Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο της εορτής της Αναλήψεως

Εισαγωγή στην εορτή και ανακήρυξη της νίκης του Δεσπότη μέσω της ανύψωσης της ανθρώπινης φύσης στους ουρανούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Θεία τις, ὡς ἔοικεν, ἡ παροῦσα πανήγυρις τὴν τοῦ Δεσπότου κατὰ τοῦ θανάτου νίκην ἀνακηρύττουσα· καὶ πρὸς αὐτὴν ἥκομεν τὴν πασῶν κορωνίδα τῶν ἑορτῶν. Νῦν γὰρ τέλος εἴληφε πάσης τῆς οἰκονομίας ἡμῖν τὸ κατόρθωμα· καὶ τῆς τῶν ἐπινικίων ἑορτῆς ὁ παρὼν καιρὸς ἥκει φέρων τὰ σύμβολα. Νυνὶ γὰρ εἰς οὐρανὸν ἀνήγαγεν ὁ Δεσπότης «τῶν ἡμετέρων σωμάτων τὴν ἀπαρχήν». Ἐπάνοδον τοίνυν δεσποτικὴν ἑορτάζομεν, καθ᾽ ἣν πρὸς τὰ οὐράνια τὴν ἡμετέραν φύσιν μετέστησεν. Ἀνέστησε μὲν γὰρ τὸν ἑαυτοῦ ναὸν ὁ ἐνοικήσας Θεὸς καὶ συνήγαγεν ἑαυτῷ τὸ οἰκεῖον ἔνδυμα ὁ τὸ αἰθέριον πέλαγος περαιωσάμενος, τῇ μὲν θείᾳ φύσει διηνεκῶς τὰ πάντα πληρῶν, τῇ δὲ κατὰ σάρκα οἰκονομίᾳ πρότερον μὲν ὑπὸ γῆν ἐλθὼν, ὕστερον δὲ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην τῷ οἰκείῳ σώματι τὸ οὐράνιον ἀποπληρώσας οἰκητήριον. «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Τίς τῆς τοσαύτης οἰκονομίας ἐξηγήσασθαι δυνηθείη λόγος τὸ μέγεθος; τίς τῆς ἀῤῥήτου φιλοτιμίας τοῦ Δεσπότου διὰ γλώσσης ἀνακηρύξει τὸν ἄπειρον πλοῦτον; Ὃν γὰρ ἐξέβαλε τῆς ἐν παραδείσῳ διαίτης ἡ ἁμαρτία, τοῦτον εἰς οὐρανὸν ἀνήγαγεν ἡ θεία χάρις.