Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος πρώτος: Η ανύψωση της ανθρώπινης φύσης και η λύτρωση από την αμαρτία

Η σωτηριώδης οικονομία της Αναλήψεως ως αντιστροφή της πτώσεως του Αδάμ, η συμφιλίωση με τις αγγελικές δυνάμεις και η πνευματική οικοδομή της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 6

Τοῦ αὐτοῦ Ἰωάννου τοῦ Χρυσοστόμου λόγος εἰς τὴν Ἀνάληψιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εὐλόγησον, πάτερ. Σήμερον ἡμῖν ἡ τοῦ Σωτῆρος Ἀνάληψις τὸν οὐρανὸν ἤνοιξε καὶ ὁδὸν ἀληθείας ὑπέδειξε. Σήμερον ἡ φιλάνθρωπος τοῦ Σωτῆρος οἰκονομία τὸν χοϊκὸν ἄνθρωπον ἀπὸ γῆς ἀνασπάσασα εἰς οὐρανὸν μετεφύτευσε. Σήμερον ἡ τοῦ μονογενοῦς ἀγαθότης τὸν παλαιὸν ἐκεῖνον Ἀδὰμ τῷ θανάτῳ καὶ τάφῳ καὶ ἀνόμῳ τιμωρίᾳ ὑποβληθέντα, τῆς παλαιᾶς καταδίκης ἐξαρπάσασα καὶ ἀθανασίαν ἐνδύσασα, εἰς αὐτὰ τὰ βασίλεια τῆς αἰωνίου ζωῆς ἐνίδρυσε. Καὶ γέγονεν ὁ ἐπὶ γῆς ἄνθρωπος συμπολίτης ἀγγέλων· ἀλλὰ καὶ ἀρχαγγέλων καὶ πασῶν τῶν οὐρανίων δυνάμεων δεσπότης ἀπεδείχθη. Οὐ γὰρ ἀγγέλοις συναμιλλᾶται ἡ τοῦ Σωτῆρος Ἀνάληψις, ἀλλ’ ἀγγέλων δεσπόζει· «ὑπεράνω γάρ ἐστι πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου», κατὰ τὴν σωτήριον τοῦ Ἀποστόλου διδασκαλίαν· ὃς «ἐκάθισε», φησίν, «ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς». Ὅταν δὲ ταῦτα λέγει ὁ θεολόγος, τὴν δόξαν ἑρμηνεύει οὐ τὴν πρὸ αἰώνων, ἣν ἔχει, ἀλλὰ τοῦ θνητοῦ τούτου καὶ ἀνθρωπίνου γένους τὴν εἰς τὸ κρεῖττον μεταβολὴν ὑποτίθεται.

Οὐ γὰρ ὁ μονογενής, ὁ Θεὸς Λόγος, ὁ συναΐδιος καὶ σύνθρονος τῷ Πατρί, ἀνάγεται ἄνω—τῶν γὰρ ἄνω ἐστὶ Δεσπότης—, ἀλλ’ ἡ θνητὴ φύσις ἀνάγεται ὑπ’ αὐτοῦ· καὶ τὴν σωτηρίαν οὐχ ἑαυτῷ πραγματεύεται, ἀλλὰ τῷ γένει τῶν ἀνθρώπων χαρίζεται. Οὔτε γὰρ δι’ ἑαυτὸν ἀπέθανεν, οὔτε δι’ ἑαυτὸν ἀνέστη, οὔτε δι’ ἑαυτὸν ἀνελήφθη· οὔτε γὰρ ἀπέθνῃσκεν <ἂν> ἡ πηγὴ τῆς ἀθανασίας, οὔτε ἠγείρετο <ἂν> ἡ ἀνάστασις. Ὁ Θεὸς οὐκ ἀνίσταται, ἀλλ’ ἀνιστᾷ· οὐκ ἐγείρεται, ἀλλ’ ἐγείρει· οὐ ζωοποιεῖται, ἀλλὰ ζωοποιεῖ. Ἵνα δὲ μάθῃς ὅτι οὐχ ὁ Θεὸς Λόγος ἀνίσταται, ἀλλ’ ἡ ἔνσαρκος οἰκονομία, πρὶν σταυρὸν ὑπομείνῃ, πρὶν ταφήν, πρὶν ἀνάστασιν δείξῃ, ἔλεγε Μάρθᾳ τῇ ἀδελφῇ τοῦ Λαζάρου· «Ἐγώ εἰμι ἡ ἀνάστασις». Καὶ ἀνάστασιν ἑαυτὸν καλεῖ, ἵνα δείξῃ ὅτι ἀνιστᾷ μὲν κατὰ τὴν θεότητα, ἐγείρεται δὲ κατὰ τὴν ἀνθρωπότητα. Ἀνέστη τοίνυν δι’ ἡμᾶς, ἐπειδὴ καὶ ἀπέθανε δι’ ἡμᾶς.

Ἀνελήφθη εἰς οὐρανούς, οὐκ αὐτὸς οὐρανοῦ δεόμενος, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ἀλλὰ τὸ γήϊνον σκεῦος εἰς οὐρανὸν ἀναλαμβάνων, ἵνα δείξῃ τῷ διαβόλῳ τὸν πεπατημένον βασιλεύοντα, ἵνα δείξῃ ὅτι, ὃν ἡ τυραννὶς τοῦ διαβόλου ἐξέβαλεν ἐκ τοῦ παραδείσου, ἡ τοῦ Θεοῦ φιλανθρωπία σύνθρονον ἑαυτῇ ἀπετέλεσε. Καὶ μονονουχὶ ἔλεγεν ὁ Θεὸς πρὸς τὴν βασκανίαν τοῦ διαβόλου· «Σὺ αὐτὸν ἐπὶ γῆς ἔτρωσας, ἐγὼ αὐτὸν εἰς οὐρανὸν ἀνήρπασα· σὺ αὐτὸν εἰς τάφους κατήγαγες, ἐγὼ αὐτὸν τῷ ἐμῷ οὐρανῷ ἐνίδρυσα».

Ὅτι, ἀδελφοί, οὐχ ἑαυτῷ ταύτην ὁ Σωτὴρ ἐπραγματεύσατο τὴν σωτηρίαν, οὔτε δι’ ἑαυτὸν ἀνελήφθη, οὔτε δι’ ἑαυτὸν ἀνέβη, ἦν γὰρ ἐν κόσμῳ καὶ πρὶν ἐπιδημήσῃ τῷ κόσμῳ, πάντα δὲ ταῦτα ὑπέμεινε δι’ ἡμᾶς καὶ ἐν τῷ σώματι τῷ ἑαυτοῦ ἡμᾶς πάντας ἀνήγαγε καὶ ἐν τῇ συνθρόνῳ τιμῇ τῇ δοθείσῃ τῇ σαρκὶ τοῦ Σωτῆρος ἡμεῖς πάντες ἐτιμήθημεν καὶ τὸ θνητὸν γένος ἐδοξάσθη, ἄκουε Παύλου λέγοντος· «Νεκροὺς ὄντας ἡμᾶς τοῖς παραπτώμασι <συν>εζωοποίησε τῷ Χριστῷ καὶ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισε». Συνήγειρε διατί καὶ συνεκάθισεν;

Ὁρᾷς ὅτι οὐχ ἑαυτῷ ἐδόθη ἡ τιμὴ τῆς ἀθανασίας, ἀλλὰ τῷ θνητῷ γένει συνήγειρεν ἡμᾶς καὶ συνεκάθισε. Καὶ μὴν οὐδέπω ἀνέβημεν <ἄν>, οὐδέπω συνεκαθέσθημεν <ἄν>, ἀλλ’ ἐπειδὴ ἐν τῇ ἀπαρχῇ τοῦ σώματος Χριστὸς τεταμίευται, πάντων ἡμῶν ἡ σωτηρία. Τὸ μέλλον ἔσεσθαι ὡς γεγονὸς ἡρμήνευσεν, ἐπειδὴ οἶδεν ἀσφαλὲς ἐνέχυρον τοῦ θνητοῦ γένους καθήμενον ἄνω.

Ἀντίῤῥοπον γὰρ ἀνέστησεν ὁ Θεὸς τῇ πτώσει τοῦ θανάτου τὴν Ἀνάληψιν. Ἀδὰμ παραβὰς ὅλον τὸ γένος ἑαυτῷ συγκατέσπασεν· ὁ Χριστὸς ἀναληφθεὶς ὅλον τὸ γένος τῶν πιστῶν ἑαυτῷ συνήγαγε. Καὶ ὥσπερ κατὰ τοῦ Ἀδὰμ μόνου ἀπόφασις ἐξηνέχθη, ὥς φησιν, «ᾟ ἂν ἡμέρᾳ φάγῃ<ς>, θανάτῳ ἀποθανεῖ» καὶ «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», τὸ δὲ ἀκόλουθον ἐσιώπησε μὲν τῷ λόγῳ, ἔδειξε δὲ τῇ πείρᾳ, οὐ γὰρ «σὺ καὶ υἱοί σου καὶ αἱ θυγατέρες σου καὶ ὅλον τὸ γένος σου», ἀλλὰ κατὰ τῆς ῥίζης ἀποφαινόμενος τῇ ἀκολουθίᾳ τοῦ γένους καὶ τοὺς καρποὺς τῇ ῥίζῃ συμπεριέλαβεν· ὥσπερ οὖν ἐκεῖ ἡ ἀπόφασις τοῦ Ἀδὰμ ἐπιλαβομένη ἅπαν τὸ γένος συγκατέσυρεν, οὕτως ἡ τοῦ Σωτῆρος Ἀνάληψις ὅλῳ τῷ γένει τὴν σωτηρίαν ἐπραγματεύσατο.

Ἀντίῤῥοπος γὰρ ἡ χάρις τῇ παλαιᾷ καταστάσει. Οὐκ ἐξ ὁμοτιμίας ἀντίῤῥοπον εἶπον, ἀλλ’ ὅτι, ὃ ἀπώλεσε διὰ τῆς παραβάσεως, ἔλαβε διὰ τῆς τοῦ Σωτῆρος οἰκονομίας. Καὶ μαρτυρεῖ Παῦλος λέγων· «Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα».

Καὶ μηδεὶς θαυμαζέτω εἰ, τοῦ Σωτῆρος ἐπιδημήσαντος καὶ ζωὴν αἰώνιον κηρύξαντος καὶ βασιλείαν οὐρανῶν χαρισαμένου, ἠπείθει τὸ θνητὸν τοῦτο γένος λέγον: Τί μοι πλέον ὑπῆρξε πιστεύσαντι, εἰ κατὰ τοὺς ἀπίστους τελευτῶ, εἰ μετὰ πάντων θανατοῦμαι, εἰ τὰ αὐτὰ ὑπομένω, οἷα κἀκεῖνοι οἱ ἀπιστήσαντες; Τί τὸ ξένον τῆς χάριτος; Ποῦ δὲ εὕρω τὰ ψευδῆ καὶ τὰ ἀληθῆ; Ἄκουε τοῦ Σωτῆρος λέγοντος· «Ὁ πιστεύων εἰς ἐμὲ ζήσεται εἰς τὸν αἰῶνα».

Εἴρητο τῷ Ἀδάμ· «ᾟ δ’ ἂν ἡμέρᾳ φάγῃ, θανάτῳ ἀποθανεῖ<ται>». Ἀλλ’ οὐκ ἀπέθανε καθ’ ἣν ἔφαγεν ἡμέραν, ἀλλ’ ἔζησεν ἐν τῷ κόσμῳ, ἐνενέκρωτο δὲ τῇ ἀποφάσει. Καὶ τῇ μὲν ἀποφάσει νεκρὸς ἦν, τῇ δὲ τοῦ Θεοῦ μακροθυμίᾳ ἔζη καὶ ζωῆς ἀπήλαυεν. Ὥσπερ οὖν ἡ τοῦ Ἀδὰμ ζωὴ μετὰ τὴν ἀπόφασιν ἐπιταθεῖσα ἐπὶ ἐννεακόσια τριάκοντα ἔτη οὐκ ἔλυσε τὴν ἀπόφασιν, ἀλλὰ κατέλαβεν ἡ ἀπόφασις, μακροῖς χρόνοις ἐναποδύσασα, τὴν ζωὴν τοῦ ἀνθρώπου, οὕτω καὶ ἐνταῦθα. Ἐπειδὴ ἅπαξ ἀψευδὴς ὁ ἐπαγγειλάμενος, κἂν ἀποθάνωμεν τῇ φύσει, ζῶμεν τῇ ἀψευδῆ ἐπαγγελίᾳ. Καὶ ὥσπερ τῷ Ἀδὰμ πρόκριμα οὐκ ἐποίησε τὸ ζῆν μετὰ τὴν ἀπόφασιν, οὕτως οὐδὲ ἡμῖν πρόκριμα τὸ ἀποθνῄσκειν μετὰ τὴν ἐπαγγελίαν φέρει. Καὶ γέγονε τὸ γένος ἡμῶν ἐν τῷ φυράματι κατὰ τὴν ἀπαρχῆς ἐπαγγελίαν.

Ἀπείληφε τὴν εὐεργεσίαν καὶ ἐσμὲν ἐν οὐρανῷ διὰ Χριστόν. Ἐπειδὴ γεγόναμεν ἐν τάφοις διὰ τὸν Ἀδάμ, διὰ τὸν Ἀδὰμ ἐξεβλήθημεν παραδείσου. Διὰ Χριστὸν ἀνηρπάσθημεν καὶ εἰς οὐρανὸν καὶ εἰς παράδεισον. Διὰ τὴν τοῦ Ἀδὰμ παράβασιν ὑπὸ τῶν χερουβὶμ ἐδιώχθημεν.

Γέγραπται γὰρ ὅτι ἔθηκεν ὁ Θεὸς τὴν φλογίνην ῥομφαίαν καὶ τὰ χερουβὶμ φυλάττειν τὴν ὁδὸν τοῦ παραδείσου καὶ ἐκπεπολέμηται τὰ χερουβὶμ τῷ Ἀδάμ. Ἀπήλαυνεν αὐτὸς τῆς εἰσόδου τοῦ παραδείσου. Διὰ τὴν παράβασιν τὰ χερουβὶμ τῷ Ἀδὰμ ἐχθραίνει· διὰ τὴν τοῦ Σωτῆρος ἐπαγγελίαν καὶ τὰ χερουβὶμ φίλα καὶ τὰ σεραφεὶμ συλλείτουργα.

Τῇ γὰρ τῶν σεραφεὶμ φωνῇ <ἡ> ἐκκλησία λειτουργεῖ καὶ τὸ «Τρισάγιος» μετὰ τῶν ἄνω ἀναπέμπει, ἵνα μάθῃ ὁ ἄνθρωπος ὅτι αἱ οὐράνιαι δυνάμεις οὐ κατὰ φύσιν πρὸς αὐτὸν ἐξεπολεμήθησαν, ἀλλὰ διὰ τὴν παράβασιν αὐτὸν ἀπεστράφησαν, διὰ δὲ τὴν φιλανθρωπίαν προσελάβοντο· κἀκεῖ μὲν φλογίνη ῥομφαία τὸν Ἀδὰμ ἀπέκλεισεν. Ἵνα δὲ πάλιν διδαχθῶμεν ὅτι οὐχ ἡ τοῦ πυρὸς φύσις ἐκπεπολέμητο τῷ ἀνθρώπῳ, ἀλλ’ ἡ παράβασις πάντων αὐτῷ ἐξεπολέμησεν, ἐκείνην φλογίνη ῥομφαία διώκει, τὸν Ἠλίαν ἅρμα πυρὸς ἀναλαμβάνει. Ὁρᾷς πῶς τὸ αὐτὸ πῦρ καὶ πολέμιον καὶ φίλον, οὐ τῇ φύσει μεταβαλλόμενον, ἀλλὰ τῇ προθέσει τοῦ Θεοῦ δουλεῦον; Ἀπεκλείσθη Ἀδὰμ τοῦ παραδείσου, λαμβάνει κλεῖδας οὐρανοῦ Πέτρος. Ἐν τῷ παραδείσῳ ὑπὸ τοῦ ὄφεως ἐπιβουλεύεται, ἐν τῷ κόσμῳ εἰς ἐξορίαν παραδοθεὶς ἐν αὐτῷ τῷ τῆς ἐξορίας τόπῳ πατεῖ τὸν πατήσαντα· «Ἰδοὺ γὰρ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». Μὴ πρόκριμα ἤνεγκε τῷ Ἀδὰμ ἡ παράβασις, οὔτε ἡμῖν πρόκριμα ποιήσει ὁ κόσμος, τῆς πίστεως δικαιούσης. Ἀδὰμ ἐν τῷ παραδείσῳ τῇ παραβάσει καταισχύνεται·

Ἰὼβ ἐν τῇ κοπρίᾳ τῇ ὑπομονῇ στεφανοῦται. Ἀνέλαβε τοίνυν τὸ ἀνθρώπινον γένος ὁ φιλάνθρωπος· οὐχ ἓν γένος, οὐχ ἓν κλῆμα, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην. Ὅλον γὰρ σῴζει τὸν ἄνθρωπον ὁ παντὸς τοῦ γένους τῶν ἀνθρώπων πλάστης. Μία πάντων ἡ πλάσις, μία πάντων ἡ κλῆσις. Οὐ συγχωρεῖ Ἰουδαίων παισὶ σεμνοῦσθαι, ἀλλ’ ὅρα τί κατασκευάζει. Καὶ πρὸ τῆς ἐπιδημίας ἀναλαμβάνει τὸν Ἐνώχ. Ἐνώχ, ποῖον; Τὸν φέροντα τύπον τῆς ἐκκλησιαστικῆς εὐκοσμίας. Διατί τύπος γίνεται τῆς ἐκκλησίας Ἐνώχ; Οὐ γὰρ Σάββατον ἐφύλαξεν, οὐ περιτομὴν ἐδέξατο, οὐ πόνοις ἰουδαϊκοῖς ἠκολούθησεν, ἀλλ’ ἁπλότητι εὐαγγελικῇ ἐστοιχειώθη πρὸς ἀρετήν. Προέλαμπε τοίνυν ἡ ἀπαρχὴ τῆς σωτηρίας. Ἐπειδὴ κατεψηφισάμεθα ἡμεῖς πάντες τοῦ γένους, ὡς κατὰ φύσιν ὄντος θνητοῦ, καὶ πάντες ἕτοιμοι ἦσαν εἰπεῖν ὅτι φύσει ἀποθνῄσκομεν, διὰ τὴν ἄγνοιαν ὅτι ἡ συνήθεια φύσιν ἐποίησε νομισθῆναι τὴν ἀπόφασιν. Ὁ Θεὸς ἐξ αὐτοῦ τοῦ φυράματος ἀναλαβὼν εἰς ἀθανασίαν μεθίστησιν, ἵνα δείξῃ ὅτι οὐχ ἡ φύσις αὐτοὺς κατέκρινεν, ἀλλ’ ἡ ἁμαρτία ἔτρωσεν.

Οὐκ ἂν ἄλλως τὸν τύραννον εἷλεν, εἰ μὴ σταυρὸν ὑπέμεινε. Τύραννον λέγω τὸν διάβολον, τὸν κατὰ τῆς δεσποτικῆς κτίσεως τυραννήσαντα. Τρία γὰρ τὰ βασιλεύοντα ἐν κόσμῳ καὶ τυραννοῦντα κατὰ τῆς δεσποτικῆς δημιουργίας. Ποῖα ταῦτα; Ὁ διάβολος, ἡ ἁμαρτία, ὁ θάνατος. Διὰ γὰρ τοῦ διαβόλου ἡ ἁμαρτία καὶ δι’ αὐτῆς ὁ θάνατος.

Καὶ πόθεν δειχθῇ ὅτι ταῦτα ἐβασίλευον; Λέγει ἡ Γραφή· «Καὶ μὴ βασιλευέτω ἡ ἁμαρτία ἐν τῇ θνητῇ σαρκὶ ὑμῶν». Καὶ ἡ αὐτὴ ἀλλαχοῦ· «Καὶ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας». Ἰδοὺ ἁμαρτίας καὶ θανάτου βασιλεία.

Ἄκουε τοῦ Κυρίου λέγοντος· «Εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, καθ’ ἑαυτοῦ ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;» Τριὰς τυράννων κατὰ τῆς ἀθανάτου Τριάδος ὡπλίζετο. Τριὰς διαβολικὴ τῇ ἁγίᾳ Τριάδι ἀντέκειτο. Ἰδοὺ «ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται».

Διατί εἶπε «κέκριται» καὶ οὐκ «ἀνῄρηται»; Οὐ γὰρ δυναστείᾳ αὐτὸν ἐξέβαλεν, ἀλλὰ κρίσει. Πρόσεχε ἀκριβῶς. Ἠδύνατο ὁ Θεὸς καὶ ἄνευ οἰκονομίας καὶ ἄνευ σταυροῦ καὶ ἄνευ θανάτου τῆς σαρκὸς χαρίσασθαι τῷ θνητῷ γένει τῶν ἀνθρώπων ἀθανασίαν. Τίς γὰρ ἀντιστήσεται βουλῇ Θεοῦ ἢ χάριτι ἢ ἀποφάσει; Ἀλλ’ ὡς πολλάκις προειρήκαμεν, οἰκονομεῖ ὁ Θεὸς τῷ ἀνθρώπῳ οὐ τὴν σωτηρίαν μόνον, ἀλλὰ καὶ τὴν μετ’ εὐφημίας σωτηρίαν, ἵνα μὴ δόξῃ ἁπλῶς ἄνευ ἀγώνων ἐλεεῖν τὸν ἄνθρωπον, ἀλλ’ εὐδοκιμοῦντα στέφειν. Εἰ γὰρ θεϊκῇ δυνάμει ἡττήθη ὁ διάβολος, μεγάλα ἂν ἐφρόνησεν ὁ τύραννος καὶ εἶπεν ἂν «τὸν κόσμον ὅλον ἐνίκησα, ὑπὸ δὲ Θεοῦ ἡττήθην», αἰσχύνη δὲ οὔτε μία τῷ ὑπὸ τοῦ κρείττονος ἡττωμένῳ. Διὰ τοῦτο ὁ Σωτὴρ τὸν καταγωνισθέντα ἄνθρωπον ἀνιστᾷ αὐτῷ ἀντίπαλον καὶ ὃν εἰς τὰ κατώτατα τοῦ ᾍδου κατήνεγκεν ἡ τοῦ διαβόλου τυραννίς, εἰς τὰ ἀνώτατα τῶν οὐρανῶν ἀνύψωσεν ὁ Θεός. Καὶ αὕτη ἐστὶν ἡ Ἀνάστασις τοῦ Σωτῆρος, ἡ πάντων ἡμῶν ἀνάστασις, πάντων ἡμῶν οἰκονομία.

Χριστὸς κηρύττεται, ἡ οἰκουμένη τῶν κακῶν ἐλευθεροῦται. Ὅπερ ἂν ποιήσῃ Χριστός, οὐχ ἑαυτῷ παρέχει, ἀλλ’ ἡμῖν χαρίζεται. Κἂν βαπτισθῇ, δι’ ἡμᾶς· κἂν ἁγιασθῇ κατὰ τὸ φαινόμενον, πάντας ἁγιάζων δι’ ἡμᾶς ἁγιάζεται, οὐ παρ’ ἄλλης δυνάμεως δεχόμενος τὸν ἁγιασμόν, ἀλλ’ ἑαυτὸς ἑαυτῷ παρέχων, τὰ τῆς θεότητος χορηγῶν τῇ θνητῇ φύσει, τῇ ἀνθρωπίνῃ σαρκί. Καὶ μαρτυρεῖ ὁ αὐτὸς λέγων· «Καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ».

Τί ἐστι τὸ ἐν ἀληθείᾳ ἁγιάζεσθαι; Τὸ ἀπὸ τῆς τοῦ Σωτῆρος σαρκὸς λαβεῖν τὸ ἐνέχυρον τῆς ἀσφαλείας, τουτέστι τὸ ἁγιασθῆναι ἐν ἀληθείᾳ, τὸ κοινωνῆσαι τῇ τοῦ Σωτῆρος θεότητι, τὸ λαβεῖν παρ’ Αὐτοῦ τὸ πνεῦμα καὶ δοῦναι Αὐτῷ τὸ σῶμα.

Καὶ ὅρα τὴν χάριν ἀπὸ μικροῦ ἀρχομένην καὶ εἰς πέλαγος προβαίνουσαν. Ὅταν ἄρχεται ὁ Θεὸς εὐεργετεῖν, σταγόνας δείκνυσιν εὐεργεσίας· ἀπὸ σταγόνος πηγή, ἀπὸ πηγῆς ποταμός, ἀπὸ ποταμοῦ πέλαγος ἄπειρον, ἀπὸ πελάγους ἄβυσσος πολλή. Οὕτως ὁ Σωτὴρ ὤφθη πρῶτος καὶ μόνος μέλλων ἀνανεοῦν τὸ γένος τῶν ἀνθρώπων.

Φαίνεται μόνος, οὐ πολλοστός. Ἀπὸ τοῦ ἑνὸς προέβη εἰς δώδεκα ἀποστόλους· ἀπὸ τῶν δώδεκα ἀποστόλων εἰς ἑβδομήκοντα κήρυκας· ἀπὸ τῶν ἑβδομήκοντα κηρύκων εἰς πεντακοσίους ἀδελφούς. Ἀναστὰς γάρ, φησίν, ὁ Κύριος «ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ». Ἀπὸ τῶν πεντακοσίων σαγηνεύονται χιλιάδες τέσσαρες τῇ Πέτρου δημηγορίᾳ.

Ἑτέρᾳ αὐτοῦ διδασκαλίᾳ ἐπίστευσαν πεντακισχίλιοι. Προῆλθεν ἀπὸ ἑκατοντάδων εἰς χιλιάδας, ἀπὸ χιλιάδων εἰς μυριάδας, ἀπὸ μυριάδων εἰς ἀριθμόν. Λέγουσιν ἐν Ἱεροσολύμοις τῷ Παύλῳ· «Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πιστευσάντων;» Ὁρᾷς πῶς ἀπὸ ἑνὸς δώδεκα, ἀπὸ τῶν δώδεκα ἑβδομήκοντα, ἀπὸ τῶν ἑβδομήκοντα πεντακοσίους, ἀπὸ τῶν πεντακοσίων χιλιάδες, ἀπὸ χιλιάδων μυριάδες, ἀπὸ μυριάδων πλῆθος ἄπειρον; Οὕτως ἐν προοιμίοις δοκεῖ φαίνεσθαι ἡ ἀρετή· προσερχομένη δὲ πλοῦτον αἰώνιον νικῶντα καὶ διάνοιαν καὶ λόγον καὶ ψῆφον παρέχει τοῖς εὐσεβῶς τὴν ἀλήθειαν καταγγέλλουσιν. Οὕτω καὶ ὁ μακάριος Δαυῒδ πεισθείς ποτε εἰς νοῦν καὶ ἀριθμῷ ὑποβάλλειν Θεοῦ φίλους καὶ τὸν πόθον δείκνυσι καὶ ἀνήνυτον ἑρμηνεύει λέγων· «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· ἐξαριθμήσομαι αὐτοὺς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται». Μαρτυρεῖ δὲ τῇ οἰκονομίᾳ ταύτῃ καὶ ἡ ἐπὶ τῆς ἐκκλησίας ταύτης θεωρουμένη ἐπίδοσις. Ἐννόησον τίς ἐστιν ἡ σύναξις τῆς ὀρθοδοξίας κατὰ τόνδε τὸν τόπον. Πόσοι ἦσαν ὀλίγοι; Πῶς μετὰ ταῦτα πλῆθος; Πῶς προέκοψε καὶ γέγονε λαός;

Πῶς μυριάδες ἄπειροι, νικῶσαι καὶ τὴν ψῆφον καὶ τὴν ἐνθύμησιν; Ἄξιον μνημονεῦσαι τοῦ ἁγίου πατρὸς Παύλου, τοῦ τῆσδε τῆς πόλεως ἐπισκόπου γενομένου· ὅτε ἐν πολλαῖς τρικυμίαις τὸ σκάφος ἐν εὐδίῳ λιμένι ὥρμισεν ὡς ὑπὸ τῶν αἱρετικῶν κυμάτων βαλλόμενος, οὐ περιετράπη τὸ σκάφος, ἀλλὰ τὸ ἱστίον ἐγείρας τοῦ σταυροῦ καὶ τὴν σινδόνα ἁπλώσας τῆς καλῆς ὁμολογίας ἐδέξατο εὐθέως τὸ Πνεῦμα τὸ ἅγιον. Λεγέσθω περὶ αὐτοῦ τὰ εἰρημένα περὶ τοῦ Ἀβραὰμ διὰ Ἠσαΐου τοῦ προφήτου· «Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν καὶ ἡγίασα αὐτὸν καὶ ἐπλήθυνα τὸ σπέρμα αὐτοῦ».

Τίς ἠδύνατο φέρειν τῶν αἱρετικῶν τὰς τρικυμίας; Τίς ἠδύνατο γυμνῇ τῇ ὄψει τὴν ζάλην θεάσασθαι; Τίνα οὐκ εἰς φρίκην ἤγαγεν ἡ πρόληψις; Τίς οὐκ ἐνόμιζε ξένην εἶναι τὴν ἀλήθειαν; Πάντα ἠνέῳκτο τῇ πλάνῃ καὶ τῇ ψευδῇ διδασκαλίᾳ καὶ μόνῃ τῇ ἀληθείᾳ ἐπεκέκλειστο τὰ πάντα. Κεκλεισμέναι ἦσαν αἱ πύλαι τῶν ἀκοῶν. Οὐδεὶς ἤνοιγε τὴν ἀληθῆ θύραν. Θύραι γὰρ δεχόμεναι τὴν ἀλήθειαν αἱ ἀκοαί. Ἐπειδὰν δὲ ἀποστραφῶσιν αἱ ἀκοαὶ τὴν ἀλήθειαν, ὥσπερ θύρας ἀποκλείουσιν, ὥς φησιν ὁ Παῦλος, «καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέφουσι, περὶ δὲ τοὺς μύθους ἐκτραπήσονται». Κεκλεισμέναι ἦσαν αἱ πύλαι τῶν ψυχῶν, αἱ ἀκοαὶ τῶν ψυχῶν. Ἦλθεν ὁ Χριστὸς κεκλεισμένων τῶν θυρῶν· εἰσελθὼν εἰσῆλθε κεκλεισμένων τῶν θυρῶν.

Οὔτε μία γὰρ κακία ἀποκλείει τὴν εὐεργεσίαν. Νικᾷ τὴν πονηρίαν ἡ τοῦ Θεοῦ φιλανθρωπία. Συγχωρεῖ τὰ κακά, οὐχ ἵνα νικήσῃ, ἀλλ’ ἵνα γυμνωθῇ. Εἰσῆλθε, τῶν θρόνων κεκλεισμένων. Ὑπέδειξεν ἑαυτὸν τοῖς ἀποστόλοις διὰ τῶν ἁγίων καὶ διὰ σαρκὸς ὁρατὸς ἐπεπόλαζεν.

Ηὗρεν ὅλον τὸν δῆμον λεπρὸν καὶ ἐκάθαρε τῷ λόγῳ τῆς ὀρθοδοξίας. Ηὗρεν αὐτὸν τυφλὸν καὶ ἐφώτισε τῷ λόγῳ τῆς διδασκαλίας. Ηὗρεν αὐτὸν χωλεύοντα περὶ τὴν ὀρθοτομίαν τοῦ εὐαγγελίου καὶ ἀρτίους αὐτῷ τοὺς πόδας τῶν λογισμῶν ἐχαρίσατο. Ηὗρε νεκροὺς καὶ ἤγειρεν. Ηὗρεν ἀπολωλότας καὶ ἐζήτησεν. Ἐξέβαλε τὴν ἀπιστίαν εἰς πίστιν μεταβαλών. Σκοπὸς γὰρ Θεοῦ οὐχ ἁμαρτωλοὺς ἀνελεῖν, ἀλλ’ ἁμαρτίαν· οὐκ ἀπίστους ἐκκόπτειν, ἀλλ’ ἀπιστίαν. Ὥσπερ γὰρ ὁ ἰατρὸς κἂν σίδηρον ἐπαγάγῃ τῷ νοσοῦντι, κἂν καυστῆρα προσενέγκῃ, οὐ τῷ σώματι μάχεται, ἀλλὰ τῇ νόσῳ πολεμεῖ, ἐκείνης δὲ ἐξορισθείσης, ἔχει τὸν ἀπεχθανόμενον φίλον καὶ ὅν ποτε ὁρῶν ὡς πολέμιον τὸν ἰατρόν, ὕστερον ὡς εὐεργέτην τινά, οὕτω καὶ ὁ Θεὸς ἔτι τὴν ἀνθρωπότητα, ὥσπερ ἰατρὸς ἀγαθός, σωμάτων θεραπευτὴς καὶ ψυχῶν ἰατρός, μίαν μὲν ἔχων τῆς φιλανθρωπίας τὴν ἰατρείαν, διάφορα δὲ τὰ φάρμακα τοῖς τραύμασιν ἐπάγων. Οἶδας ὅτι καὶ <ὁ> ἰατρὸς οὐχ ἑκουσίᾳ γνώμῃ ἐπὶ σίδηρον ἔρχεται, ἀλλ’ ἐπειδὰν ἡ φύσις τῇ νόσῳ μάχεται, ἡ ἀνάγκη τὴν ὀξύτητα καλεῖ καὶ συγγνώμῃ οἱ ὁρῶντες τὴν ἐπιστήμην οὐχ ἑκουσίᾳ γνώμῃ τέμνουσαν, ἀλλ’ ὑπὸ ἀνάγκης εἰς τοῦτο καταγομένην. Οὕτως ἰάτρευον καὶ οἱ προφῆται, θέλοντες μὲν καὶ κολακεύειν καὶ εὐεργετεῖν καὶ παιδεύειν.

Ὡς δ’ εἶδον τὰ τραύματα τῶν ἁμαρτημάτων ἰσχυρότερα τῆς ἐπιστήμης—λέγω δὲ τῆς πίστεως τῆς κατὰ τὴν ἀκρότητα—, προσῆγον ὥσπερ σίδηρον ἢ πῦρ τὸν ἔλεγχον τῆς ἀληθείας. Οὕτω καὶ ὁ μακάριος Ἠσαΐας ἐκ προοιμίων μάχεται τῇ νόσῳ, οὐ θεραπεύσας, οὐ κολακεύσας, οὐχ ἁπαλῷ λόγῳ χρησάμενος, ἀλλ’ εὐθέως ἀπὸ τῆς ἀποτόμου καὶ αὐστηρᾶς ἀληθείας ἄρχεται λέγων· «Ὅρασις, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμώς, κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλήμ». Καὶ ἡ ἀρχὴ τῶν προοιμίων αὕτη· «Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ Κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι». Ἐπεὶ δὲ τούτοις ἐχρήσατο τοῖς λόγοις καὶ ἐκ προοιμίων ἔκοψε τὴν ἀσέβειαν, οὐκ ἐκολάκευσε λόγῳ προσηνεῖ τὴν ἁμαρτήσασαν ψυχὴν ἀπολογούμενος ὑπὲρ τοῦ Λόγου, οὐχ ὅτι οὐχ ἑκὼν παροξύνεται, ἀλλὰ τῇ φύσει τοῦ τραύματος ἕπεται καὶ λέγει αὐτοῖς· «Οὐκ ἔστιν ἔλαιον ἐπιθῆναι, οὔτε μάλαγμα, οὐ καταδέσμους».

Ἤθελον κολακεῦσαι, φησί, λόγῳ ἁπαλῷ, ἀλλ’ οὐ δέχεται ἡ φύσις τοῦ τραύματος τὴν βοήθειαν. Ἔλαιον γὰρ καλεῖ πανταχοῦ τὴν ἁπαλὴν διδασκαλίαν, τὴν κολακείαν ἔχουσαν, οὐ τὴν δουλοπρεπῆ, ἀλλὰ τὴν προτρεπτικήν.

Οἶδε καὶ ὁ ἀπόστολος φαιδρῷ λόγῳ καὶ προσηνεῖ παιδεύειν τὴν ἐκκλησίαν λέγων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν!», «ὡς ὅταν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ὁμειρόμεθα δοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶ τὰ ἐπὶ τῆς ψυχῆς». Ταῦτα οὐ κολακευόντων, ἀλλὰ πρὸς τὸ ἅγιον σῶμα ἁρμοζομένων.

Ἐπειδὴ δὲ τῷ ὑγιεῖ σώματι τῆς ἐκκλησίας διελέγετο, οὐκέτι τοῖς ἀπηνέσιν ἐχρήσατο φαρμάκοις, ἀλλὰ τοῖς τρέφουσι καὶ ἀνακτωμένοις ψυχήν. Ὁ μὲν γὰρ τῶν εὐσεβῶν λόγος κολακείας πλήρης· οἱ<δὲ> ψευδοπροφῆται κόλακες, οἱ προφῆται ἰατροί. Ἐκεῖνοι ἐκολάκευον, οὗτοι ἐθεράπευον. Καὶ ὥσπερ ἐπὶ τῶν σωμάτων φύσει τὸ ἔλαιον ὑψηλότερον τοῦ ὕδατος γίνεται, οὕτω καὶ ἡ κακία νικᾷ τὴν ἀλήθειαν. Καὶ ὑψηλότερός ἐστιν ὁ κολακεύων ὄψει παρὰ τὸν παιδεύοντα τῇ διαθέσει. Διὰ τοῦτο περὶ τῶν ψευδοπροφητῶν ἔλεγεν ὁ Δαυΐδ· «Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ ἔλαιον καὶ αὐτοί εἰσι βολίδες»· ὁ δὲ τῶν ἁγίων λόγος οὐ κολακευτικός, ἀλλὰ παιδευτικός. Ὅθεν ἐρεῖ τε ὁ μακάριος Δαυῒδ παιδεύεσθαι ἢ παρὰ τῶν ἀσεβῶν κολακεύεσθαι· «Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου». Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος, οὐ κολακεύων, ἀλλ’ ἀλήθειαν παιδεύων. Ὑπὲρ αὐτῆς πάσχει, ὑπὲρ αὐτῆς ἐξορίζεται, ὑπὲρ αὐτῆς στεφανοῦται.

Γέγονεν ἡμῖν ἡ ἀπαρχὴ τῶν ἀγαθῶν ἡ ἐκκλησία αὕτη. Ταύτην τὴν ἐκκλησίαν ὁ Θεὸς πρῶτον ἤγειρε καὶ ὁμώνυμον τῇ ἑαυτοῦ ἀναστάσει ἀπετέλεσεν. Εἰκότως καὶ τὸ ὄνομα ἥρμοσε τῇ οἰκονομίᾳ. Εἰκότως ἀνάστασις ἐλέγετο καὶ λεγέσθω καὶ εἰς ἀγῶνα μὴ διαλιμπανέτω ἡ κακοδοξίαν τρώσασα καὶ ὀρθοδοξίαν ἀναστήσασα. Ἀλλ’ αὕτη μὲν τὰς ψυχὰς ἡμῶν ἤγειρεν, ὑμεῖς δὲ αὐτῆς τοίχους ἠγείρατε· ἁρμόσατε αὐτῆς τοὺς λίθους, ἵνα ἁρμόσῃ ὑμῶν τὰς ψυχάς. Ἐγείρατε αὐτῆς πᾶσαν τὴν εὐπρέπειαν, ἵνα ὁλόκληρος ἀποδοθῇ ἡ εὐεργεσία. Χαίρω βλέπων τὸν ἀῤῥαβῶνα τῆς προθυμίας. Εἰ γὰρ μικρὰ τέως τὰ προκείμενα, ἀλλ’ οἶδα ὅτι «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ».

Τὸ θυσιαστήριον νομίζεις δεξιὰν εἶναι Χριστοῦ προκειμένην καὶ τῇ μὲν ὄψει λαμβάνουσαν, τῇ δὲ δυνάμει χορηγοῦσαν. Ἡ τοῦ Χριστοῦ δεξιὰ πνευματική ἐστιν ἄρουρα, μὴ σφάλλουσα τὰς ἐλπίδας, μὴ ἀποβάλλουσα τῶν γεωργῶν τοὺς πόνους, μὴ ἀφανίζουσα αὐτῶν τὰς ἐλπίδας. Ἡ τοῦ Χριστοῦ χεὶρ ἄρουρά ἐστιν ἐνθέως σπειρομένη καὶ εὐθέως θεριζομένη. Θέλεις ἰδεῖν αὐτὸν ἄρουραν σπειρομένην ὁμοῦ καὶ θεριζομένην καὶ δεχομένην οὐ μόνον ζῶντα σπέρματα, ἀλλὰ καὶ νεκρά, καὶ ζωοποιοῦσαν; Ἐν τῇ ἐρήμῳ προσηνέχθησαν τῷ Χριστῷ πέντε ἄρτοι νεκροὶ τῇ φύσει τοῦ σίτου. Ὁ γὰρ κόκκος τοῦ σίτου ζῇ, ὁ δὲ ἄρτος διπλῆν ὑπέμεινε νέκρωσιν· πρῶτον, ὅτε συντρίβεται, δεύτερον, ὅτε τῷ πυρὶ δίδοται. Λαμβάνει ἡ φιλάνθρωπος δεξιὰ καὶ τὸ νεκρωθὲν ζωογονεῖ. Ἐφαπλοῦνται οἱ δεσποτικοὶ δάκτυλοι τοῖς ἄρτοις, ὥσπερ αὔλακες. Δέχεται ἡ δεξιὰ αὐτοῦ τὸν ἄρτον, εὐλογεῖ, πληθύνει ὑπὲρ πᾶσαν ἔννοιαν. Ὁρᾷς τὴν δεξιὰν αὐτοῦ ἄρουραν ἁγίαν; Ὁρᾷς τοὺς ἄρτους τοὺς σπειρομένους; Ὁρᾷς λόγον δροσίζοντα καὶ οἱ τῇ φύσει νεκροὶ πληθύνονται, οἱ τῇ φύσει ἄκαρποι ζωογονοῦνται εἰς ἀπείρους χιλιάδας, οὐ τὴν φύσιν ἀρνησάμενοι, ἀλλὰ τῇ θείᾳ δυνάμει δουλεύοντες; Ὅπου ὁ Χριστὸς πάρεστι, μὴ ζήτει φύσεως νόμον, ἀλλ’ ὅρα τοῦ δυνατοῦ τὴν αὐθεντίαν. Νόμον γὰρ φύσεως σοὶ παρέδωκεν.

Αὐτὸς δὲ ὁ τῶν ὅλων Δεσπότης ἀνώτερός ἐστι τῶν νόμων. Διὰ σὲ ὄμβρος· διὰ σὲ πηγή· διὰ σὲ ἐνιαυτοί· διὰ σὲ τροπαί· τῷ δὲ τεχνίτῃ οὐδὲν τούτων ἁρμόζει. Καὶ ὥσπερ σήμερον ἡ τούτων αὔξησις διπλῆν ἔχει τὴν περίοδον—πρῶτον κυοφορεῖται τὸ βρέφος, τίκτεται, θηλάζει, αὔξεται, εἰς τέλειον ἄνθρωπον ἀπαρτίζεται—, ὅτε δὲ ἔπλαττεν ὁ Θεὸς τὸν Ἀδάμ, οὐκ ἐδεῖτο ἀνθρωπίνου οὐ σπέρματος, οὐ γαστρός, οὐ κυοφορίας, ἀλλ’ ὅτε ἠθέλησε τὸν ἄνθρωπον, παρήγαγεν. Ἔλαβεν οὖν τοὺς ἄρτους, εὐλόγησεν, ἐπλήθυνεν, ἔκλασεν, ἔδωκεν, ἔθρεψε καὶ ὅρα τὸ θαυμαστόν. Ἡμεῖς, ὅταν καλοῦμεν τινὰς εἰς ἑστίασιν, πρῶτον παρασκευάζομεν τὰ ἐπιτήδεια καὶ οὕτω καλοῦμεν· πρῶτον ἑτοιμάζομεν καὶ τότε ἀνακλίνομεν. Ὁ δὲ Χριστὸς πρῶτον ἀνακλίνει καὶ τότε εὐτρεπίζει. Οὐ πρῶτον ἐπλεόνασε τὸν ἄρτον καὶ τότε ἀνέκλινεν, ἀλλὰ πρῶτον ἀνέκλινε καὶ τότε τὴν εὐεργεσίαν ἐχορήγησεν, ἵνα δείξῃ ὅτι ὀξυτέρα τῆς χρείας ἡ δύναμις. Ἄρτος ἦν καὶ ἐπλήθυνεν, οὐκ ἀποῤῥέων, ἀλλὰ πληθύνων εἰς ἄπειρον, οὐχ ὡς αἱρετικοὶ περὶ Θεοῦ φαντάζονται λέγοντες· «Εἰ κατὰ ἀπόῤῥοιαν καὶ τομὴν ἐγέννησεν, ἐμειώθη».

Ἄρτος πλεονάζων οὐκ ἀπέῤῥευσε. Νέκρωσις ἐζωογονεῖτο καὶ ἡ πάντα ζωογονοῦσα φύσις νόμοις δουλείας ὑπόκειται. Ἀκολουθῶ τῷ σῷ λογισμῷ. Εἰπέ μοι πῶς ἐπλεόνασαν ἄρτοι καὶ τότε ἑρμήνευε πῶς ἐγέννησεν ὁ Θεός.

Ὅμως ἀνέλαβεν ἡ φιλάνθρωπος δεξιά. Ὡς σπόρον τὸν ἄρτον ἐπλήθυνεν, ἔκλασεν, ἔδωκε καὶ ἦν ἡ χεὶρ θησαυρὸς ἀγαθῶν. Πρὸς ταύτην τὴν δεξιὰν ὁρῶν τοῦ Σωτῆρος ὁ Δαυῒδ ἔλεγεν· «οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.

Ἀνοίγεις σὺ τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.