Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀνάστασιν τοῦ κυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Ο λόγος του αγγέλου και η τελική δοξολογία

Η εξήγηση του αγγέλου για την αναγκαιότητα της μετακίνησης του λίθου, η λύση της καταδίκης της Εύας και η κατακλείδα του λόγου με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Οἶδα, φησὶν, οἶδα· ἀλλ᾽ οὐχ ἁπλῶς γέγονε τὸ γενόμενον· τῷ τοῦ Δεσπότου μου ὑπούργησα νεύματι· οἰκονομικῶς τὸν λίθον ἐκύλισα, ἵνα Πέτρος παρακύψας θεάσηται τὰ ὀθόνια· ἵνα ἴδωσιν αἱ γυναῖκες τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. Ἀπεκύλισε, φησὶ, τὸν λίθον, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. Ἐτήρει τὸν τῶν Ἰουδαίων κατήγορον, ἐφύλαττε τὸν τῆς ἀναστάσεως μάρτυρα· ἐτήρει τὸν λίθον τῶν λελιθωμένων τὴν καρδίαν πρὸς ἔλεγχον. Τοῦτο γὰρ καὶ ὁ Κύριος τὴν τῶν Χριστοκτόνων δυσμένειαν ἐκπομπεύων πρὸς αὐτοὺς ἐν Εὐαγγελίοις ἐβόα· Κἂν αὐτοὶ σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών· εἰκότως. Ἔνθα γὰρ ἁμαρτίας σπῖλος οὐκ ἔγκειται, πάντα φωτός ἐστιν ἀνάμεστα, τῇ τῆς χιόνος ἐοικότα λαμπρότητι. Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Ἐπὶ τοῦ δούλου ὡς νεκροὶ, καὶ ἐπὶ τοῦ κτιστοῦ τολμηροί. Τί δὲ καὶ τὰ ἑξῆς; Ἀποκριθεὶς, φησὶν, ὁ ἄγγελος εἶπε ταῖς γυναιξὶ, Μὴ φοβεῖσθε ὑμεῖς. Ὢ παραδόξων πραγμάτων! ὢ ξένων διηγημάτων! τῶν στρατιωτῶν γεγονότων ὡσεὶ νεκρῶν, ταῖς γυναιξὶ διελέγετο, Μὴ φοβεῖσθε; Ἐχρῆν γὰρ τοὺς ἀπίστους φύλακας ἐναπομεῖναι τῷ φόβῳ, ταῖς δὲ πισταῖς γυναιξὶ τὴν τῆς σωτηρίας εὐαγγελισθῆναι χάριν. Μὴ φοβεῖσθε ὑμεῖς· Ἀδὰμ γὰρ ὑπὸ τοῦ τῆς φύσεως ὑμῶν κεραμέως ἀνεπλάσθη, καθάπερ ἐν τροχῷ τῷ σταυρῷ.

Μὴ φοβεῖσθε· τῆς ὑμετέρας γὰρ μητρὸς Εὔας ἐλύθη τὸ πρὸς κατάκρισιν ἔγκλημα. Μὴ φοβεῖσθε· πρὶν γὰρ ἐγὼ ἀποκυλίσω τὸν λίθον, ὃν ζητεῖτε, μετ᾽ ἐξουσίας ἀνέστη· αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.