Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος δεύτερος: Η επαγγελία του Παρακλήτου και η εσχατολογική προσδοκία

Η αφήγηση του γεγονότος της Αναλήψεως, οι εσχατολογικές προρρήσεις περί της Δευτέρας Παρουσίας και η αναμονή του Αγίου Πνεύματος από τους αποστόλους στο υπερώο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 6

†Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν Ἀνάληψιν. Φέρε δὴ καὶ σήμερον τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἄνοδον τοῦ Σωτῆρος ἐν ἀγαλλιάσει δοξάσωμεν. Σήμερον γὰρ ὁ πρωτότοκος τῆς κτίσεως καὶ εὐεργέτης ἡμῶν Κύριος, καθὼς εἶπεν, ὑψούμενος ἐκ τῆς γῆς πάντας πρὸς ἑαυτὸν εἵλκυσε. Σήμερον ὁ ἀδιάστατος τῶν φίλων αὐτοῦ διέστη ἀπὸ τῶν μαθητῶν αὐτοῦ καὶ ἀνεφέρετο εἰς τὸν οὐρανὸν καὶ «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς». Σήμερον ἐν σαρκὶ «ἐπέβη ἐπὶ τῶν Χερουβὶμ καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων· καὶ ἔθετο σκότος εἰς ἀποκρυφὴν αὐτοῦ». Θεοῦ γὰρ καὶ φωτὸς πᾶν σκότος ἀπόκρυφον. Φῶς γὰρ ἐλθὼν εἰς τὸν κόσμον πᾶν σκότος καὶ πᾶσαν ἀχλὺν ἀπὸ τῆς γῆς ἀποδράσαι πεποίηκεν· «ἐγὼ γάρ», φησί, «<φῶς> εἰς τὸν κόσμον ἐλήλυθα». Σήμερον ὑψοῦται ὁ νέος Ἀδὰμ καὶ τὸν πάλαι Ἀδὰμ εἰς τὸ ἀρχέτυπον γέρας ἀνύψωσε. Σήμερον πορεύεται, καθὼς ἐνετείλατο τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, ἑτοιμάσαι τόπον αὐτοῖς· «Ἐὰν γὰρ πορευθῶ», φησί, «καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι πρὸς ὑμᾶς καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν»· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς· ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσεσθε».

Σήμερον ἡ ἄμπελος ἡ ἀληθινὴ πρὸς τὸν μέγαν γεωργὸν ἐν σαρκὶ ἄνοδον ἐποιήσατο· «Ἐγὼ γάρ εἰμι», φησίν, «ἡ ἄμπελος ἡ ἀληθινὴ καὶ ὁ πατήρ μου ὁ γεωργός». Καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ἄμπελος καὶ ὑμεῖς τὰ κλήματα». Σήμερον ἐκπέμπει ἡ ἄμπελος ἡ ἀληθινὴ τὰ κλήματα αὐξῆσαι καὶ πληρῶσαι πᾶσαν τὴν γῆν καὶ σκιάσαι ἐκ τοῦ καύσωνος καὶ φωτίσαι ἐκ τῆς ἀχλύος τῆς εἰδωλολατρίας τῆς περικειμένης ἐν αὐτῇ· «Πορευθέντες», γάρ φησιν, «εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει». «Ἐξήγαγε», γάρ φησιν, «ἕως ἔξω εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς· καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν».

Τότε ἔγνωσαν οἱ μαθηταὶ ὅτι περὶ τῆς Ἀναλήψεως αὐτοῦ ἔλεγεν αὐτοῖς ὅτι «πορεύομαι πρὸς τὸν πατέρα ἑτοιμάσαι τόπον ὑμῖν», ὅτε οὖν ἔλεγεν αὐτοῖς ὅτι «ὑμεῖς φίλοι μού ἐστε» καὶ «οὐκέτι ὑμᾶς λέγω δούλους»· ποιήσατε οὖν πάντα μετὰ χαρᾶς ὅσα ἐνετειλάμην ὑμῖν· οἴδατε ὅτι προείρηκα ὑμῖν ὅτι «ὑμεῖς λυπηθήσεσθε, ὁ δὲ κόσμος χαρήσεται. Ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται». «Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος διδάξει ὑμᾶς πάντα καὶ ὑπομνήσει ὑμᾶς». «Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν»· «ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς», καὶ πάλιν φησί.

Λουκᾶς ὁ συγγραφεὺς τῶν Πράξεων τῶν Ἀποστόλων εἶπε, «δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ συναλιζόμενος αὐτοῖς παρήγγειλεν <αὐτοῖς> ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρός, ἣν ἠκούσατέ <μου>· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας», καὶ τὰ ἑξῆς· «καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται πάλιν, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». Καὶ πότε ἐλεύσεται; Ὅτε πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται «ἐπὶ τῷ ὀνόματι αὐτοῦ εἰσελεύσονται λέγοντες ὅτι ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν»· ὅτε «ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν· ὅτε λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους γίνονται.

Ταῦτα πάντα ἀρχὴ ὠδίνων». Ὅταν «σκανδαλισθήσονται», φησί, «καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους»· ὅταν «ψευδοπροφῆται ἀναστήσονται καὶ πλανήσουσι πολλούς»· ὅταν «διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Ὁ δὲ ὑπομείνας», ψυγομένης τῆς ἀγάπης, φησίν, «οὗτος σωθήσεται». Οἴμοι, ὅτι ἐψύγη ἡ ἀγάπη τῶν πολλῶν καὶ οὐδεὶς ὑπομένει, ἵνα σωθῶμεν. «Ταῦτα πάντα», φησίν, «ἀρχαὶ ὠδίνων».

Οὐχ ὁρῶμεν ταῦτα πάντα ἐν ὀφθαλμοῖς ἡμῶν, ὅτι οὐ συνιῶμεν ταῦτα πάντα. Ἔρχεται γὰρ καὶ οὐ βραδύνει, ἀλλὰ μακροθυμεῖ διὰ τὴν ἐπιστροφὴν ἡμῶν. «Οὕτως ἐλεύσεται», φησίν, «ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». Καὶ πάλιν ἐν εὐαγγελίοις λέγει· «αἱ δυνάμεις», φησί, «τῶν οὐρανῶν σαλευθήσονται καὶ φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς». Καὶ ἰδόντες αὐτὸν κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς· ἰδόντες γὰρ αὐτὸν γνώσονται πάντες καὶ τότε ἄρξονται κόπτεσθαι.

Ὅτε ὁ κοπετὸς αὐτῶν οὐδὲν ὀνήσειε, τότε γὰρ τρομάξει ἡ γῆ πᾶσα ἀπὸ προσώπου αὐτοῦ, ὁρῶντες τὸν σταυρὸν προπορευόμενον ἔμπροσθεν αὐτοῦ. Ἰουδαῖοι μέν, ὅτι ἐν αὐτῷ προσήλωσαν τὸν εὐεργέτην καὶ βασιλέα, διότι διαχλευάζοντες ἦσαν τοὺς προσκυνοῦντας τὸν σταυρὸν καὶ πιστεύοντας εἰς τὸν ἐν αὐτῷ προσηλωθέντα, πιστοὶ δὲ ὅσοι ἐν ῥαθυμίᾳ ἔζησαν μὴ ἀπεκδεχόμενοι τὴν φοβερὰν καὶ φρικτὴν ἡμέραν ἐκείνην. Καὶ οὕτω πάντων ἐν θλίψει ὄντων, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ «ὄψονται τὸν υἱὸν τοῦ Θεοῦ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος καὶ φωνῆς μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν». Μακάριος ὁ γεννητὸς γυναικὸς ὃν ἐπισυνάξουσιν οἱ ἄγγελοι ἐν ἐκείνῃ τῇ ὥρᾳ.

Διὰ τοῦτο ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ ὁ Κύριος ὅτι «ἔρχομαι πρὸς ὑμᾶς, καὶ παραλήψομαι ὑμᾶς, ἵνα ὅπου ἐγώ εἰμι καὶ ὑμεῖς ἐστε καὶ ὅπου ἐγὼ ὑπάγω τὴν ὁδὸν οἴδατε»· αὕτη οὖν αὐτοῦ ἡ παραγγελία τοῦ ἔρχεσθαι καὶ παραλήψεσθαι αὐτούς, καὶ οὐ μόνον αὐτούς, ἀλλὰ καὶ τοὺς πιστεύσαντας διὰ τοῦ λόγου αὐτῶν εἰς αὐτὸν καὶ φυλάξαντας τὰς ἐντολὰς αὐτοῦ, καθὼς καὶ ὁ Παῦλος Θεσσαλονικεῦσι γράφων ἔλεγεν ὅτι «αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα»· αὕτη οὖν ἡ ἐπαγγελία τοῦ μεγάλου Βασιλέως λέγοντος ὅτι «ἔρχομαι πρὸς ὑμᾶς»· ἐμαυτὸν λέγει, καὶ πάλιν λέγει πρὸς αὐτούς, «ἵνα ἐσθίητε», φησί, «καὶ πίνητε μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης»· αὕτη οὖν ἡ ἐπαγγελία τῆς ἀθανάτου τραπέζης τοῦ ἁρπαγῆναι αὐτοὺς ἐν νεφέλαις καὶ εἶναι σὺν Θεῷ πάντοτε. «Τότε ὑπέστρεψαν», φησίν, «οἱ ἀπόστολοι ἀπὸ τοῦ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ». Πόῤῥωθεν γὰρ ὁ προφήτης φησί· «καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν κατὰ ἀνατολάς, κατέναντι Ἱερουσαλήμ».

Οὐ μὴν ἀλλὰ καὶ Δαυῒδ λέγει· «ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου· ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου· ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα». Καὶ πάλιν· «ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ». Καὶ πάλιν· «ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν». Καὶ πάλιν· «ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος». Καὶ πάλιν· «ὑψώσω σε ὁ Θεός μου, ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα». «Καὶ ὅτε εἰσῆλθον», φησίν, «ἀνέβησαν εἰς τὸ ὑπερῷον, οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰωάννης, Ἰάκωβος καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. Οὗτοι πάντες ἦσαν οἱ προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶ καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Κυρίου καὶ τοῖς ἀδελφοῖς αὐτοῦ». Ὢ μακαρίων γυναικῶν, ὅτι καὶ μετὰ τὸ ἀναληφθῆναι αὐτὸν οὐ κατέλιπον τοὺς ἀποστόλους, ἀλλὰ σὺν αὐτοῖς ἦσαν προσκαρτεροῦσαι. Πρὸ γὰρ τοῦ ζωοποιοῦ πάθους ἐκ τῶν ὑπαρχόντων αὐταῖς ἀκολουθήσασαι τῷ Κυρίῳ διηκόνησαν αὐτῷ καὶ τοῖς μαθηταῖς αὐτοῦ.

Καὶ νῦν ἀνδρείῳ φρονήματι σὺν τῷ πλήθει τῶν μαθητῶν τὸν λόγον τοῦ Κυρίου καταγγέλλουσαι, ὑπομιμνῃσκόμεναι τῆς μακροθυμίας καὶ τῆς πραότητος τοῦ Κυρίου καὶ πάλιν τῆς αὐθαδείας καὶ τοῦ ζήλου τῶν παρανόμων Ἰουδαίων, καυχώμεναι ἐν Κυρίῳ καὶ λέγουσαι· «ὑψώθης ἐν οὐρανῷ ὁ κρίνων τὴν γῆν· ἀπόδος τῇ ὑπερηφανείᾳ αὐτῶν μήποτε ἐγκαυχήσονται ἐν τῇ πικρίᾳ αὐτῶν». Ἐλάλησας γὰρ αὐτοῖς ἔτι ὢν εἰς τὸν κόσμον, ὅτι «ἕως πότε ἔσομαι πρὸς ὑμᾶς; Ἕως πότε ἀνέξομαι ὑμῶν;» Ἐμακροθύμησας γὰρ αὐτοῖς ἀνεχόμενος λέγων ὅτι «οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Καὶ ἰδοὺ οὗτοι ὡς ἀπολωλότες τῷ ποιμένι τῷ καλῷ οὐ προσέδραμον, ἀλλ’ ἀπελάκτισαν κατὰ τὴν ἀρχαίαν αὐτῶν σκληροκαρδίαν. Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ τῶν ὧν συστήσασθαι σπεύδουσιν ἡμῖν. «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ», ὅτι καὶ τὸ ἀσθενὲς τῆς φύσεως ἰσχυρὸν ἀπειργάσατο. Οὐκέτι ἰσχύει ὁ ἰὸς τοῦ ὄφεως τῇ πτέρνῃ ἡμῶν ἐπιδραμεῖν. Κατηρτίσατο γὰρ τοὺς πόδας ἡμῶν ὁ Κύριος ὡς ἐπὶ ἐλάφου καὶ ἔθετο ὡς τόξον χαλκοῦν τοὺς βραχίονας ἡμῶν καὶ ἐπὶ τὰ ὑψηλὰ ἐστήσατο ἡμᾶς, ἐπηγγείλατό τε ἡμῖν βασιλείαν οὐράνιον καὶ ἀνῆλθε πρὸς τὸν Πατέρα καὶ ἐθέωσε τὴν σάρκα, ἣν ἀνέλαβε.

Καὶ πάλιν ἔρχεται φέρων τὴν αἰώνιον βασιλείαν καὶ ἀναστήσει πάντας ἡμᾶς ἐκ τῶν μνημείων καὶ «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». «Ἀμὴν λέγω ὑμῖν», φησὶ τοῖς μαθηταῖς αὐτοῦ καὶ τοῖς ὄχλοις, ἐντελλόμενος ὅτι «ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται». «Ἔρχεται γὰρ ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως».

Τί οὖν μετὰ τὴν Ἀνάληψιν τοῦ Σωτῆρος οἱ μακάριοι ἀπόστολοι κατὰ τὴν αὐτοῦ ἐπαγγελίαν ἐκάθισαν ἐν τῇ πόλει Ἱερουσαλήμ; Ἕως οὗ ἐνδύσονται δύναμιν ἐξ ὕψους. Ὁ δὲ μακάριος Πέτρος λαβὼν ἐντολὴν παρὰ τοῦ Σωτῆρος ἐπεστήριζεν τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔλεγε τὰ δέοντα πρὸς τοὺς ὄχλους. Πρὸ γὰρ τοῦ ζωοποιοῦ πάθους ὁ Κύριος εἶπεν αὐτῷ· «Σίμων, Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς σινιάσαι {σε} ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου». Ὢ ταπεινώσεως Δεσπότου, ὢ θείας κηδεμονίας. Ὁ συντελέσας πάντα πειρασμὸν ἐν τῇ ἐρήμῳ, ὦ Δέσποτα, ἔδειξας ἀνίσχυρα πάντα αὐτοῦ τὰ μηχανήματα· τότε ἐπετίμησεν αὐτὸν λέγων, «ὕπαγε ὀπίσω μου σατανᾶ». Ὁ ἐκδιώξας αὐτὸν καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τῶν τυφλῶν καὶ δαιμονιζομένων ἐκ τῆς θυγατρὸς τῆς Χαναναίας, ἐκ τοῦ υἱοῦ τοῦ ἄρχοντος τῶν Ἰουδαίων καὶ ἐκ πλειόνων. Ἔτι, ἵνα μὴ πάντας λέγω, οὐ γὰρ δυνατὸν ἄνθρωπον λέγειν τῇ γραφῇ ὅσα σύ, Κύριε, ἐποίησας, ὡς μαρτυρεῖ καὶ ὁ ἀγαπητός σου μαθητὴς Ἰωάννης, ὅτι «ἐὰν καθ’ ἓν γραφῇ, οὐδ’ αὐτὸν <οἶμαι> τὸν κόσμον δύνασθαι χωρεῖν τὰ γραφόμενα βιβλία»· καὶ ὁ παντὶ καὶ πανταχοῦ ματαιώσας τὰς βουλὰς αὐτοῦ, ὦ Δέσποτα, οὐ λέγεις καὶ τῷ Σίμωνι ὅτι «ἐγὼ ἐβοήθησά σοι», ἀλλὰ λέγεις ὅτι «ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου».

Ὁ ἐπιτάξας τῷ κωφῷ καὶ ἀλάλῳ δαίμονι ἐξελθεῖν ἐκ τοῦ νεανίσκου καὶ μηκέτι εἰσελθεῖν εἰς αὐτόν, οὐ λέγεις τῇ ἐξουσίᾳ μὴ ἐὰν τὸν Πέτρον σῴζεσθαι ὑπὸ τοῦ σατανᾶ, ἀλλὰ λέγεις ὅτι «ἐδεήθην σου», καὶ φησίν, «ἐξουσίαν ἔχω ἐπιτάξαι αὐτῷ, ἵνα καὶ εἰς τὴν ἄβυσσον ἀπέλθῃ»· ἀλλ’ ἵνα δείξω ὅτι ἀτρέπτως καὶ ἀναλλοιώτως ἄνθρωπος γέγονα, ἐκ τῶν κόλπων τοῦ Πατρός μου μὴ χωριζόμενος, διὰ τοῦτο εἶπον «ἐδεήθην περὶ σοῦ».

Ὁ οὖν Πέτρος λαβὼν τὴν ἐξουσίαν ὑπεστήριξε τοὺς ἀδελφοὺς καὶ ἐμερίμνα ἀναπληρῶσαι τὸν ἀριθμὸν τῶν Δώδεκα καὶ φησὶ πρὸς τοὺς ἀδελφούς· «δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἄχρι ἧς ἡμέρας ἀνελήφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. Ἔστησαν δέ», φησίν, «Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν, καὶ προσευξάμενοι εἶπον· Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα, λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον· καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων».

Καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεὸν καὶ περιμένοντες τὴν ἐπαγγελίαν τοῦ Πατρὸς καὶ τὴν πρὸς αὐτοὺς τοῦ Πνεύματος τοῦ ἁγίου ἐπιφοίτησιν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.