Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάστασιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στα μυστήρια της Αναστάσεως

Προοίμιο για τα σωτήρια σημεία του Πάθους και παράθεση της σχετικής ευαγγελικής διήγησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὴν ἀνάστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εἰς τὰς μυροφόρους. Σφόδρα μοι καὶ νῦν, ὡς ἀεὶ, κρατεῖ τῆς διανοίας τῆς δεσποτικῆς ἀναστάσεως τὰ θαύματα, καὶ τὰ φοβερὰ τῶν μυστηρίων θεάματα καταπλήττει μου τῆς ψυχῆς τὴν ἐνθύμησιν· ὅτι δόξαν ἐγέννησεν ἀτιμία, καὶ πάθος ἐπήγασεν ἀνθρώποις ἀπάθειαν· ὅτι ξύλον τιμωρίας ξύλου δουλείας ἐῤῥύσατο, καὶ ἧλοι τὴν πολύῤῥιζον ἁμαρτίαν ἀνέσκαψαν· ὅτι στέφανος ἀκανθῶν καθολικὴν κατάραν ἀνέτρεψε, καὶ σταυρὸς ἐπονείδιστος κόσμον αἰσχύνης ἀπήλλαξεν· ὅτι λόγχῃ νυγεῖσα πλευρὰ κόσμου μυστηρίων γέγονε πύλη, καὶ τάφος τριήμερος οἶκος ζωῆς ἀπεδείχθη· ὅτι τελώνης θεολογίας ἐφθέγξατο δόγματα, καὶ ἄγγελος ταῖς τῶν γυναικῶν ψυχαῖς χαρᾶς ἐνέσπειρε ῥήματα. Οὐ φέρω σιγᾷν τὰ τοῦ Δεσπότου παράδοξα, εἰ καὶ τῷ πλήθει τῶν θεοσημειῶν φθάνειν λόγος οὐκ ἀρκεῖ πρὸς διήγησιν· χορεύω σὺν τῷ λῃστῇ, σκιρτῶ σὺν τῇ Μαρίᾳ, πειθαρχῶ τῷ εὐαγγελιστῇ κεκραγότι· Ὀψὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. Καὶ ἰδοὺ, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ· ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν, ὡσεὶ χιών. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί.