Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάληψιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος τέταρτος: Το μυστήριο της θείας συγκαταβάσεως

Το καινοφανές της Αναλήψεως, η έκπληξη των αγγελικών ταγμάτων ενώπιον της σαρκωμένης θεότητος και η διατήρηση των σημείων του σταυρού κατά τη Δευτέρα Παρουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 6

Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν Ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εὐλόγησον πάτερ. Οὐκ οἶδα ποίᾳ χρήσομαι γλώττῃ πρὸς τὴν τῆς παρούσης ἑορτῆς εὐφημίαν, ποίῳ δὲ στόματι τὰ ἁρμόττοντα τῷ οὐρανίῳ φθέγξομαι θαύματι. Οὐράνιον γὰρ τὸ σήμερον, ὡς ἴστε, μυστήριον ὡς ἄνω τὴν ἀρχὴν ἐσχηκός. Ὅθεν γὰρ κατέβη, ἐκεῖ πάλιν ἀνέβη Χριστός· «ὁ γὰρ καταβάς», φησίν, «αὐτός ἐστι καὶ ὁ ἀναβάς». Κατέβη δέ, εἶπον, καὶ ἀνέβη, οὐ περιγράφων τὸν ἀκατάσχετον τόπῳ, οὐδὲ ἐν μέρει τὸν πανταχοῦ κανονίζων, ἀλλὰ τῷ τῆς οἰκονομίας λόγῳ τὸν ἀκατάληπτον ἐφθάσθαι πιστεύομεν· οὔτε γὰρ κατελθὼν ἔλειπε τὸν οὐρανόν, οὐδὲ ἀναβὰς τῆς γῆς χωρισθεὶς ἀφῆκεν ἡμᾶς. «Τὸν οὐρανὸν γὰρ καὶ τὴν γῆν ἐγὼ πληρῶ», λέγει Κύριος, ὥστε τιμῆς ἐπάξιον καὶ δέους τὸ θαῦμα. Τὸ γὰρ παρὰ φύσιν φόβον τῇ φύσει γεννᾷ Ὥσπερ γὰρ ἄνθρωπος ἄγγελον ἰδὼν ἐπὶ γῆς κάμπτει τὸν αὐχένα, ὀρθοῖ τὰς τρίχας καὶ τί τὸ τῆς ὀπτασίας αἴτιον καθ’ ἑαυτὸν ἐκζητεῖ, οὕτω δὴ τῶν ἀσωμάτων τότε τὰ τάγματα. Σῶμα βαῖνον ἐπὶ νεφέλης ἑώρων σὺν φόβῳ καὶ τί τὸ ξένον ἐζήτουν τοῦ θαύματος· καὶ τῆς ἐρεύνης τεκμήριον τὸ Δαυϊτικὸν ἡμῖν λόγιον, ὅπερ ὡς πυθομένων τῶν ἄνω δυνάμεων παρὰ τοῦ προφήτου ἐβεβόητο «τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;»

Τὸν γὰρ ἐν τῇ φαινομένῃ σαρκὶ σαρκωθέντα τέως οὐκ ᾔδεσαν, ἕως ἂν πάλιν ἀντήκουσαν τὸ «Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης» παρὰ τοῦ προφήτου βεβοηκότος. Ἐν γὰρ τῷ ὄρει τῶν Ἐλαιῶν ὁ Χριστὸς ἀναβὰς καὶ τῆς οὐρανοπόμπου λαβόμενος κορυφῆς τῶν τε μαθητῶν ἐκεῖσε τὸ στῖφος ῥυθμίσας αἴρεται, ὁρώντων αὐτῶν, μεταρσίῳ φορᾷ πρὸς οὐρανὸν ἀνορμῶν, γῆς ἐν σαρκὶ μεριζόμενος, θεότητι δὲ τῷ παντὶ συμπληρούμενος, μᾶλλον δὲ μὴ χωρούμενος.

Τοιοῦτος γὰρ ὁ Δεσπότης ἡμῶν Χριστὸς καὶ Σωτὴρ Ἰησοῦς, καὶ τὰ τῆς ἐνσάρκου πληρῶν παρουσίας καὶ τὰ τῆς θείας ἐνδεικνύμενος αὐθεντίας, καὶ ἐν γαστρὶ κυοφορούμενος καὶ τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἐκ γυναικὸς τικτόμενος καὶ τὰ τικτόμενα διαπλάττων ἐν μήτρᾳ παιδία, καὶ σπαργανούμενος μετὰ τῶν ἐν ῥάκεσι καὶ τὸν οὐρανὸν περιβάλλων ἐν νέφεσι, καὶ ἐν φάτνῃ ἀνακλινόμενος καὶ ἐν ἀπεράντοις αἰῶσιν ἀναπαυόμενος, καὶ παρθενικῷ μαζῷ γαλουχούμενος καὶ τροφὴν πᾶσι σαρκὶ παρεχόμενος, καὶ μητρικαῖς ἀγκάλαις περιφερόμενος καὶ τοῖς χερουβὶμ ἐποχούμενος, καὶ αὔξων καὶ πᾶσι μέτρα τιθεὶς ἡλικίας, καὶ ἐπ’ ἄκρων κυμάτων περιπατῶν καὶ καθ’ ὁδὸν κοπιῶν, καὶ ἐν Ἰουδαίᾳ παρὰ Ἰουδαίων κρατούμενος καὶ τῷ παντὶ μὴ χωρούμενος, καὶ σταυρῷ τὰς χεῖρας ἡλούμενος καὶ τὴν γῆν ἐν ταύταις δρακὶ θέμενος, καὶ θνῄσκων καὶ θανάτῳ κτείνων τὸν θάνατον, καὶ νεκρούμενος καὶ νεκροὺς ἀνιστῶν, καὶ τῆς γῆς μὴ χωριζόμενος καὶ εἰς οὐρανοὺς ἀναλαμβανόμενος. «Νεφέλη γάρ», φησίν, «ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν»· οὐκ εἶπεν ἔλαβεν, ἀλλ’ ὑπέλαβεν.

Δηλοῖ γὰρ ὡς οὐ περιέσχε τὸν ἀχώρητον, ἀλλὰ τοῖς τοῦ ἀκαταλήπτου τὸ νέφος ὑπεστρώθη ποσίν, ὃ δὴ μάλιστα θαῦμα. Ἄνω τὰς τῶν ἀποστόλων πρὸς αἰθέρα ἐδέσμει μορφάς· «ἀτενίζοντες γάρ», φησίν, «ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ· ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν»· οὐχ ἁπλῶς ὁρῶντες, ἀλλ’ ἀτενίζοντες, σύντονον ὄμμα πρὸς τὸν παντέφορον βλέπειν ἐστήριζον. Οὕτως οὐδὲ οἶμαι τὸ βλέμμα, ὅσον ἐρεύνῃ κατέτεινον τὸ φρόνημα· τίποτε ἆρα ἐννοοῦντες, ξένον εἴη τοῦτο θεώρημα. Αἰθεροβάτης ἡμῶν μετὰ σώματος ὁ διδάσκαλος ἀπτέρῳ τέμνει τῇ φύσει τὸν ἀέρα, πτέρυξ γὰρ αὐτῷ τῆς ἀνόδου τὸ βούλημα, λαμπρὰν ὑπὸ πόδα τανύσας ἔχει νεφέλην, φέρει τὴν φέρουσαν δῆθεν φερόμενος, ἣν πατεῖ, πρὸς ὕψος ἀνέλκει ποδί. Τὸν ἐπὶ τῆς θαλάσσης περίπατον πάλιν ἐμιμήσατο, ὥστε ἐπὶ ὑδάτων νέφη βαίνει καὶ νῦν νεφέλῃ ὑδροτόκῳ.

Ἆρα εἰς οὐρανὸν μετὰ σώματος ἀνίει ἢ συγχέει τῷ νέφει καὶ θήκην σαρκὸς τεχνώμενος; Ἆρα χωρὶς σώματος πρὸς τὰς ἀσωμάτους δυνάμεις φοιτᾷ ἢ μετὰ σαρκός; Ὡς ὅτε καὶ ταύτης ἐκτὸς οὖν κρατεῖ τοῦ παντός; Ταύτας οὖν αὐτῷ τὰς ἐννοίας ὁ Θεὸς ὁ ἀναληφθεὶς ἐγνωκὼς ἀγγέλων πέμπει δυάδα τῶν ζητουμένων διδάσκαλον, οἳ καὶ παρεστῶτες αὐτοῖς αὐτίκα φθέγγονται λέγοντες· «ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν». Ὡς ἀνερχόμενον εἴδετε· οὐκ ἀποτίθεται, φησίν, ὡς ὑμεῖς ἐννοεῖσθε, τὸ σῶμα· οὐ γὰρ εἰς χρῆσιν ἔλαβεν, ἀλλ’ εἰς ἀπέραντον κτίσιν τὴν σάρκα· οὐ πρὸς καιρὸν σεσωμάτωται, ἀλλ’ εἰς ἀεί, λοιπόν, ὡς εἶδε, σεσάρκωται· οὐκ ἄλλως ἀνείληπται, ἑτέρως δὲ παρέσται. Οὕτως ἐλεύσεται· οὕτω πῶς; Ὡς ἐκ Μαρίας γεγέννηται, ὡς μεθ’ ὑμῶν συνανέστραπται, ὡς ἐν τῷ σταυρῷ παραδέδοται, ὡς ἐκ νεκρῶν ἐγήγερται, ὡς τοὺς τύπους τῶν ἥλων ἐπέδειξεν, ὡς τὴν πλευρὰν παρὰ τοῦ Θωμᾶ ἐψηλαφᾶτο. Μένει γὰρ ἡ πληγὴ πρὸς ἔλεγχον, οἶμαι, τῆς παρὰ τῶν Ἰουδαίων σφαγῆς καὶ τούτου μάρτυς Ζαχαρίας ὁ προφήτης, «ὄψονται», λέγων, «εἰς ὃν ἐξεκέντησαν».

Οὐκ εἶπεν ὃν ἐξεκέντησαν, ἀλλ’ εἰς ὃν ἐξεκέντησαν· εἰς τὸν τόπον ἐμβλέψουσιν ὅπου τὴν λόγχην ἔπηξαν· τὸ τῆς ἀχράντου τὸ τραῦμα, φησί, γνωρίσουσι λαγόνος· τῆς οἰκείας εἰς τὸ θεῖον λῃστείας τὴν ὄρυγα ὄψονται. Ὢ τῆς ὑπὲρ λόγον τοῦ Χριστοῦ πραγματείας!

Νεκροὺς ἀνέστησε καὶ τῶν ἰδίων χειρῶν τοὺς ἀνασκολοπισμοὺς οὐκ ἀπώλεσε; Τὸν θάνατον τῷ θανάτῳ ἐπάτησε καὶ τὴν τοῦ σιδήρου πληγὴν οὐκ ἰάσατο; Διατί; Ἵνα ἐκ μάρτυρος ἔνδικον τοῖς ἀδίκοις ἐκτίσῃ τὸ τοῦ τολμήματος ὄφλημα. Ἔρχεται γάρ, κράτος μὲν ἔχων κριτοῦ, φέρων δὲ συγκατάβασιν ἀδελφοῦ οὐκ ἐκ βίας, κρίνων δὲ ἕκαστον ἐκ τῆς τῶν οἰκείων ἔργων αὐτῷ καὶ μαρτυρίας κατὰ τὸ παρ’ αὐτοῦ ἐκ τοῦ Δαυῒδ εἰρημένον· «ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου». Ἐντρέψω οὖν Ἰουδαίους, εἰ καὶ μὴ χείλεσι τότε τοῖς μώλωψι καὶ τῇ τῆς πλευρᾶς αὐτοῦ θέᾳ πρὸς αὐτοὺς ἀφήσει φωνάς· «ἐγὼ πρὸς ὑμᾶς ἐλήλυθα δι’ ὑμᾶς, ὑμεῖς δὲ κακὰς ἀντὶ ἀγαθῶν ἀνταπεδώκατέ μοι ἀμοιβάς». Ἴδετε κατὰ τίνος τὸ ξίφος ὠξύνατε. Καθ’ οἵας πανδεσπότου πλευρᾶς ἀφήκατε τὰς πληγάς· «ἀμνοῦ με δίκην κατεθύσατε καὶ τῶν ἐμῶν σαρκῶν, ἄγευστοι μεμενήκατε, ὑμᾶς καθ’ ὑμῶν τῶν παρ’ ὑμῶν εἰς ἐμὲ γεγενημένων λαμβάνω κριτάς». Δικάσατε, εἰ δέον, ὑμᾶς, παρ’ οὗ τεθύκατε, συγγνώμην ἔχειν, εἰ εὔλογον, παρ’ οὗ κριτοῦ πεφονεύκατε, ζητῆσαι τὸν ἔλεον. Εἰ γὰρ ἅπας κριτὴς ζώντων καὶ ἄλλου θανάτου ἐκζητεῖ, πόσῳ μᾶλλον αὐτὸς καὶ τὴν κατ’ αὐτοῦ γενομένην λῃστείαν. Εἰ γὰρ καὶ «ἄφες», ἔφη, «πάτερ, αὐτοῖς τὴν ἁμαρτίαν», τοῖς οὐκ εἰδόσιν εἰπεῖν ὃ δέδρακε, μετὰ δὲ γνῶσιν ἅπας αὐτοῖς τρόπος ἀπολογίας γυμνός.

Ταῦτα ἐρεῖ κατ’ ἐκείνου καιροῦ πρὸς Ἰουδαίους ὁ Χριστὸς πρὸς ἡμᾶς ἐλευσόμενος, ὡς ὁραθῆναι τεθέληκεν ἀναλαμβανόμενος, ὡς ὁραθήσεται πάλιν ἐρχόμενος. Ἐν ταύτῃ γὰρ τῇ σαρκὶ δικάσει πάσῃ σαρκί· ἐν ταύτῃ πάνδημον συγκροτήσει κριτήριον· ἐν ταύτῃ γυμνὸν καὶ τετραχηλισμένον ἀπαιτήσει λογοθέσιον.

Ἡμεῖς δὲ τὸν ἐξ ἡμῶν κριτὴν ἡμῶν ἀνευφημήσωμεν, τὸν ὑπὲρ ἡμᾶς καθ’ ἡμᾶς δι’ ἡμᾶς γεγονότα δοξάσωμεν, συγγενῆ τὸν αὐτὸν Δεσπότην καὶ κριτὴν θαῤῥήσωμεν ἔχοντες, ἀποστολικὸν τὸν τοῦ λόγου δεσμὸν ἐγκομβώσαντες λόγῳ. «Ὁμολογουμένως», φησί, «μέγα τὸ τῆς εὐσεβείας ἐστὶ μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ». Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.