Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν πεντηκοστήν

Ἰωάννης ὁ Χρυσόστομος

Η αόρατη ενέργεια του Αγίου Πνεύματος στη λατρεία και τη ζωή της Εκκλησίας

Η παρουσία του Πνεύματος στο βάπτισμα, την ιερωσύνη και τη Θεία Ευχαριστία, καθώς και η εξήγηση για την παύση των αισθητών χαρισμάτων, όπως η γλωσσολαλιά, ως ένδειξη τιμής προς την πίστη των χριστιανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 8

Καὶ ποῦ, φησὶν, ἔστι Πνεῦμα ἅγιον νῦν; Τότε μὲν γὰρ καλῶς λέγει, ὅτε σημεῖα ἐγίνετο, καὶ νεκροὶ ἠγείροντο, καὶ λεπροὶ πάντες ἐκαθαίροντο· νῦν δὲ πόθεν δείξομεν, ὅτι πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον ἡμῖν; Μὴ δείσητε· ἀποδείκνυμι γὰρ, ὅτι καὶ νῦν Πνεῦμα ἅγιόν ἐστιν ἐν ἡμῖν. Πῶς καὶ τίνι τρόπῳ; Καὶ γὰρ εἰ μὴ Πνεῦμα ἅγιόν ἐστιν ἐν ἡμῖν, πῶς ἂν οὗτοι οἱ κατὰ τὴν ἱερὰν νύκτα ταύτην φωτισθέντες τῶν ἁμαρτιῶν ἀπηλλάγησαν; οὐδὲ γὰρ ἔστιν ἁμαρτημάτων ἀπαλλαγῆναι ἄνευ τῆς τοῦ Πνεύματος ἐνεργείας.

Ἀκούσατε γοῦν τοῦ Παύλου λέγοντος· Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις ποικίλαις· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου· καὶ πάλιν ἀλλαχοῦ· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὐ κλέπται, οὐ πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ [οὐ] κληρονομήσουσιν.

Εἶδες ἅπαντα τὰ εἴδη τῆς κακίας; Καὶ ταῦτά τινες ἦτε, ἀλλ᾽ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε. Πῶς; τοῦτο γὰρ τὸ ζητούμενον, εἰ διὰ τοῦ ἁγίου Πνεύματος τὴν κακίαν ἀπεθέμεθα. Οὐκοῦν ἄκουσον· Ἀλλ᾽ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες ὅτι τὸ Πνεῦμα τὸ ἅγιον τὴν κακίαν ἅπασαν ἐκείνην ἀπήλειψε;

δʹ. Ποῦ νῦν εἰσιν οἱ βλασφημοῦντες τοῦ Πνεύματος τὴν ἀξίαν; Εἰ μὲν γὰρ μὴ ἀφίησιν ἁμαρτήματα, εἰκῇ παραλαμβάνεται εἰς τὸ βάπτισμα· εἰ δὲ ἀφίησιν ἁμαρτήματα, εἰκῇ βλασφημεῖται ὑπὸ τῶν αἱρετικῶν. Εἰ μὴ Πνεῦμα ἦν ἅγιον, Κύριον Ἰησοῦν εἰπεῖν οὐκ ἠδυνάμεθα· Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Εἰ μὴ Πνεῦμα ἦν ἅγιον, τὸν Θεὸν παρακαλέσαι οὐκ ἠδυνάμεθα οἱ πιστοί· λέγομεν γὰρ, Πάτερ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ οὖν Κύριον καλέσαι οὐκ ἠδυνάμεθα, οὕτως οὐδὲ Πατέρα τὸν Θεὸν καλέσαι ἠδυνάμεθα. Πόθεν δῆλον; Ἐκ τοῦ αὐτοῦ ἀποστόλου λέγοντος, Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον, ἀββᾶ ὁ Πατήρ. Ὥστε ὅταν καλέσῃς τὸν Πατέρα, ἀναμνήσθητι, ὅτι τοῦ Πνεύματος τὴν ψυχὴν κινοῦντος ἠξιώθης τῆς προσηγορίας ἐκείνης. Εἰ μὴ Πνεῦμα ἦν, λόγος σοφίας καὶ γνώσεως ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἦν· ᾯ μὲν γὰρ δίδοται διὰ τοῦ Πνεύματος λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως. Εἰ μὴ Πνεῦμα ἅγιον ἦν, ποιμένες καὶ διδάσκαλοι ἐν τῇ Ἐκκλησίᾳ οὐκ ἦσαν· καὶ γὰρ οὗτοι διὰ τοῦ Πνεύματος γίνονται, καθὼς καὶ ὁ Παῦλός φησιν· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους.

Ὁρᾷς ὅτι καὶ τοῦτο διὰ τοῦ Πνεύματος; Εἰ μὴ Πνεῦμα ἅγιον ἦν ἐν τῷ κοινῷ τούτῳ πατρὶ καὶ διδασκάλῳ, οὐκ ἂν ὅτε πρὸ μικροῦ ἀνέβη ἐπὶ τὸ ἱερὸν βῆμα τοῦτο, καὶ πᾶσιν ὑμῖν ἔδωκεν εἰρήνην, καὶ ἐπεφθέγξασθε αὐτῷ κοινῇ πάντες, Καὶ τῷ Πνεύματί σου· διὰ τοῦτο οὐκ ἀναβαίνοντι μόνον, οὐδὲ διαλεγομένῳ πρὸς ὑμᾶς, οὐδὲ εὐχομένῳ ὑπὲρ ὑμῶν ταύτην ἐπιφθέγγεσθε τὴν ῥῆσιν, ἀλλ᾽ ὅταν παρὰ τὴν ἱερὰν ταύτην ἑστήκῃ τράπεζαν, ὅταν τὴν φρικτὴν ἐκείνην θυσίαν ἀναφέρειν μέλλῃ· ἴσασι γὰρ οἱ μεμυημένοι τὸ λεγόμενον· οὐ πρότερον ἅπτεται τῶν προκειμένων, ἕως ἂν ὑμῖν αὐτὸς ἐπεύξηται τὴν παρὰ τοῦ Κυρίου χάριν, καὶ ὑμεῖς ἐπιφθέγξησθε αὐτῷ, Καὶ τῷ Πνεύματί σου, διὰ τῆς ἀποκρίσεως αὐτῆς ἀναμιμνήσκοντες αὐτοὺς ὅτι οὐδὲν αὐτὸς ὁ παρὼν πράττει, οὐδὲ ἀνθρωπίνης ἐστὶ φύσεως κατορθώματα τὰ προκείμενα δῶρα, ἀλλ᾽ ἡ τοῦ Πνεύματος χάρις παροῦσα καὶ πᾶσιν ἐφιπταμένη τὴν μυστικὴν ἐκείνην κατασκευάζει θυσίαν. Εἰ γὰρ καὶ ἄνθρωπός ἐστιν ὁ παρὼν, ἀλλ᾽ ὁ Θεός ἐστιν ὁ ἐνεργῶν δι᾽ αὐτοῦ. Μὴ τοίνυν πρόσεχε τῇ φύσει τοῦ ὁρωμένου, ἀλλ᾽ ἐννόει τὴν χάριν τὴν ἀόρατον. Οὐδὲν ἀνθρώπινον τῶν γινομένων ἐν τῷ ἱερῷ τούτῳ βήματι. Εἰ μὴ Πνεῦμα παρῆν, οὐκ ἂν συνέστη ἡ Ἐκκλησία· εἰ δὲ συνίσταται ἡ Ἐκκλησία, εὔδηλον ὅτι τὸ Πνεῦμα πάρεστι.

Τίνος οὖν ἕνεκεν, φησὶ, σημεῖα οὐ γίνεται νῦν; Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε· παρὰ πολλῶν γὰρ ἀκούω τοῦτο, καὶ συνεχῶς καὶ ἀεὶ ζητούμενον· διὰ τί τότε γλώσσαις ἐλάλουν πάντες οἱ βαπτιζόμενοι, νῦν δὲ οὐκέτι; Μάθωμεν πρότερον τί τὸ λαλεῖν γλώσσαις, καὶ τότε ἐροῦμεν καὶ τὴν αἰτίαν. Τί οὖν ἐστι γλώσσαις λαλεῖν; Ὁ βαπτιζόμενος εὐθέως ἐφθέγγετο τῇ τῶν Ἰνδῶν φωνῇ, τῇ τῶν Αἰγυπτίων, τῇ τῶν Περσῶν, τῇ τῶν Σκυθῶν, τῇ τῶν Θρᾳκῶν, καὶ εἷς ἄνθρωπος πολλὰς ἐλάμβανε γλώσσας, καὶ οὗτοι οἱ νῦν εἰ ἦσαν τότε βαπτισθέντες, εὐθέως ἂν ἤκουσας αὐτῶν διαφόροις φθεγγομένων φωναῖς. Καὶ γὰρ ὁ Παῦλος, φησὶν, εὗρέ τινας βαπτισθέντας ἐν τῷ βαπτίσματι Ἰωάννου, καὶ λέγει αὐτοῖς· Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Λέγουσιν αὐτῷ· ἀλλ᾽ οὐδὲ εἰ ἔστι Πνεῦμα ἅγιον, ἠκούσαμεν· καὶ εὐθέως ἐκέλευσεν αὐτοὺς βαπτισθῆναι· Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθεν ἐπ᾽ αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐλάλουν ἅπαντες γλώσσαις. Τίνος οὖν χάριν συνεστάλη, καὶ ἀνῃρέθη ἐξ ἀνθρώπων ἡ χάρις αὕτη νῦν; Οὐχὶ ἀτιμάζοντος ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ καὶ σφόδρα τιμῶντος.

Πῶς; ἐγὼ λέγω. Ἀνοητότερον οἱ ἄνθρωποι διέκειντο τότε, τῶν εἰδώλων προσφάτως ἀπηλλαγμένοι, καὶ παχυτέρα καὶ ἀναισθητοτέρα αὐτῶν ἡ διάνοια ἔτι ἦν, καὶ πρὸς τὰ σωματικὰ πάντα ἐπτόηντο καὶ ἐκεχήνεσαν, καὶ οὐδεμία αὐτοῖς οὐδέπω ἔννοια δωρεῶν ἀσωμάτων ἦν, οὐδὲ εἴδεσαν τί ποτέ ἐστι νοητὴ χάρις, καὶ πίστει μόνῃ θεωρουμένη· διὰ τοῦτο σημεῖα ἐγίνετο.

Τῶν γὰρ χαρισμάτων τῶν πνευματικῶν τὰ μὲν ἀόρατά ἐστι, καὶ πίστει καταλαμβάνεται μόνῃ· τὰ δὲ καὶ αἰσθητὸν ἐνδείκνυται σημεῖον πρὸς τὴν τῶν ἀπίστων πληροφορίαν. Οἷόν τι λέγω· ἁμαρτιῶν ἄφεσις νοητόν ἐστι πρᾶγμα, ἀόρατόν ἐστι χάρισμα· πῶς γὰρ καθαίρονται ἡμῶν αἱ ἁμαρτίαι, οὐχ ὁρῶμεν τοῖς τῆς σαρκὸς ὀφθαλμοῖς. Τί δήποτε; Ὅτι ψυχή ἐστιν ἡ καθαιρομένη· ψυχὴ δὲ ὀφθαλμοῖς σώματος οὐχ ὁρᾶται. Ἡ μὲν οὖν κάθαρσις τῶν ἁμαρτημάτων νοητὴ δωρεά τίς ἐστιν ὀφθαλμοῖς οὐ δυναμένη σώματος γενέσθαι φανερά· τὸ δὲ γλώσσαις διαφόροις λαλεῖν ἐστι μὲν καὶ αὐτὸ νοητῆς ἐνεργείας τοῦ Πνεύματος· αἰσθητὸν μέντοι παρέχεται τὸ σημεῖον, καὶ τοῖς ἀπίστοις εὐσύνοπτον. Τῆς γὰρ ἔνδον ἐν τῇ ψυχῇ γινομένης ἐνεργείας, τῆς ἀοράτου λέγω, ἡ ἔξω γλῶττα ἀκουομένη φανέρωσίς τίς ἐστι καὶ ἔλεγχος. Διὰ τοῦτο καὶ ὁ Παῦλος λέγει· Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον. Ἐγὼ μὲν οὖν νῦν χρείαν οὐκ ἔχω σημείων. Τίνος ἕνεκεν; Ὅτι καὶ χωρὶς σημείου δόσεως πιστεύειν μεμάθηκα τῷ Δεσπότῃ.

Ὁ γὰρ ἀπιστῶν ἐνεχύρου δεῖται· ἐγὼ δὲ πιστεύων οὐ δέομαι ἐνεχύρου οὐδὲ σημείου· ἀλλὰ κἂν μὴ λαλήσω γλώσσῃ, οἶδα ὅτι ἐκαθάρθην ἐκ τῶν ἁμαρτιῶν. Ἐκεῖνοι δὲ τότε οὐκ ἐπίστευον, εἰ μὴ ἔλαβον σημεῖον· διὰ τοῦτο αὐτοῖς ἐδίδοτο σημεῖα, ὥσπερ ἐνέχυρον τῆς πίστεως ἧς ἐπίστευον. Ὥστε οὐχ ὡς πιστοῖς, ἀλλ᾽ ὡς ἀπίστοις ἐδίδοτο τὰ σημεῖα, ἵνα γένωνται πιστοί· οὕτω καὶ Παῦλός φησι· Τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις. Ὁρᾶτε, ὅτι οὐχὶ ἀτιμάζοντος ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ τιμῶντός ἐστι τὸ συστεῖλαι τὴν τῶν σημείων ἐπίδειξιν; Βουλόμενος γὰρ δεῖξαι τὴν πίστιν ἡμῶν, ὅτι χωρὶς ἐνεχύρων καὶ σημείων αὐτῷ πιστεύομεν, τοῦτο πεποίηκεν· ἐκεῖνοι μὲν γὰρ εἰ μὴ ἔλαβον πρῶτον σημεῖον καὶ ἐνέχυρον, οὐκ ἂν αὐτῷ ἐπίστευον περὶ τῶν ἀφανῶν· ἐγὼ δὲ καὶ χωρὶς τούτου πᾶσαν ἐπιδείκνυμι πίστιν· τοῦτο οὖν αἴτιον τοῦ μὴ γίνεσθαι σημεῖα νῦν.