνει. Συνῆλθον πάντες ἐπὶ τὸ πραιτώριον Πιλάτου· τί λέγοντες;