Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν αἴτησιν τῆς μητρὸς τῶν υἱῶν Ζεβεδαίου

Ἰωάννης ὁ Χρυσόστομος

Η κριτική και βασιλική εξουσία του Υιού

Απόδειξη της απόλυτης εξουσίας του Χριστού να κρίνει, με βάση τις παραβολές της κρίσεως, την αξία της ελεημοσύνης και το παράδειγμα του στεφανισμού του αποστόλου Παύλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Ὅτι γὰρ κύριός ἐστι καὶ κολάζειν καὶ τιμᾷν, ἄκουσον τί φησιν αὐτὸς ὁ ταῦτα λέγων· Ὅταν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, στήσει τὰ πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Τοῖς δὲ ἐξ εὐωνύμων ἐρεῖ· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με. Εἶδες κρίσιν ἀπηρτισμένην, καὶ πῶς καὶ τιμᾷ καὶ κολάζει, καὶ στεφανοῖ καὶ τιμωρεῖται, καὶ τοὺς μὲν εἰς τὴν βασιλείαν εἰσάγει, τοὺς δὲ εἰς τὴν γέενναν ἀποπέμπει;

βʹ. Σκόπει δὲ καὶ ἐνταῦθα τὴν πολλὴν περὶ ἡμᾶς αὐτοῦ κηδεμονίαν. Τοῖς μὲν γὰρ στεφανουμένοις ὅτε διελέγετο, Δεῦτε, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου· τοῖς δὲ κολαζομένοις οὐκ εἶπε· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον ὑμῖν, ἀλλὰ Τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Τὴν μὲν γὰρ βασιλείαν ἀνθρώποις ἡτοίμασα, τὴν δὲ γέενναν οὐκ ἀνθρώποις, φησὶν, ἀλλὰ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις τοῖς ἐκείνου παρεσκεύασα. Εἰ δὲ ὑμεῖς τοιοῦτον ἐπεδείξασθε βίον, ὡς ἄξιοι γενέσθαι τῆς κολάσεως καὶ τῆς τιμωρίας, ἑαυτοῖς ἂν εἴητε τοῦτο λογίζεσθαι δίκαιοι.

Καὶ σκόπει τὸ πρὸς φιλανθρωπίαν ἐπιῤῥεπές· οὔπω γὰρ τῶν ἀγωνιστῶν γενομένων, οἱ στέφανοι προητοιμάσθησαν, καὶ τὰ βραβεῖα προπαρεσκευάσθησαν. Κληρονομήσατε γὰρ, φησὶ, τὴν βασιλείαν τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου. Καὶ ἐπὶ τῆς παραβολῆς δὲ τῶν δέκα παρθένων τὸ τοιοῦτον ἴδοι τις ἄν· ἐπειδὴ γὰρ ἔμελλε παραγίνεσθαι ὁ νυμφίος, λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἀπὸ τοῦ ἐλαίου ὑμῶν. Αἱ δὲ πρὸς αὐτάς· Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· οὐ περὶ ἐλαίου ἐνταῦθα καὶ πυρὸς διαλεγομένη ἡ Γραφὴ, ἀλλὰ περὶ παρθενίας καὶ φιλανθρωπίας, καὶ τὴν μὲν παρθενίαν ἐν τάξει πυρὸς, τὴν δὲ ἐλεημοσύνην ἐν τάξει ἐλαίου τίθησι, δεικνῦσα ὅτι σφόδρα δεῖται φιλανθρωπίας ἡ παρθενία, καὶ ἄνευ ταύτης σωθῆναι οὐκ ἔνι. Τίνες δὲ οἱ τὸ ἔλαιον τοῦτο πωλοῦντες;

Τίνες ἄλλοι ἀλλ᾽ ἢ οἱ πένητες; οὐ γὰρ λαμβάνουσι μᾶλλον ἢ διδόασι. Μὴ δὴ νόμιζε τὴν ἐλεημοσύνην ἀνάλωμα εἶναι, ἀλλὰ πρόσοδον, μηδὲ δαπάνην, ἀλλὰ πραγματείαν· μείζονα γὰρ λαμβάνεις ἢ δίδως. Δίδως ἄρτον, καὶ λαμβάνεις ζωὴν αἰώνιον· δίδως ἱμάτιον, καὶ λαμβάνεις ἀφθαρσίας περιβόλαιον· δίδως κοινωνίαν στέγης, καὶ λαμβάνεις βασιλείαν οὐρανῶν· παρέχεις τὰ ἀπολλύμενα, καὶ δέχῃ τὰ διηνεκῶς μένοντα. Καὶ πῶς ἂν δύναμαι ἐλεεῖν, πένης, φησὶν, ὤν;

Μάλιστα ὅταν πένης ᾖς, τότε δύνασαι ἐλεεῖν. Ὁ μὲν γὰρ πλουτῶν μεθύων τῇ περιουσίᾳ τῶν χρημάτων, καὶ πυρετὸν χαλεπώτατον πυρέττων, καὶ ἀκόρεστον ἔχων ἔρωτα, πλείονα ποιεῖν τὰ ὄντα βούλεται· ὁ δὲ πένης ταύτης ἀπηλλαγμένος τῆς νόσου, καὶ τῆς ἀῤῥωστίας καθαρεύων, εὐκολώτερον ἐκ τῶν ὄντων προήσεται. Οὐ γὰρ τὰ μέτρα τῆς οὐσίας, ἀλλὰ τὰ μέτρα τῆς γνώμης τὴν ἐλεημοσύνην ἐργάζεσθαι πέφυκεν· ἐπεὶ καὶ ἡ χήρα ἐκείνη τότε δύο κατέβαλεν ὀβολοὺς, καὶ τοὺς τῷ πλούτῳ κομῶντας ὑπερηκόντισε, καὶ ἡ ἑτέρα χήρα ἐν δρακὶ ἀλεύρου καὶ ὀλίγῳ ἐλαίῳ τὴν οὐρανομήκη ψυχὴν ἐκείνην ἐξενοδόχησε, καὶ οὐδεμιᾷ τούτων γέγονεν ἡ πενία κώλυμα.

Μὴ δὴ προφασίζου περιττὰ καὶ ἀνόνητα· οὐ γὰρ περιουσίαν εἰσφορᾶς ἀπαιτεῖ, ἀλλὰ πλοῦτον προαιρέσεως· ὃς οὐκ ἀπὸ τοῦ μέτρου τῶν δεδομένων, ἀλλ᾽ ἀπὸ τῆς προθυμίας τῶν παρεχόντων δείκνυται. Πένης εἶ, καὶ πάντων ἀνθρώπων πενέστερος; ἀλλ᾽ οὐκ εἶ τῆς χήρας ἐκείνης πτωχότερος, ἣ τοὺς πλουτοῦντας ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν.

Ἀλλὰ καὶ αὐτῆς ἀπορεῖς τῆς ἀναγκαίας τροφῆς; ἀλλ᾽ οὐκ εἶ τῆς Σιδωνίας ἀπορώτερος, ἣ πρὸς αὐτὸν ἐλθοῦσα τοῦ λιμοῦ τὸν πυθμένα, τοῦ θανάτου προσδοκωμένου λοιπὸν, καὶ χοροῦ παίδων περιεστῶτος, οὐδὲ οὕτως ἐφείσατο τῶν ὄντων, ἀλλὰ διὰ τῆς ἐπιτεταμένης πενίας πλοῦτον ἄφατον ἐπρίατο, ἅλωνα τὴν χεῖρα καὶ ληνὸν τὴν ὑδρίαν ἐργασαμένη, ἐξ ὀλίγων πολλὰ πηγάζειν παρασκευάσασα. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἴωμεν, ἵνα μὴ συνεχεῖς τὰς παρεκτροπὰς ποιώμεθα. Ἐπειδὴ οὖν ἔμελλεν ὁ νυμφίος ἔρχεσθαι, ταῦτα πρὸς ἀλλήλας αἱ παρθένοι διελέγοντο. Ἐκεῖναι δὲ πρὸς τοὺς πωλοῦντας ἔπεμπον αὐτάς· ἀλλ᾽ οὐκ ἦν καιρὸς οὐκέτι λοιπὸν ἀγοράζειν ἔλαιον· εἰκότως. Οἱ γὰρ πωλοῦντες ἐν τῷ παρόντι βίῳ μόνον εἰσί· μετὰ δὲ τὴν ἐντεῦθεν ἀποδημίαν καὶ τὸ λυθῆναι τὸ θέατρον οὐκ ἔστι λοιπὸν φάρμακον τοῖς γεγενημένοις εὑρεῖν, οὐδὲ συγγνώμην καὶ ἀπολογίαν, ἀλλ᾽ ἀνάγκη λοιπὸν κολάζεσθαι· ὅπερ καὶ τότε γέγονεν. Ἐπειδὴ γὰρ ἦλθεν ὁ νυμφίος, αἱ μὲν εἰσῆλθον λαμπρὰς ἔχουσαι τὰς λαμπάδας, αἱ δὲ, ὑστερήσασαι τῆς εἰσόδου, τὰς θύρας ἐπάτασσον τοῦ νυμφῶνος, καὶ τὸ φοβερὸν ῥῆμα ἐκεῖνο ἤκουον· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς. Εἶδες αὐτὸν πάλιν καὶ τιμῶντα καὶ κολάζοντα, καὶ στεφανοῦντα καὶ τιμωροῦντα, καὶ δεχόμενον καὶ ἀποπέμποντα, καὶ ἑκατέρου τοῦ μέρους τῆς κρίσεως ὄντα κύριον;

Τοῦτο καὶ ἐπὶ τοῦ ἀμπελῶνος, τοῦτο καὶ ἐπὶ τῶν πέντε καὶ δύο ταλάντων, καὶ τοῦ ἑνὸς ἴδοι τις ἄν· τοὺς μὲν γὰρ ἀπεδέξατο, καὶ εἰσήγαγεν ἐπὶ πλείοσι, τὸν δὲ ἐκέλευσε δεθέντα ἔξω βάλλεσθαι εἰς τὸ σκότος τὸ ἐξώτερον.

γʹ. Ἀλλὰ τίς αὐτῶν ὁ δριμὺς λόγος, μᾶλλον δὲ πολλῆς ἀνοίας γέμων; ἔχειν μὲν ἐξουσίαν καὶ κολάζειν καὶ στεφανοῦν, καὶ τιμωρεῖσθαι καὶ ἀμοιβὰς διδόναι, ἀλλὰ τὴν ἀνωτάτω προεδρίαν, φησὶ, καὶ τὴν ὑψηλοτάτην τιμὴν, ταύτην ἔφησεν οὐκ εἶναι αὐτοῦ δοῦναι· Τί οὖν ἐὰν μάθῃς ὅτι οὐδέν ἐστιν ὑπεξῃρημένον αὐτοῦ τῆς ψήφου, ἀποθήσῃ ποτὲ τὴν ἄκαιρον ταύτην φιλονεικίαν;

Οὐκοῦν αὐτοῦ πάλιν ἄκουε λέγοντος· Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Εἰ τοίνυν πᾶσαν ἔχει τὴν κρίσιν, οὐδὲν ὑπεξῄρηται τῆς ψήφου· ὁ γὰρ πᾶσαν ἔχων τὴν κρίσιν, κύριός ἐστι πάντας καὶ τιμωρεῖσθαι καὶ στεφανοῦν.

Τὸ δὲ, ἔδωκεν, ἐνταῦθα μὴ ἀνθρωπίνως ἀκούσῃς, ἀγαπητέ· οὐ γὰρ οὐκ ἔχοντι ἔδωκεν, οὐδὲ ἀτελῆ ἐγέννησεν, οὐδὲ ὕστερον αὐτῷ προσεγένετο, ἀλλὰ τὸ, ἔδωκε, τοιοῦτόν ἐστι, τοιοῦτον αὐτὸν ἐγέννησε, τέλειον, ἀπηρτισμένον. Ταύτῃ δὲ κέχρηται τῇ λέξει, ἵνα μὴ δύο γεννητοὺς νομίσῃς θεοὺς, ἀλλ᾽ ἵνα εἰδῇς καὶ τὴν ῥίζαν καὶ τὸν καρπόν· οὐχ ἵνα ὕστερον αὐτῷ προσγεγενῆσθαι νομίσῃς τοῦτο. Καὶ γὰρ ἐρωτώμενος ἀλλαχοῦ, Οὐκοῦν βασιλεὺς εἶ σύ; οὐκ εἶπεν, ὅτι Ἔλαβον τὴν βασιλείαν· οὐκ εἶπεν, ὅτι προσεγένετο αὐτῷ ὕστερον ἡ βασιλεία· ἀλλ᾽, ὅτι Ἐγὼ εἰς τοῦτο γεγέννημαι. Εἰ βασιλεὺς ἀπηρτισμένος ἐγεννήθη, εὔδηλον ὅτι καὶ κριτὴς καὶ δικαστής· βασιλέως γὰρ μάλιστα τὸ κρίνειν, καὶ δικάζειν, καὶ τιμᾷν, καὶ τιμωρεῖσθαι.

Καὶ ἑτέρωθεν δὲ τοῦτο ἴδοι τις ἂν, ὅτι καὶ τὰς ἄνω τιμὰς κύριος αὐτός ἐστι διδόναι. Ὅταν γὰρ παραγάγωμεν εἰς τὸ μέσον τὸν πάντων ἀνθρώπων ἀμείνω, καὶ δείξωμεν τοῦτον ὑπ᾽ αὐτοῦ στεφανούμενον, ποία λοιπὸν ὑπολειφθήσεται πρόφασις ὑμῖν;

Τίς οὖν ἁπάντων ἀνθρώπων ἀμείνων; Τίς δὲ ἕτερος ἀλλ᾽ ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδραμὼν, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χριστοῦ, ὁ τῆς Ἐκκλησίας φυτουργὸς, ὁ σοφὸς ἀρχιτέκτων, ὁ κῆρυξ, ὁ δρομεὺς, ὁ ἀγωνιστὴς, ὁ στρατιώτης, ὁ παιδοτρίβης, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπὼν, ὁ πρὸ τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ εἰς παράδεισον ἀπενεχθεὶς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνῃ φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμενος;

Ὅτι δὲ πλεῖον ἁπάντων ἔκαμεν, ἄκουσον αὐτοῦ λέγοντος, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα. Εἰ δὲ περισσότερον πάντων ἔκαμε, περισσότερον καὶ στεφανοῦται· Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Εἰ τοίνυν μείζονα τῶν ἀποστόλων λαμβάνει στέφανον (τῶν δὲ ἀποστόλων ἴσος οὐδεὶς γέγονεν, οὗτος δὲ κἀκείνων μείζων), εὔδηλον ὅτι τῆς ἀνωτάτω ἀπολαύσεται τιμῆς καὶ προεδρίας. Τίς οὖν ἐστιν ὁ αὐτὸν στεφανῶν; Ἄκουσον αὐτοῦ λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής. Ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ. Οὐκ ἐντεῦθεν δὲ τοῦτο μόνον δῆλον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς· Οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Τίνος δέ ἐστιν ἡ ἐπιφάνεια; ἄκουσον αὐτοῦ λέγοντος, Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.