Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Πελαγίαν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στον μαρτυρικό αγώνα της αγίας Πελαγίας

Εγκωμιαστική αναφορά στη νίκη της αγίας κατά του διαβόλου και στην πνευματική της υπεροχή έναντι των τεχνασμάτων του εχθρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὴν αὐτὴν ἁγίαν μάρτυρα Πελαγίαν. Ἔδει μὲν μείζονος τῆι Πελαγίαι θεάτρου· μεγάλα γὰρ τῆς κόρης τὰ σκάμματα καὶ πολυανθρώπου θεωρίας ἀντάξια. ἀρκεῖ δὲ ὅμως ἀντὶ τοῦ κόσμου παντὸς ὁ Χριστός, τῆι τῆς παρθένου πανηγύρει παρών· ὅπου γὰρ Χριστὸς ὁ παρών, ἐκεῖ πάντων ὁ χορὸς τῶν ἀγγέλων. ἅπας μὲν οὖν μάρτυς ξιφῶν καὶ βασάνων δεικνὺς τὸ σῶμα φιλονεικότερον, μέγαν τῶι διαβόλωι κατασκευάζει θεατρισμόν, τὸν ἀσώματον νικῶν διὰ σώματος καὶ πρὸς σίδηρον ἐρίζων διὰ σαρκός. ὅταν δὲ ἴδω καὶ κόρας τὴν ὑπὲρ τοῦ Σταυρωθέντος τελευτὴν ὠδινούσας, πλατύτερον γελῶ τοῦ διαβόλου τὸ θράσος, ὃς μαντεῖα πλαττόμενος πάμπολλα, ὡς δὴ τὸ μέλλον δι᾽ αὐτῶν προμηνύων, τὴν οἰκείαν σήμερον οὐκ ἐμαντεύσατο χλεύην, πολλοῦ τινος οὖσαν ἀντάξιον γέλωτος. τί γὰρ ἂν γελοιότερον εὕροι τις ἧς ὑπέμεινε σήμερον ὁ διάβολος χλεύης; ἔχων γὰρ ἐν δικτύωι παρθένον, ἐκπεπτώκει τῆς θήρας, καὶ λαβόμενος τῆς παιδὸς οὐκ ἐλάβετο, καθάπερ σκιᾶς, οὐκ αὐτῆς δεδραγμένος. ἡ γὰρ κόρη καὶ τῶι τῆς περιστερᾶς ἀκεραίωι καὶ τῶι τοῦ ὄφεως κεκραμένη φρονίμωι, ** ὡς μὲν ἀκέραιος περιστερὰ συνηλήφθη, ὡς δὲ φρόνιμος ὑπεξέκλινεν ὄφις. οὐ γὰρ ἀπέγνω συλληφθεῖσα τὴν νίκην, οὐδὲ συγκατεσχέθη τῆι σαρκὶ καὶ τὴν σύνεσιν· ἀλλ᾽ ἐσκοπεῖτο μηχανήν, τὸ τῶν συλλαβόντων ἀντεκλήττουσαν θράσος. τί οὖν;