Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος τρίτος: Η συγκαθεδρία του Υιού και η προφητική μαρτυρία

Ερμηνεία των ψαλμικών και προφητικών μαρτυριών για την Ανάληψη, η καθέδρα του Υιού εκ δεξιών του Πατρός, η υπεροχή Του έναντι των αγγέλων και η αναμονή της μελλοντικής κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 6

† Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ἁγίαν Ἀνάληψιν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Εὐλόγησον, δέσποτα. Ἑορτὴν σήμερον ἐπιτελοῦμεν θαυμαστὴν καὶ παράδοξον καὶ τὴν τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ φιλανθρωπίαν καὶ συγκατάβασιν ἀνακηρύττουσαν. Καὶ ἔστιν ἰδεῖν τὴν ἐκκλησίαν σήμερον, τῇ ὑποθέσει τῆς ἑορτῆς, τῷ πλήθει τῶν οἰκείων τέκνων κοσμῶσαν καὶ κεκοσμημένην, τὴν πολύτεκνον ταύτην καὶ ὡραιότεκνον, καὶ ὡς ἱμάτιον κάλλιστον τὸ πλῆθος τῶν παραγινομένων ἐκδιδασκομένην, καθώς φησιν ὁ προφήτης, «πάντας αὐτοὺς περιθήσῃ ὡς κόσμῳ νύμφης καὶ ὡς στολὴν νυμφίου».

Ὄντως γὰρ πλήρης θαύματος καὶ ἐκπλήξεως γέμουσα τῆς πανηγύρεως ἡ μνήμη· πῶς γὰρ οὐ θαύματος καὶ ἐκπλήξεως γέμει; Τὴν γὰρ ἐκ τοῦ γένους τοῦ προσκεκρουκότος ἀπαρχήν, τοῦ ἀπεστερημένου καὶ ἐκβεβλημένου τῆς ζωῆς, ἀναλαβὼν ὁ Δεσπότης Χριστὸς σήμερον ἀνήγαγε καὶ συνεκάθισεν εἰς τὸν θρόνον τὸν βασιλικόν, ἐπάνω τῶν οὐρανῶν, ἐν ᾧ τὰ χερουβὶμ παρίστανται τρόμῳ. Καὶ ὅτι εἰς τὸν οὐρανὸν ἀνεβιβάσθη ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἄκουε τοῦ μακαρίου Λουκᾶ λέγοντος· «βλεπόντων αὐτῶν ἐπήρθη», τουτέστι τῶν μαθητῶν. Ἰδοὺ σὺν τῷ Λουκᾷ καὶ ἄλλοι μάρτυρες· «καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν». Διατί νεφέλη φωτεινὴ ὑπέλαβεν αὐτόν; Ἵνα δείξῃ ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν, οὐχ ἅρματι πυρὸς ὡς ἐπὶ Ἠλιού, ἀλλὰ νεφέλη αὐτὸν ὑπέλαβεν, ὅτι οὐρανοῦ σύμβολον ἦν· καθώς φησιν ὁ Δαυῒδ «ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ», διὰ τοῦτο λέγει νεφέλην. Καὶ μάρτυρας καὶ θεατὰς τοῦ θαύματος τοὺς μαθητὰς παρέστησεν, ἵνα σὺ πεισθεὶς ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν ἐν τῷ συμβόλῳ τῆς θείας δυνάμεως· διὸ καὶ ὁ προφήτης ἐβόα λέγων «ὁ Θεὸς κάθηται ἐπὶ νεφέλης κούφης». Καὶ ἐν τῷ ὄρει δὲ νεφέλη δι’ αὐτὸν ἦλθε καὶ «Μωσῆς εἰσῆλθεν εἰς τὸν γνόφον» ἐν τῇ νεφέλῃ, ἀλλ’ οὐ δι’ ἐκεῖνον ἦν ἡ νεφέλη.

Ἀναλαμβανόμενος δὲ ὁ Κύριος ἡμῶν οὐκ εἶπεν ὅτι «πορεύομαι» μόνον, ἀλλ’ ὅτι καὶ τὸ Πνεῦμα πέμπω ὑμῖν τὸν παράκλητον, φησίν. Ἵνα οὖν γνῷς ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν, ἄκουσον τὴν μαρτυρίαν τῶν θεατῶν «καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν»· φησί, «πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον· ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ἡμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». Ἤκουσας γὰρ σαφῶς τὴν μαρτυρίαν—βαβαὶ τοῦ θαύματος!—, ποίων κατηξιώθησαν ἀγαθῶν. Δεικτικῶς ἐχρήσαντο τῇ λέξει εἰπόντες ὅτι «ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν». Πάλιν τὸ σχῆμα τῶν ὀφθέντων φαιδρόν, καθὰ καὶ διὰ τῆς ἐπαγγελίας τοῦ Πνεύματος ἄγγελοί τινες ἦσαν ἐν τύπῳ ἀνθρώπων φανέντες καὶ φησίν· «ἄνδρες Γαλιλαῖοι».

Διατί δὲ μὴ αὐτὸς ταῦτα αὐτοῖς διελέχθη, ἀλλ’ ἄγγελοι αὐτοῖς προεῖπον; Ἐπειδὴ καὶ αὐτὸς περὶ ἑαυτοῦ πολλὰ προεῖπεν, οἷον ὅτι «πορεύομαι πρὸς τὸν πατέρα»· καὶ πάλιν, «ὅταν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον», ὅθεν οὐκ ἀπελείφθη. «Οὗτοι δὲ ἄνδρες Γαλιλαῖοι», φησί· καὶ οὐκ εἶπον «ὃν ἐθεάσασθε ἀναληφθέντα», ἀλλὰ «πορευόμενον εἰς τὸν οὐρανόν». Ἵνα μάθῃς ὅτι ἀνάβασίς ἐστι, διὰ τοῦτό φησιν «ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται»· οὐ πεμφθήσεται, ἀλλ’ ἐλεύσεται. «Καὶ οὐδεὶς ἀνέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς», «καὶ νεφέλη ὑπέλαβεν αὐτόν». Καὶ τὰ μὲν κατὰ τὴν ἐκείνων διάνοιαν διαλέγονται, τὰ δὲ ἀξίως τοῦ Θεοῦ φθέγγονται.

Ἐπήρθη λοιπὸν ἡ διάνοια τῶν ὁρώντων, ἐχαρίσατο αὐτοῖς τῆς φοβερᾶς καὶ δευτέρας παρουσίας οὐ μικρὸν αἴνιγμα, τὸ γὰρ «οὕτως ἐλεύσεται», τουτέστι μετὰ τοῦ σώματος· ὃ μάλιστα ἐπόθουν ἀκοῦσαι, ὅτι ἥξει πάλιν μετὰ τῆς σαρκός. «Καὶ ἰδού», φησίν, «ἄνδρες δύο».

Διατί εἶπεν «ἄνδρες»; Ἀκριβῶς ἑαυτοὺς ἀπετύπωσεν ὡς μὴ πτοηθῆναι αὐτοὺς τῇ θέᾳ τῶν ἀγγέλων. «Τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;»· οὐκέτι ἦσαν προσδοκῶντες αὐτόν. Ὅτι δὲ ἀνάβασίς ἐστι τὸ ἀναληφθῆναι αὐτόν, ἄκουε τοῦ Δαυῒδ λέγοντος, «ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος» καὶ τὸ «ἀνέβη εἰς ὕψος.

Αἰχμαλώτευσεν αἰχμαλωσίαν», τοῦτο δηλοῖ, οὐχ ἑτέρου τινὸς χειραγωγοῦντος, ἀλλ’ ἑκουσίως αὐτὸς ὁδεύων τὴν ἀνάβασιν αὐτοῦ. Ὁ μὲν γὰρ Ἠλίας ὑφ’ ἑτέρας ὡδηγεῖτο δυνάμεως ὡς εἰς τὸν οὐρανόν, ὁ δὲ Χριστὸς ὑπεράνω τῶν οὐρανῶν. Οὐ γὰρ ἦν ἀνθρωπίνης φύσεως δύνασθαι ξένην καὶ ἀθέατον ὁδεύειν ὁδόν. Ὁ δὲ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἀνέβη οἰκείᾳ ἐξουσίᾳ, διὰ τοῦτο καὶ ὁ Λουκᾶς ἔλεγεν ὅτι «ἦσαν ἀτενίζοντες πορευομένου αὐτοῦ εἰς τὸν οὐρανόν», οὐκ ἀναλαμβανομένου αὐτοῦ, οὐδὲ βασταζομένου. Πορεία γὰρ αὐτοῦ ἰδία τὸ γινόμενον ἦν.

Εἰ γὰρ καὶ πρὸ τοῦ σταυροῦ ἐπὶ τῶν Ἰορδανίων ῥείθρων ἐβαπτίσθη σαρκί, μηδεὶς ἀμφιβαλλέτω ὅτι μετὰ σαρκὸς τὸν ἀέρα ἔτεμε. Ποῦ δὲ ἐν ἀλαλαγμῷ; Τίς ἠλάλαξεν ὅτε ἀνέβη; Ὅτι λέγει ὁ ψαλμῳδὸς «ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος», καίτοι γε σιγὴ ἐγένετο καὶ ἕνδεκα παρόντων μαθητῶν μόνον, οὐχ ἁπλῶς δεῖ τὰς λέξεις ἐκλαμβάνειν, ἀγαπητέ, ἀλλ’ εἰδέναι τὸ ἐξ αὐτῶν σημαινόμενον.

Τί οὖν ὁ ἀλαλαγμὸς δηλοῖ; Τὴν νίκην, τὸ τρόπαιον, τουτέστιν ὅτι ἐν νίκῃ ἀνέβη, θανάτου περιγενόμενος καὶ κάτω ῥίψας τὴν ἁμαρτίαν καὶ τὸν διάβολον, ταρτάρῳ παραδοὺς καί, ὃ πολλῷ βέλτιον, τὴν ἡμετέραν φύσιν ἀναγαγὼν ἐν τοῖς οὐρανοῖς. Διὸ καὶ Παῦλος τὸ τρόπαιον αὐτοῦ διηγούμενος βοᾷ λέγων «ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν ἑαυτῷ». Καὶ πάλιν· «ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ», καίτοι γε οὐδεὶς ἔγνω τούτου γενομένου, ἀλλ’ οὕτως ἐγένετο σαφὲς καὶ πᾶσι κατάδηλον ὡς σάλπιγγος ἠχούσης. Οὐ γὰρ δεῖ οὕτως· σάλπιγξ ἠχοῦσα ἅπαντας ἂν ἐκάλεσεν ἐπὶ τὴν θείαν ἐκείνην, ὡς μετὰ ταῦτα ἡ τῶν πραγμάτων φύσις, καὶ βροντῆς ἁπάσης ἰσχυρότερον τὸ πρᾶγμα ποιήσασα. Καὶ περὶ τῆς ἐκ δεξιῶν αὐτοῦ καθέδρας καὶ ὁμοουσιότητος πρὸς τὸν Πατέρα, ὅρα πῶς προαναφωνεῖ ὁ Δαυῒδ λέγων, «εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου».

Εἶδες τὸ ὁμότιμον; Διὸ καὶ ὁ Παῦλος ἔλεγε δι’ αὐτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς» καὶ πανταχοῦ ὁρᾷ τοῦτον ἐν τούτῳ σεμνυνόμενον. Καὶ γὰρ ὄντως μέγα δῶρον· καὶ καθαρισμὸν δι’ αὐτοῦ ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν καὶ ἀναμνήσας τοῦ σταυροῦ ταχέως τὸν περὶ τῆς Ἀναστάσεως καὶ Ἀναλήψεως λόγον ἐπήγαγε καὶ ἐν τούτῳ δεικνὺς τὴν σύνεσιν τὴν ἄφατον. Ἵνα γὰρ μὴ νομίσῃ αὐτὸν ἐλάττονα τοῦ Πατρὸς εἶναι, ἄκουσόν τί φησι. Τίνι γὰρ εἶπε ποτὲ τῶν ἀγγέλων «κάθου ἐκ δεξιῶν μου», τουτέστι πρὸς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν;

Ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ ὁ Υἱός. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα», πρὸς δὲ τὸν Υἱὸν «ὁ θρόνος σου, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος». Ἰδοὺ μεγίστη διαφορά, ὅτι οἱ μὲν κτιστοί, ὁ δὲ ἄκτιστος καὶ ὁμότιμος τῷ Πατρί.

Ἔνθα γὰρ τὴν ἀληθῆ διαφορὰν ἐβούλετο δηλοῦν, οὐκέτι ἀγγέλους περιελάμβανε μόνον, ἀλλὰ πᾶσαν τὴν ἄνω δύναμιν τὴν λειτουργικήν. Ὁρᾷς πῶς διαιρεῖ κτίσμα καὶ κτίσιν, λειτουργοὺς καὶ Δεσπότην, κληρονόμον καὶ γνήσιον Υἱόν; «Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου»· ἰδοὺ βασιλείας σύμβολον. Οὕτω καὶ Δανιὴλ ὁρᾷ τὴν μὲν κτίσιν ἅπασαν παρεστῶσαν, ἀγγέλους τε καὶ ἀρχαγγέλους, τὸν δὲ Υἱὸν τοῦ ἀνθρώπου φησὶν ἐρχόμενον ἐπὶ τῶν νεφελῶν καὶ φθάνοντα ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν.

Εἶδες, ἀγαπητέ, πῶς σύμφωνα τῆς αὐτοῦ Ἀναλήψεως κηρύττουσιν οἱ προφῆται; Δεῖ γὰρ αὐτὸν βασιλεύειν διὰ παντός, ἵνα θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. Διὸ καὶ ἕτερος προφήτης τῆς βασιλείας τὴν ἐξουσίαν δηλῶν ἔλεγεν· «ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος· καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία, ἥτις οὐ διαφθαρήσεται», «καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». Σὺ δὲ ἀκούων τοῦ προφήτου λέγοντος, ὅτι ὁ Πατὴρ τίθησι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, μὴ θορυβηθῇς, μηδὲ ἐλάττονα τοῦ Πατρὸς τὸν Υἱὸν ὑπολάβῃς· οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Πατρὸς εἴρηται. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Ἄκουε τοῦ ἀποστόλου σαφέστερον λέγοντος καὶ ἀνακηρύττοντος καί φησιν· «ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη <ἐν ἔθνεσιν, ἐπιστεύθη> ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ». Τί ταύτης τῆς μαρτυρίας εὐαποδεικτότερον;

Καὶ πάλιν ἀλλαχοῦ· «ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν»· κἂν τὸ πᾶν αὐτοῦ εἶναι λέγῃ, οὐκ ἀποστερεῖ τὸν Πατέρα· κἂν τοῦ Πατρός, οὐ διαιρεῖ τὸν Υἱόν· κἂν τοῦ Υἱοῦ, οὐ χωρίζει τὸ Πνεῦμα. Ὅταν τοίνυν ἀκούσῃς ὅτι ὁ Πατὴρ ὑπέταξε, μὴ ἔξωθεν εἶναι νομίσῃς τοῦ κατορθώματος τὸν Υἱόν· κἄν τε ὁ Υἱὸς ὑπέταξε, μὴ ἀλλότριον εἶναι λέγε τὸν Πατέρα τοῦ Υἱοῦ, ἢ τοῦ Πνεύματος.

Κοινὰ γὰρ τὰ κατορθώματα καὶ «πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο, οὐδὲ ἓν ὃ γέγονε». Τὸ οὖν λέγεσθαι ὑπὸ τοῦ προφήτου ὑπὸ τοῦ Πατρὸς τίθεσθαι τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας τοῦ Υἱοῦ, οὐκ ἐλάττωσιν δηλοῖ—μὴ γένοιτο—, ἀλλ’ ὁμοτιμίαν καὶ συμφωνίαν τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενημένων, ὡς πατρὸς πρὸς υἱόν—ὁ γὰρ ὀργιζόμενος ὑπὲρ αὑτοῦ, πῶς ἀλλότριος αὑτοῦ ἐστιν; —ὅπερ καὶ ἐν ἑτέρῳ ψαλμῷ φησιν, «ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς· τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς».

Ἄκουε δὲ καὶ τοῦ Χριστοῦ λέγοντος· «τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτούς, ἀγάγετε ὦδε καὶ κατασφάξατε αὐτούς», ὅτι γὰρ αὐτός ἐστιν ὁ βασιλεὺς τῶν αἰώνων. Ἄκουσον πάλιν αὐτοῦ λέγοντος πρὸς τὴν Ἱερουσαλήμ· «ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος». Καὶ πάλιν· «ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία <τοῦ Θεοῦ> καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». Ὥστε οὐκ ἔστι χωρίζειν τὸν Υἱὸν τῆς δόξης τοῦ Πατρός, ὅτι δὲ καὶ οὕτως ἥξει, καθὼς προειρήκαμεν, μετὰ τοῦ σώματος λέγω καὶ ἐπὶ τῆς νεφέλης, ὅπερ ἐστὶ σχῆμα τὸ βασιλικόν, τὴν νεφέλην λέγω· τὸν βασιλέα ἐδήλου τῶν ἄνω στρατιῶν, «καὶ οὕτως ἐλεύσεται» δῆλον ἐκ τῆς μαρτυρίας τῶν ἀγγέλων· καθώς φησιν, «οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται», δῆλον ὅτι μετὰ τῆς σαρκὸς καὶ ἐν νεφέλῃ.

Εἴ τις ἐπιθυμεῖ τὸν Χριστὸν ἰδεῖν, εἴ τις λέγει ὅτι οὐκ εἶδεν αὐτὸν ἀναλαμβανόμενον, τοῦτο ἀκούσας βίον θαυμαστὸν ἐπιδεικνύσθω καὶ πάντως ὄψεται αὐτὸν καὶ γὰρ μετὰ πλείονος δόξης ἥξει. Ἀλλ’ οὕτω μετὰ νεφέλης, οὕτω μετὰ σώματος καὶ πολλῷ θαυμασιώτερον ἰδεῖν αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ καταβαίνοντα· ἐπὶ τίνι δὲ ἥξει, οὐκέτι προσέθηκε· τοῦτο τὴν Ἀνάστασιν βεβαιοῖ. Εἰ γὰρ μετὰ σώματος ἀνελήφθη, πολλῷ μᾶλλον μετὰ σώματος ἀνέστη· καὶ πάλιν ἥξει καὶ εἰσελεύσεται εἰς τὴν κατάπαυσιν αὐτοῦ, ἣν ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνη γάρ ἐστιν ὄντως κατάπαυσις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός, ἔνθα οὔτε φροντίς, οὔτε πόνος, οὔτε φόβος καταπλήττων τὴν ψυχήν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ πόθος ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐκεῖ «ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου», καὶ τὰ ἑξῆς, ἀλλὰ πάντα εἰρήνη, πάντα χαρά, πάντα εὐφροσύνη· οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία καὶ βασκανία, ἀλλὰ μετὰ δόξης ὀψόμεθα τὴν μακαριότητα τῆς δευτέρας αὐτοῦ παρουσίας.

Τί δὲ ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων τὰς μυριάδας, τῶν ἀσωμάτων δυνάμεων τὰ χερουβίμ, τὰ σεραφείμ, τὰς χοροστασίας τῶν ἁγίων, τῶν θρόνων καὶ κυριοτήτων τὰ τάγματα, ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον καὶ τὸ πλῆθος ἄπειρον καὶ πάντων προηγουμένων τὴν ἄπειρον δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τῆς ἡμετέρας ἀπαρχῆς, ἧς ἀνήγαγεν ἐν τοῖς οὐρανοῖς;

Γένοιτο δὲ καὶ ἡμᾶς μετὰ παῤῥησίας καὶ βίου λαμπροῦ ὀφθῆναι τῷ ἀπροσίτῳ προσώπῳ τοῦ νυμφίου Χριστοῦ καὶ τῶν ἐπηγγελμένων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.