Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἁγίαν πεντηκοστήν

Ἰωάννης ὁ Χρυσόστομος

Η σκοπιμότητα της αναμονής του Παρακλήτου και ο συμβολισμός των πύρινων γλωσσών

Ανάλυση της παιδαγωγικής σημασίας της καθυστέρησης της επιφοίτησης μετά την Ανάληψη και ερμηνεία του συμβολισμού των πύρινων γλωσσών ως μέσου πνευματικού καθαρμού και άρσης της διαίρεσης της Βαβέλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Ἀλλ᾽ εἰ καὶ ἐκεῖνοι φιλονείκως διάκεινται, ἀπεναντίας ἱστάμενοι τοῖς παρὰ τῆς θείας Γραφῆς εἰρημένοις, ἡμεῖς τὰ θεῖα διδάγματα ὡς χρησμοὺς ἄνωθεν κατενεχθέντας δεχόμενοι, τὴν προσήκουσαν δοξολογίαν ἀναπέμψωμεν, μετὰ τῆς ὀρθῆς πίστεως καὶ τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπιδεικνύμενοι. Πρὸς μὲν οὖν τοὺς ἐπιχειροῦντας ἐναντία τοῖς παρὰ τοῦ Πνεύματος εἰρημένοις διδάσκειν, ἱκανὰ τὰ εἰρημένα· ἀναγκαῖον δὲ εἰπεῖν πρὸς τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν ἡμῖν τὸ αἴτιον τῶν τοσούτων ἀγαθῶν οὐκ εὐθέως μετὰ τὴν αὐτοῦ ἄνοδον κεχάρισται ὁ Κύριος· ἀλλ᾽ ἀφῆκεν ὀλίγας πρότερον ἐνδιατρίψαι ἡμέρας, καὶ καθ᾽ ἑαυτοὺς γενέσθαι τοὺς μαθητὰς, καὶ τότε τὴν τοῦ Πνεύματος χάριν κατέπεμψεν. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ οὐδὲ τοῦτο γεγένηται. Ἐπειδὴ γὰρ ᾔδει τῶν ἀνθρώπων τὸ γένος οὐχ ὁμοίως τὰ ἐν χερσὶ θαυμάζοντας ἀγαθὰ, οὐδὲ κατ᾽ ἀξίαν τιμῶντας ἐκεῖνα, ἅπερ ἂν ἡδέα καὶ μεγάλα καταφανῇ, ἂν μὴ καὶ τῶν ἐναντίων ἡ εἴσοδος παρεισέλθῃ· οἷόν τι λέγω· δεῖ γὰρ αὐτὸ σαφέστερον εἰπεῖν· ὁ ὑγιαίνων καὶ εὐεκτῶν τὸ σῶμα οὐκ αἰσθάνεται, οὐδὲ ἀκριβῶς εἰδέναι δύναται, ὅσα αὐτῷ ἀγαθὰ ἡ ὑγεία ἐχαρίζετο, εἰ μὴ καὶ τῆς νόσου πεῖραν λάβῃ τῆς ἀσθενείας παρεισελθούσης· καὶ ὁ τὴν ἡμέραν πάλιν βλέπων οὐχ ὁμοίως θαυμάζει τὸ φῶς, ἐὰν μὴ καὶ τὸ τῆς νυκτὸς σκότος διαδέξηται.

Καὶ γὰρ ἡ τῶν ἐναντίων πεῖρα διδάσκαλος ἀεὶ γίνεται σαφὴς ἐκείνων, ὧν πρότερον ἐν ἀπολαύσει τυγχάνοντες ἦμεν.

Διά τοι τοῦτο καὶ τότε, ἐπειδὴ μυρίων ἦσαν ἀγαθῶν οἱ μαθηταὶ κατὰ τὴν αὐτοῦ παρουσίαν ἀπολαύσαντες, καὶ ἀπὸ τοῦ συνδιατρίβειν αὐτῷ ἐν πολλῇ ἦσαν εὐημερίᾳ· καὶ γὰρ οἱ τὴν Παλαιστίνην ἅπαντες οἰκοῦντες, ὥσπερ εἰς φωστῆράς τινας οὕτως εἰς τὰ τούτων ἐνέβλεπον πρόσωπα· ἐπειδὴ καὶ νεκροὺς ἀνίστων, καὶ λεπροὺς ἐκάθαιρον, δαίμονας ἤλαυνον, καὶ νοσήματα ἐθεράπευον, καὶ ἕτερα πολλὰ ἐπεδείκνυντο θαύματα· ἐπεὶ οὖν οὕτως ἦσαν περίβλεπτοι καὶ περιφανεῖς, διὰ τοῦτο συνεχώρησεν αὐτοὺς πρὸς ὀλίγον χωρισθῆναι τῆς τοῦ συμμαχοῦντος δυνάμεως, ἵνα ὅταν ἐν ἐρημίᾳ γένωνται, μάθωσιν ἡλίκον αὐτοῖς ἐχαρίζετο ἡ τῆς αὐτοῦ ἀγαθότητος παρουσία, καὶ εἰς αἴσθησιν ἐλθόντες τῶν παρελθόντων ἀγαθῶν μετὰ μείζονος τῆς προθυμίας ὑποδέξωνται καὶ τὴν τοῦ Παρακλήτου δωρεάν. Καὶ γὰρ ἀθυμοῦντας αὐτοὺς παρεκάλεσε, καὶ διὰ τὸν τοῦ διδασκάλου χωρισμὸν στυγνάζοντας καὶ κατηφείας πεπληρωμένους διὰ τοῦ οἰκείου φωτὸς κατηύγασε, καὶ κειμένους σχεδὸν ἀνέστησε, καὶ τῆς ἀθυμίας τὸ νέφος διεσκέδασε, καὶ τὴν ἀπορίαν ἔλυσεν.

Ἐπειδὴ γὰρ ἦσαν ἀκούσαντες τῆς Δεσποτικῆς φωνῆς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· ἠπόρουν δὲ λοιπὸν καὶ ἠγνόουν, ὅποι δεῖ ἕκαστον τραπῆναι, καὶ πρὸς ποῖον δεῖ κλίμα τῆς οἰκουμένης κηρῦξαι τὸν λόγον, ἔρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει γλωσσῶν, ἑκάστῳ μερίζον τῆς κατὰ τὴν οἰκουμένην διδασκαλίας τὰ κλίματα, καὶ διὰ τῆς δοθείσης γλώττης καθάπερ δέλτῳ τινὶ γνωρίζον ἑκάστῳ τῆς ἐμπιστευθείσης ἀρχῆς τε καὶ διδασκαλίας τὸν ὅρον.

Διὰ τοῦτο ἐν εἴδει γλωσσῶν τὸ Πνεῦμα παρεγένετο· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλ᾽ ἵνα καὶ παλαιᾶς ἡμᾶς ὑπομνήσῃ ὑποθέσεως. Ἐπειδὴ γὰρ τὸ παλαιὸν εἰς ἀπόνοιαν ἐξοκείλαντες οἱ ἄνθρωποι πύργον ἠβουλήθησαν κατασκευάσαι ἕως τοῦ οὐρανοῦ φθάνοντα, καὶ διὰ τῆς τῶν γλωσσῶν διαιρέσεως διεῖλεν αὐτῶν τὴν κακὴν συμφωνίαν· διὰ τοῦτο καὶ νῦν ἐν εἴδει γλωσσῶν πυρίνων ἐφίπταται αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα διαιρεθεῖσαν τὴν οἰκουμένην διὰ τούτου συνάψῃ. Καὶ ἐγένετο πρᾶγμα καινὸν καὶ παράδοξον· ὥσπερ γὰρ τότε τὸ παλαιὸν γλῶσσαι τὴν οἰκουμένην κατέτεμον, καὶ τὴν κακὴν συμφωνίαν εἰς διαίρεσιν ἤγαγον· οὕτω καὶ νῦν γλῶσσαι τὴν οἰκουμένην συνῆψαν, καὶ τὰ διεστῶτα εἰς ὁμόνοιαν συνήγαγον. Ἐν εἴδει μὲν οὖν γλωσσῶν διὰ τοῦτο, ὡσεὶ πυρὸς δὲ γλῶσσαι διὰ τὴν ἐν ἡμῖν ὑλομανήσασαν τῆς ἁμαρτίας ἄκανθαν. Καθάπερ γὰρ γῆ, ὅταν λιπαρὰ καὶ πίων οὖσα τυγχάνῃ, μὴ γεωργῆται δὲ, πολλὴν ἐπιδείκνυται τῶν ἀκανθῶν τὴν φοράν· οὕτω δὴ καὶ ἡ φύσις ἡ ἡμετέρα, καλὴ οὖσα διὰ τὸν παραγαγόντα, καὶ πρὸς τὸν τῆς ἀρετῆς καρπὸν ἐπιτηδείως ἔχουσα, διὰ τὸ μὴ δέξασθαι τὸ τῆς εὐσεβείας ἄροτρον, μηδὲ τὸν τῆς θεογνωσίας σπόρον, καθάπερ ἀκάνθας τινὰς καὶ ἑτέραν ἄχρηστον ὕλην τὴν ἀσέβειαν ἀπεγέννησε.

Καὶ ὃν τρόπον τῆς γῆς τὸ πρόσωπον ἀπὸ τοῦ πλήθους τῶν ἀκανθῶν καὶ τῶν πονηρῶν βοτανῶν πολλάκις οὐ φαίνεται· οὕτω καὶ τὸ εὐγενὲς καὶ τὸ καθαρὸν τῆς ψυχῆς τῆς ἡμετέρας οὐ διεδείκνυτο, ἕως ὅτε παραγενόμενος ὁ γεωργὸς τῆς φύσεως τῆς ἀνθρωπίνης, καὶ τὸ πῦρ ἐπαφεὶς τοῦ Πνεύματος, ἐκάθηρέ τε αὐτὴν, καὶ πρὸς τὸ δέξασθαι τὸν σπόρον τὸν οὐράνιον ἐπιτηδείαν γενέσθαι παρεσκεύασε.