Αἱ δὲ εἰς δήμους ὁποῖαι διαφοραὶ, ἄκουσον τῆς Γραφῆς, ὡς θρηνῳδίᾳ διηγουμένης· Ἐπείρασαν, φησὶ, τὸν Θεὸν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Ἐγόγγυσαν, φησὶ, καὶ ἀπώλοντο ἀπὸ τοῦ ὀλοθρευτοῦ. Ἐπόρνευσαν, φησὶ, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Ἔδωκε, φησὶ, Κύριος θάνατον ἐπὶ Ἰσραὴλ ἀπὸ πρωΐθεν, καὶ ἕως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. Τί ἄν σοι τὰς τοῦ Θεοῦ πρὸς βασιλέα τότε διηγοίμην προτάσεις; Τάδε λέγει Κύριος, φησίν· Αἴτησαι σεαυτῷ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν, ἢ τρεῖς μῆνας τοὺς ἐχθρούς σου καταδιώκειν σε, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου. Τραγῳδοῦσι καὶ γραφεῖς Ἑλλήνων τὴν τῶν παλαιῶν χρόνων κακοπραγίαν, κατακλυσμῶν ἀμετρίαν, ὑπερβολὴν ἐκπυρώσεως, πολυετίαν λιμῶν, σεισμῶν ὄλεθρον πάνδημον, αἱμάτων ἐμφυλίους ἐκχύσεις, κύματα πολέμων ἐπαλλήλων. Οὐκ ἦν τότε τῶν ἐξ οὐρανοῦ καὶ γῆς παρατάξεων, οὐχ Ἕλλησιν, οὐ βαρβάροις, οὐκ Ἰουδαίοις εἰρήνη. Ἔμενε γὰρ τὸν εἰρηνοποιοῦντα τὰ ἄνω καὶ τὰ κάτω μεσίτην· περὶ οὗ Παῦλός φησιν· Αὐτός ἐστιν εἰρήνη ἡμῶν, ὁ κωλύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Πόσοι νῦν Σοδομιτῶν ἀσελγέστεροι; καὶ πῦρ ἐπ᾽ αὐτοὺς ὁ ἀὴρ, ὡς τὸ πρὶν, οὐκ ἐκχέει.