Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν Πελαγίαν

Ἰωάννης ὁ Χρυσόστομος

Η αντίδραση της μάρτυρος και η διαφύλαξη της αγνείας

Περιγραφή της στάσης της παρθένου κατά τη σύλληψή της και της εκούσιας πτώσης της από τη στέγη με σκοπό τη διαφύλαξη της αγνείας της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

μεταμέλειαν ὑποκρίνεται, καὶ χειμῶνι ναυαγοῦσα τοσούτωι, παραγγέλλει τῶι προσώπωι φαιδρότητα. οἱ δὲ δελεασθέντες τῶι πλάσματι καὶ τῆι τῆς κόρης ἱλαρότητι κλαπέντες, ἔπαθόν τι πρὸς αὐτὴν καὶ φιλάνθρωπον καὶ σχῆμα περιθέσθαι νυμφικὸν αἰτησάσηι διδόασιν ἄδειαν, ὡς οὐ τῆι παρθένωι χαριούμενοι μόνον, ἀλλὰ καὶ τῶι δικαστῆι φανούμενοι κρείττους, εἰ κεκαλλωπισμένην ἀπαγάγοιεν κόρην. ἡ δὲ τυχοῦσα τῆς τέχνης, τὸν ὄντως εὐθὺς ἠμφιέννυτο κόσμον· ζωσαμένη γὰρ τόλμαν καὶ τὰς τῆς ἀναστάσεως ἐλπίδας ἐνδυσαμένη, πρὸς τὸ τοῦ στέγους δραμοῦσα πτερύγιον, ἐκεῖθεν καθίησιν ἑαυτήν, καὶ νικᾶι πάλης ἰδέαν, ἣν ὡς μεγάλην ποτὲ τῶι Κυρίωι τετολμήκει προτεῖναι 〈ὁ〉 διάβολος, 〈Εἰ υἱὸς εἶ τοῦ Θεοῦ,〉 λέγων, 〈βάλε σεαυτὸν κάτω.〉 *** πρὸ τῆς πίστεως τὴν εὐτολμίαν τῆς κόρης ἐκπλήττομαι· τίς γὰρ οὐκ ἂν καθ᾽ ἑαυτὴν ἀνεκίνησεν· Ἐκδίδωμι ἐμαυτὴν πρὸς κατάπτωσιν βεβιασμένην, φοβουμένη πορνεύειν· καλὸς ὁ σκοπός, εἰ θανάτωι βεβαιωθείη τὸ πτῶμα· νεκρᾶι γὰρ κἂν παροινῶσιν, οὐκ εἴσομαι· ἂν δὲ δὴ προσραγεῖσα τῆι γῆι, θραύσω μὲν τὰ τοῦ σώματος καίρια, ἡ ψυχὴ δὲ ἐμμένηι τοῖς μέλεσιν, ὀδυρομένη τὴν τοῦ σώματος λώβην, ἃ δέδοικα πείσομαι τῷ δικαστῆι προσαχθεῖσα.

τεθραυσμένην γὰρ τὸ σῶμα καὶ πορνείαι παραδόντες, ἀπολύσουσιν ἄτιμον, ὡς εἶναί μοι τὴν δυσπραγίαν διττήν, καὶ τῆς τοῦ σώματος χρείας βλαβείσης τῶι πτώματι καὶ τῆς παρθενίας παρ᾽ ἐμοῦ συληθείσης. ταῦτα ἂν ἄλλην παρετάραξε κόρην· ἡ δὲ ὥσπερ ἐγγυητῆι τοῦ τέλους τῆι πίστει θαρρήσασα, πρὸς τὴν τοῦ πτώματος εὐτολμίαν ἐξώρμα. ἑάλως ὑπὸ κόρης, διάβολε, νενίκησαι παρθένου τολμήματι· ἃ γὰρ τῶι σαυτοῦ Δεσπότηι προέτεινας, ἐπὶ ταῦτα δούλη τις ἐκείνου προκαλεῖταί σε κόρη, καὶ πρὸς τὸ τοῦ στέγους δραμοῦσα πτερύγιον, ἐκεῖθεν ἑαυτὴν ἀκοντίζει. οὐχ ὑπακούει σου διὰ δικαστοῦ καλουμένη, οὐ δέχεται τὴν παρένθετον μάχην· γνωρίζει γάρ σου τῆς πανουργίας τὴν ἔννοιαν· καλεῖς πολλάκις παρθένους πρὸς δικαστὰς ὡς εἰς μάστιγας, καὶ ἄνευ μάχης τῶν ἐκ μάχης ἐκβάλλεις κεκρατημένας πικρότερον. εἰ δὲ ὄντως καλεῖς πρὸς παράταξιν, ἢ πρὸς σκάμματα μεταστέλληι τὴν κόρην, ἐκ τοῦ στέγους ἐμβαλλούσηι συμπλέκου, ἐκεῖθεν ἐκπεσουμένην ὑπόμεινον. στῆθι καὶ πειρῶ τοῦ παλαίσματος, ἀκόνησον πανουργίαν ἣν βούλει· ἔχεις τὴν γῆν ἀντὶ σκάμματος, κατάπηξον ἐν αὐτῆι τοῦ θανάτου τὸ ξίφος, ἀνθρωποκτόνον ἀντιτυπίαν ὑπόστρωσον, ἑτοίμασον συντριβὴν κατιούσηι· καθ᾽ ὅλων γάρ σου κυβιστήσει τῶν ἄντρων, ὡς κολυμβήθρας ἁπαλωτέρων.