Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν πεντηκοστήν

Ἰωάννης ὁ Χρυσόστομος

Έναρξη της δεύτερης ομιλίας: Η θεότητα και η αγιαστική χάρη του Αγίου Πνεύματος

Η Πεντηκοστή ως μητρόπολη των εορτών, η χορήγηση των πνευματικών δωρεών και η υπεράσπιση της ισοτιμίας και της ομοούσιας αυθεντίας του Αγίου Πνεύματος έναντι όσων το υποβιβάζουν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ Ὁμιλία βʹ. αʹ. Μεγάλα, ἀγαπητοὶ, καὶ πάντα λόγον ἀνθρώπινον ὑπερβαίνοντα τὰ σήμερον ἡμῖν δωρηθέντα παρὰ τοῦ φιλανθρώπου Θεοῦ χαρίσματα· διά τοι τοῦτο κοινῇ πάντες χαίρωμεν, καὶ σκιρτῶντες ἀνυμνήσωμεν τὸν ἡμέτερον Δεσπότην. Ἑορτὴ γὰρ ἡμῖν καὶ πανήγυρις ἡ σήμερον ἡμέρα. Ὥσπερ γὰρ ἐπὶ τῆς τῶν ὡρῶν καὶ τῶν τροπῶν ἐναλλαγῆς ἑτέρα τὴν ἑτέραν διαδέχεται, οὕτω δὴ καὶ ἐπὶ τῆς Ἐκκλησίας ἑορτὴ ἑορτὴν διαδεχομένη, οὕτως ἡμᾶς εἰς ἀλλήλας παραπέμπουσι.

Πρῴην μὲν οὖν ἑωρτάσαμεν τὸν σταυρὸν, τὸ πάθος, τὴν ἀνάστασιν, μετὰ ταῦτα τὴν εἰς οὐρανὸν ἄνοδον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· σήμερον δὲ λοιπὸν εἰς αὐτὸ τὸ τέλος ὑπηντήσαμεν τῶν ἀγαθῶν, εἰς αὐτὴν τὴν μητρόπολιν ἐφθάσαμεν τῶν ἑορτῶν, εἰς αὐτὸν τὸν καρπὸν παρεγενόμεθα τῆς τοῦ Κυρίου ἐπαγγελίας. Ἐὰν γὰρ ἀπέλθω, φησὶν, ἐγὼ, ἄλλον Παράκλητον πέμψω ὑμῖν, καὶ οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς. Εἴδετε κηδεμονίαν; εἴδετε φιλανθρωπίαν ἄφατον; Πρὸ τούτων τῶν ἡμερῶν ἀνῆλθεν εἰς οὐρανὸν, τὸν βασιλικὸν ἀνέλαβε θρόνον, τὴν ἐν δεξιᾷ τοῦ Πατρὸς καθέδραν ἀπείληφε, καὶ σήμερον ἡμῖν τὴν ἐπιδημίαν τοῦ Πνεύματος τοῦ ἁγίου χαρίζεται, καὶ δι᾽ αὐτοῦ τὰ μυρία ἡμῖν ἀπὸ τῶν οὐρανῶν ἀγαθὰ χορηγεῖ.

Τί γὰρ, εἰπέ μοι, τῶν συνεχόντων, τὴν σωτηρίαν τὴν ἡμετέραν οὐχὶ διὰ τοῦ Πνεύματος ἡμῖν ᾠκονόμηται; διὰ τούτου δουλείας ἀπαλλαττόμεθα, εἰς ἐλευθερίαν καλούμεθα, εἰς υἱοθεσίαν ἀναγόμεθα, καὶ ἄνωθεν, ὡς εἰπεῖν, ἀναπλαττόμεθα, τὸ βαρὺ καὶ δυσῶδες τῶν ἁμαρτημάτων φορτίον ἀποτιθέμεθα· διὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἱερέων βλέπομεν χοροὺς, διδασκάλων ἔχομεν τάγματα· ἀπὸ τῆς ἐντεῦθεν πηγῆς καὶ ἀποκαλύψεων δωρεαὶ, καὶ ἰαμάτων χαρίσματα· καὶ τὰ λοιπὰ πάντα, ὅσα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ κοσμεῖν εἴωθεν, ἐντεῦθεν ἔχει τὴν χορηγίαν. Καὶ βοᾶ Παῦλος λέγων· Ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

Καθὼς βούλεται, φησὶν, οὐ καθὼς προστάττεται· διαιροῦν, οὐ διαιρούμενον· αὐθεντοῦν, οὐκ αὐθεντίᾳ ὑποκείμενον. Τὴν γὰρ αὐτὴν ἐξουσίαν, ἥνπερ ἐμαρτύρησε τῷ Πατρὶ, ταύτην καὶ τῷ ἁγίῳ Πνεύματι ἀνατίθησιν ὁ Παῦλος. Καὶ ὥσπερ ἐπὶ τοῦ Πατρός φησιν· Ὁ δὲ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, οὕτω καὶ ἐπὶ τοῦ ἁγίου Πνεύματος· Ταῦτα δὲ πάντα, φησὶν, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Εἶδες ἀπηρτισμένην ἐξουσίαν; Ὧν γὰρ ἡ οὐσία μία, δῆλον ὅτι καὶ ἡ αὐθεντία μία· καὶ ὧν ἰσότιμος ἡ ἀξία, τούτων καὶ ἡ δύναμις καὶ ἡ ἐξουσία μία. Διὰ τούτου τὴν ἀπαλλαγὴν τῶν ἁμαρτημάτων εὑράμεθα· διὰ τούτου πᾶσαν κηλῖδα ἀπενιψάμεθα· διὰ τῆς τούτου δωρεᾶς ἐξ ἀνθρώπων ἄγγελοι γεγόναμεν οἱ τῇ χάριτι προσδραμόντες, οὐ τὴν φύσιν μεταβληθέντες, ἀλλ᾽ ὃ πολλῷ θαυμαστότερόν ἐστι, μένοντες ἐν τῇ φύσει τῇ ἀνθρωπίνῃ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπιδεικνύμεθα.

Τοιαύτη γὰρ ἡ τοῦ ἁγίου Πνεύματος δύναμις· καὶ καθάπερ τὸ πῦρ τοῦτο τὸ αἰσθητὸν, ἐπειδὰν λάβῃ τὸν πηλὸν τὸν διαλελυμένον, ὄστρακον ἰσχυρὸν αὐτὸν ἀποδείκνυσιν· οὕτω δὴ καὶ τὸ πῦρ τοῦ Πνεύματος, ἐπειδὰν λάβῃ ψυχὴν εὐγνώμονα, κἂν εὕρῃ πηλοῦ μᾶλλον διαλελυμένην, σιδήρου στεῤῥοτέραν αὐτὴν ἀπεργάζεται· καὶ τὸν πρὸ μικροῦ τῷ βορβόρῳ τῶν ἁμαρτημάτων μεμολυσμένον, ἀθρόον τοῦ ἡλίου λαμπρότερον ἀναδείκνυσι. Καὶ τοῦτο διδάσκων ἡμᾶς ὁ μακάριος Παῦλος ἐβόα λέγων· Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὔτε λοίδοροι, οὔτε ἅρπαγες βασιλείαν Θεοῦ κληρονομήσουσιν. Καὶ ἀπαριθμησάμενος ἅπαντα ὡς εἰπεῖν τῆς κακίας τὰ εἴδη, καὶ διδάξας, ὅτι οἱ τοιούτοις ὑπεύθυνοι ἁμαρτήμασιν ἀλλότριοι τῆς βασιλείας γίνονται, εὐθέως ἐπήγαγε· Καὶ ταῦτά τινες ἦτε, ἀλλ᾽ ἀπελούσασθε, ἀλλ᾽ ἡγιάσθητε, ἀλλ᾽ ἐδικαιώθητε. Πῶς καὶ τίνι τρόπῳ; εἰπέ· τοῦτο γάρ ἐστι τὸ ζητούμενον. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, φησὶ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Εἶδες τοῦ ἁγίου Πνεύματος τὴν δύναμιν, ἀγαπητέ; εἶδες ὅτι τὸ Πνεῦμα τὸ ἅγιον πᾶσαν τὴν κακίαν ταύτην ἠφάνισε, καὶ τοὺς πρότερον παραδεδομένους ὑπὸ τῶν οἰκείων ἁμαρτημάτων, ἀθρόον εἰς τὴν ἀνωτάτω τιμὴν ἀνήγαγε;

βʹ. Τίς οὖν ἂν κατ᾽ ἀξίαν ὀδύραιτο καὶ θρηνήσειε τοὺς βλασφημεῖν ἐπιχειροῦντας τοῦ Πνεύματος τὴν ἀξίαν, οἳ καθάπερ τινὲς μεμηνότες οὐδὲ τῷ μεγέθει τῶν εὐεργεσιῶν τῆς οἰκείας ἀγνωμοσύνης ἀποσχέσθαι ἀνέχονται, ἀλλὰ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα πράττειν τολμῶσιν, ἀλλοτριοῦντες αὐτὸ, τό γε εἰς αὐτοὺς ἧκον, τῆς δεσποτικῆς ἀξίας, καὶ εἰς τὴν τῶν κτισμάτων τάξιν κατάγειν ἐπιχειροῦσιν; Οὓς ἐβουλόμην ἐρέσθαι, τίνος ἕνεκεν, ὦ οὗτοι, τοσοῦτον πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας ἐπιδείκνυσθε; μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν σωτηρίας, καὶ οὐδὲ εἰς ἔννοιαν λαβεῖν βούλεσθε τὰ παρὰ τοῦ Σωτῆρος τοῖς μαθηταῖς εἰρημένα; Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Εἶδες ὁμότιμον τὴν ἀξίαν; εἶδες συμφωνίαν ἀπηκριβωμένην; εἶδες τῆς Τριάδος τὸ ἀδιαίρετον; μή που διαφορὰ, ἢ ἐναλλαγὴ, ἢ ὑφαίρεσις; Τί τοῖς τοῦ Δεσπότου ῥήμασιν ὑμεῖς ἐπιδιατάσσεσθαι τολμᾶτε; ἢ οὐκ ἴστε, ὅτι καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, εἰ καί τίς ποτε ἐπιχειρήσειεν, ἢ εἰς τοσαύτην ἐξέλθοι τόλμαν, ὥστε προσθεῖναί τι τοῖς παρὰ τοῦ βασιλέως γράμμασιν, ἢ ἀφελεῖν, τοῦ ὁμογενοῦς ἡμῖν καὶ τῆς αὐτῆς φύσεως κοινωνοῦντος. τὴν ἐσχάτην ὑφίσταται δίκην, καὶ οὐδὲν αὐτὸν τῆς τιμωρίας ἐξελέσθαι δυνήσεται;

Εἰ τοίνυν ἐπ᾽ ἀνθρώπου τοσοῦτος ὁ κίνδυνος, ποία γένοιτο ἄν ποτε συγγνώμη τοῖς τοσαύτην ἀπόνοιαν ἐπιδεικνυμένοις, καὶ τὰ παρὰ τοῦ κοινοῦ Σωτῆρος ἡμῶν εἰρημένα παραφθείρειν ἐπιχειροῦσι, καὶ οὐδὲ Παύλου τοῦ τὸν Χριστὸν ἔχοντος ἐν ἑαυτῷ λαλοῦντα ἀκούειν βουλομένοις, λαμπρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος· Ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Εἰ τοίνυν οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε καρδία δέξασθαι ἠδυνήθη τὴν γνῶσιν τῶν ἡτοιμασμένων τοῖς ἀγαπῶσιν αὐτὸν, πόθεν ἡμεῖς, ὦ μακάριε Παῦλε, τούτων τὴν γνῶσιν σχεῖν δυνάμεθα; Μικρὸν ἀνάμεινον, καὶ ἀκούσῃ αὐτοῦ καὶ τοῦτο δηλοῦντος· ἐπήγαγε γοῦν λέγων· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Καὶ οὐδὲ μέχρι τούτου ἔστη· ἀλλ᾽ ἵνα δείξῃ καὶ τῆς δυνάμεως τὸ μέγεθος, καὶ ὡς τῆς αὐτῆς ἐστιν οὐσίας τῷ Πατρὶ καὶ τῷ Υἱῷ, φησί· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Εἶτα βουλόμενος ἐξ ἀνθρωπίνων παραδειγμάτων ἀκριβεστέραν ἡμῖν ἐνθεῖναι τὴν διδασκαλίαν, ἐπήγαγε· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ;

Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Εἶδες διδασκαλίαν ἀπηρτισμένην; Ὥσπερ, φησὶ, τὰ ἐν διανοίᾳ τοῦ ἀνθρώπου οὐχ οἷόν τε ἕτερόν τινα εἰδέναι, ἀλλ᾽ αὐτὸς μόνος οἶδε τὰ ἑαυτοῦ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· ὃ μέγιστον καὶ σφόδρα ἱκανὸν δεῖξαι τοῦ Πνεύματος τὴν ἀξίαν. Παράδειγμα γὰρ παρήγαγε μονονουχὶ λέγων, μὴ οἷόν τέ τινα τῶν ἀνθρώπων τὰ ἐν διανοίᾳ αὐτοῦ ἀγνοῆσαί ποτε. Ὥσπερ οὖν τοῦτο οὐ δυνατὸν, οὕτω καὶ τὰ τοῦ Θεοῦ μετὰ τοσαύτης ἀκριβείας, φησὶν, ἐπίσταται Πνεῦμα τὸ ἅγιον.

Ἀλλ᾽ οὐκ οἶδα πῶς οὐδὲ ταῦτα λέγων ὁ μακάριος οὗτος καθικνεῖται τῶν διὰ τὴν οἰκείαν πρόληψιν κατὰ τῆς ἑαυτῶν σωτηρίας τοσοῦτον ἐπιδεικνυμένων πόλεμον κατὰ τῆς τοῦ Πνεύματος ἀξίας, καὶ τὸ ἧκον εἰς αὐτοὺς ἀλλοτριούντων αὐτὸ τῆς δεσποτικῆς ἀξίας, καὶ καταγόντων εἰς τὴν τῶν δημιουργημάτων εὐτέλειαν.