Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ἄνναν

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική ωφέλεια της νηστείας και η παιδαγωγία του Θεού μέσω της κτίσεως (Ομιλία Α', Μέρος 1ο)

Αναφορά στους πνευματικούς καρπούς της νηστείας, στη φυσική θεογνωσία μέσω του κάλλους και της φθαρτότητας του κόσμου, καθώς και στη σημασία της ελεύθερης προαίρεσης και της ενάρετης ανατροφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 10

ΛΟΓΟΣ Αʹ. Εἰς τὸ δεῖν καὶ ἐν τῇ Πεντηκοστῇ καὶ ἀεὶ τῆς νηστείας μεμνῆσθαι, καὶ ὅτι οὐ παρουσία μόνον, ἀλλὰ καὶ μνήμη νηστείας ὠφελεῖ· καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ ὅτι μετὰ τῶν ἄλλων οὐ μικρὸν μέρος αὐτῆς ἡ φυσικὴ τῶν γονέων περὶ τὰ ἔκγονα φιλία· καὶ ὅτι οὐ πατράσι μόνον, ἀλλὰ καὶ μητράσιν ἐπιτέτακται τὰ παιδία ῥυθμίζειν, καὶ πρὸς τῷ τέλει περὶ τῆς Ἄννης. αʹ. Ἐπειδὰν ξένον τινὰ καταχθέντα πρὸς ἡμᾶς ἡμέρας τινὰς ὑποδεξάμενοι φιλοφρόνως, καὶ λόγων αὐτῷ καὶ ἁλῶν κοινωνήσαντες, ἀποπέμψωμεν· τῇ μετὰ τὴν ἀποδημίαν ἐκείνην ἡμέρᾳ, τραπέζης παρατεθείσης, εὐθέως ἀναμιμνησκόμεθα αὐτοῦ τε καὶ τῶν λόγων τῆς συνουσίας, καὶ μετὰ πολλῆς αὐτὸν ἐπιζητοῦμεν τῆς ἀγάπης· τοῦτο δὴ καὶ ἐπὶ τῆς νηστείας ποιήσωμεν.

Καὶ γὰρ κατήχθη πρὸς ἡμᾶς ἡμέρας τεσσαράκοντα, ὑπεδεξάμεθα αὐτὴν φιλοφρόνως, καὶ ἀπεπέμψαμεν· ἐπεὶ οὖν μέλλομεν παρατιθέναι τράπεζαν νῦν πνευματικὴν, ἀναμνησθῶμεν αὐτῆς, καὶ τῶν ἐξ αὐτῆς ἁπάντων ἐγγενομένων ἡμῖν ἀγαθῶν. Οὐ γὰρ δὴ παρουσία νηστείας μόνον, ἀλλὰ καὶ μνήμη νηστείας τὰ μέγιστα ὠφελῆσαι δύναιτ᾽ ἄν. Καὶ καθάπερ οἱ φιλούμενοι παρ᾽ ἡμῶν, οὐχὶ παρόντες μόνον, ἀλλὰ καὶ εἰς νοῦν ἡμῖν ἐρχομένοι, πολλῆς ἡμᾶς πληροῦσιν ἡδονῆς· οὕτω καὶ αἱ τῆς νηστείας ἡμέραι, καὶ οἱ σύλλογοι, καὶ αἱ διατριβαὶ αἱ κοιναὶ, καὶ τὰ ἄλλα ἃ παρ᾽ ἐκείνης ἐκαρπούμεθα καλὰ, καὶ ἀπὸ τῆς μνήμης εὐφραίνει, κἂν ταῦτα ἅπαντα συλλέξαντες ἀναμνησθῶμεν, μεγάλα καὶ κατὰ τὸν παρόντα καιρὸν κερδανοῦμεν.

Ταῦτα δὲ λέγω οὐκ ἀναγκάζων νηστεύειν, ἀλλὰ πείθων μὴ τρυφᾷν, μηδὲ κατὰ τοὺς πολλοὺς τῶν ἀνθρώπων διακεῖσθαι, εἴγε ἀνθρώπους τοὺς οὕτω μικροψύχως διακειμένους χρὴ καλεῖν, οἳ καθάπερ ἐκ δεσμῶν ἀφεθέντες, καὶ δεσμωτηρίου τινὸς ἀπαλλαγέντες χαλεποῦ, πρὸς ἀλλήλους λέγουσι· Μόλις ποτὲ τὸ χαλεπὸν τῆς νηστείας διηνύσαμεν πέλαγος· ἄλλοι δὲ τούτων ἀσθενέστερον διακείμενοι, καὶ ὑπὲρ τῆς μελλούσης δεδοίκασι Τεσσαρακοστῆς. Τοῦτο δὲ γίνεται ἐκ τοῦ τὸν ἄλλον ἅπαντα καιρὸν τρυφῇ, καὶ ἀσωτίᾳ, καὶ μέθῃ πάσῃ μεθ᾽ ὑπερβολῆς ἑαυτοὺς ἐκδιδόναι.

Ὡς εἴγε μεμελετήκειμεν τὰς ἄλλας ἡμέρας σεμνῶς καὶ ἐπιεικῶς ζῇν, καὶ ἀπελθοῦσαν ἂν ἐποθήσαμεν τὴν νηστείαν, καὶ παραγίνεσθαι μέλλουσαν μετὰ πολλῆς ἂν ὑπεδεξάμεθα τῆς ἡδονῆς. Τί γὰρ οὐκ ἀγαθὸν ἡμῖν ἀπὸ νηστείας; Πάντα γαλήνης γέμει καὶ καθαρᾶς εὐδίας. Οὐχὶ καὶ οἰκίαι θορύβων καὶ δρόμων καὶ πάσης εἰσὶν ἠλευθερωμέναι ταραχῆς; Καὶ πρὸ τῶν οἰκιῶν δὲ ἡ τῶν νηστευόντων διάνοια ταύτης ἀπολαύει τῆς ἡσυχίας· πόλις δὲ ἅπασα τὴν ἐν τῇ διανοίᾳ καὶ τὴν ἐν ταῖς οἰκίαις εὐταξίαν μιμεῖται.

Οὔτε γὰρ ἐν ἑσπέρᾳ ᾀδόντων ἔστιν ἀκοῦσαι, οὔτε ἐν ἡμέρᾳ θορυβούντων καὶ μεθυόντων, οὐ κραζόντων, οὐ μαχομένων, ἀλλὰ πολλὴν πανταχοῦ τὴν ἡσυχίαν ἔστιν ὁρᾷν. Ἀλλ᾽ οὐχὶ νῦν οὕτως, ἀλλ᾽ εὐθέως ὑπὸ τὴν ἕω κραυγαὶ, καὶ θόρυβοι, καὶ μαγείρων δρόμοι, καὶ πολὺς μὲν ἐν ταῖς οἰκίαις, πολὺς δὲ ἐν τοῖς λογισμοῖς ὁ καπνὸς, τῶν παθῶν ἡμῖν ἔνδον ὑποκαιομένων, καὶ τῆς φλογὸς διεγειρομένης τῆς ἐν ταῖς ἀτόποις ἐπιθυμίαις ὑπὸ τῆς τρυφῆς. Διὰ ταῦτα ζητῶμεν καὶ ἀπελθοῦσαν τὴν νηστείαν· ἐκείνη γὰρ ταῦτα πάντα κατέστελλε. Κἂν τὸν πόνον αὐτῆς ἀπεθέμεθα, ἀλλὰ τὸν πόθον αὐτῆς μὴ καταλύσωμεν, μηδὲ τὴν μνήμην σβέσωμεν· ἀλλ᾽ ὅταν ἀριστήσας καὶ καθευδήσας εἰς τὴν ἀγορὰν ἐμβάλῃς, καὶ τὴν ἡμέραν πρὸς ἑσπέραν ἤδη ἐπειγομένην ἴδῃς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν ταύτην, καὶ παρὰ τὸ βῆμα τοῦτο ἐλθὼν, ἀναμιμνήσκου τοῦ καιροῦ τῆς νηστείας, καθ᾽ ὃν μεστὴ μὲν ἡ ἐκκλησία τοῦ πλήθους ἡμῖν ἦν, σφοδρὰ δὲ ἡ τῆς ἀκροάσεως προθυμία, πολλὴ δὲ ἡδονὴ, καὶ διεγηγερμένη πάντων ἡ διάνοια· καὶ πάντα ταῦτα συλλέγων, ἀναμιμνήσκου τῶν ποθεινῶν ἡμερῶν ἐκείνων.

Κἂν μέλλῃς παρατίθεσθαι τράπεζαν, μετὰ τῆς μνήμης ταύτης ἅπτου τῶν ἐδεσμάτων, καὶ οὐδέποτε εἰς μέθην ἐξολισθῆσαι δυνήσῃ· ἀλλ᾽ ὥσπερ οἱ γυναῖκα σεμνὴν καὶ σώφρονα καὶ ἐλευθέραν ἔχοντες, καὶ σφόδρα αὐτῆς περικαιόμενοι, οὐδὲ ἀπούσης αὐτῆς, πόρνης καὶ διεφθαρμένης ἐρασθεῖεν ἂν, τοῦ πόθου τοῦ περὶ ἐκείνην προκατέχοντος τὴν διάνοιαν, καὶ ἕτερον ἐπεισελθεῖν ἔρωτα οὐκ ἐῶντος· οὕτω δὴ καὶ ἐπὶ τῆς νηστείας καὶ τῆς μέθης γίνεται. Ἂν τοίνυν ἐκείνης τῆς ἐλευθέρας καὶ σώφρονος μνημονεύωμεν, τὴν πάνδημον πόρνην ταύτην, καὶ πάσης ἀσχημοσύνης μητέρα, τὴν μέθην λέγω, μετὰ πολλῆς διακρουσώμεθα τῆς εὐκολίας, τοῦ πόθου τῆς νηστείας, πάσης χειρὸς σφοδρότερον, ἀπωθοῦντος τὴν ταύτης ἀναισχυντίαν. Διὰ ταῦτα δὴ πάντα, παρακαλῶ κατὰ νοῦν ἀεὶ τὰς ἡμέρας ἐκείνας ἔχωμεν· ἵνα δέ τι κἀγὼ πρὸς τὴν μνήμην ἐκείνην συμβάλωμαι, τὴν αὐτὴν ὑπόθεσιν, ἣν τότε κινεῖν παρεσκευαζόμην, ταύτην καὶ νῦν εἰς μέσον ἀγαγεῖν πειράσομαι, ὥστε καὶ τῇ κατὰ τὴν διδασκαλίαν ὁμοιότητι γενέσθαι τινὰ τοῦ καιροῦ μνήμην ἡμῖν ἐκείνου. Ὑμεῖς μὲν γὰρ ἴσως ἐπιλέλησθε, διὰ τὸ μεταξὺ πολλὰς γεγενῆσθαι διαλέξεις ἡμῖν, καὶ ὑπὲρ ἑτέρων πραγμάτων.

Καὶ γὰρ ἐλθόντος τοῦ πατρὸς ἀπὸ τῆς μακρᾶς ἀποδημίας, ἀναγκαῖον ἦν τὰ κατὰ τὸ στρατόπεδον συμβάντα ἅπαντα εἰπεῖν, καὶ μετὰ ταῦτα πρὸς Ἕλληνας ἀποτείνεσθαι, ὥστε τούτους ἀπὸ τῆς συμφορᾶς βελτίους γενομένους. καὶ πρὸς ἡμᾶς ἐκ τῆς Ἑλληνικῆς αὐτομολήσαντας πλάνης, μετ᾽ ἀκριβείας ῥιζῶσαι, καὶ διδάξαι, οἵου μὲν ἀπηλλάγησαν σκότους, οἵῳ δὲ προσέδραμον ἀληθείας φωτί. Μετ᾽ ἐκεῖνο πάλιν, πολλὰς ἡμέρας τῆς τῶν μαρτύρων ἀπελαύσαμεν πανηγύρεως, καὶ ἄκαιρον ἦν ἐν τάφοις μαρτύρων διατρίβοντας, τῶν τοῖς μάρτυσι πρεπόντων ἐγκωμίων ἀμοίρους ἀπελθεῖν. Ταῦτα τὰ ἐγκώμια διεδέξατο πάλιν ἡ περὶ τῶν ὅρκων παραίνεσις· ἐπειδὴ γὰρ τὴν ἀγροικίαν ἅπασαν τῆς πόλεως εἴδομεν ἐπιβᾶσαν, ἐβουλήθημεν αὐτοῖς δόντες ἐφόδια ταῦτα, οὕτως αὐτοὺς ἐκπέμψαι παρ᾽ ἡμῶν ἅπαντας.

βʹ. Ὑμῖν μὲν οὖν διὰ ταῦτα οὐκ ἂν εἴη δυνατὸν ῥᾳδίως ἀνενεγκεῖν τὴν τότε ἡμῖν γενομένην πρὸς Ἕλληνας ζήτησιν· ἐγὼ δὲ ὁ διὰ παντὸς ἐν τούτοις ἐσχολακὼς, καὶ ταύτην ἔχων μελέτην, ῥᾷστα πρὸς ὑμᾶς ὀλίγα τῶν τότε εἰρημένων εἰπὼν, ὁλοκλήρου τῆς τῶν λόγων ὑποθέσεως ἀναμνῆσαι δυνήσομαι. Τίς οὖν ἦν ἡμῖν ἡ ὑπόθεσις;

Ἐζητοῦμεν πῶς ἐξ ἀρχῆς ὁ Θεὸς ἡμῶν προενόει τοῦ γένους, καὶ πῶς τὰ συμφέροντα ἐπαίδευσεν, οὔτε γραμμάτων ὄντων, οὔτε Γραφῶν δοθεισῶν· καὶ ἐδείκνυμεν ὅτι διὰ τῆς κατὰ τὴν κτίσιν θεωρίας πρὸς τὴν αὐτοῦ θεογνωσίαν ἐχειραγώγησεν· ὅτε καὶ λαβόμενος ὑμῶν οὐχὶ τῆς χειρὸς, ἀλλὰ τῆς διανοίας, πανταχοῦ τῆς κτίσεως περιήγαγον, δεικνὺς οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ πελάγη μακρὰ, καὶ λειμῶνας, καὶ παραδείσους, καὶ κομῶντα τὰ λήϊα, καὶ βριθόμενα τοῖς καρποῖς τὰ δένδρα, καὶ καλυπτομένας δρυμοῖς κορυφὰς ὁρῶν· ὅτε καὶ περὶ σπερμάτων, καὶ περὶ βοτανῶν, καὶ περὶ ἀνθέων, καὶ περὶ φυτῶν ἐγκάρπων τε καὶ ἀκάρπων, καὶ περὶ ἀλόγων, ἡμέρων τε καὶ ἀγρίων, ἐνύδρων τε καὶ χερσαίων, καὶ ἀμφιβίων, περὶ τῶν τὸν ἀέρα τεμνόντων, περὶ τῶν χαμαὶ συρομένων, καὶ περὶ αὐτῶν τῶν τοῦ παντὸς στοιχείων πολλὰ διελέχθην, καὶ καθ᾽ ἕκαστον ἐπεβοῶμεν κοινῇ πάντες, ἀτονούσης ἡμῖν πρὸς τὸν ἄπειρον πλοῦτον τῆς διανοίας, καὶ τὸ πᾶν καταλαβεῖν μὴ δυναμένης· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

Οὐ διὰ τὸ πλῆθος δὲ μόνον ἐθαυμάζομεν τοῦ Θεοῦ τὴν σοφίαν, ἀλλὰ καὶ δι᾽ ἀμφότερα ταῦτα, ὅτι καὶ καλὴν καὶ μεγάλην καὶ θαυμαστὴν τὴν κτίσιν ἐποίησε, καὶ ὅτι πολλὰ πάλιν τῆς ἀσθενείας αὐτῆς δείγματα ἐναπέθετο τοῖς ὁρωμένοις· τὸ μὲν, ἵνα θαυμάζηται ἐπὶ σοφίᾳ, καὶ πρὸς τὴν ἑαυτοῦ λατρείαν τοὺς ὁρῶντας ἐφέλκηται· τὸ δὲ, ἵνα μὴ τὸν ποιήσαντα ἀφέντες οἱ θεωροῦντες αὐτῶν τὸ κάλλος καὶ τὸ μέγεθος, ἀντ᾽ ἐκείνου προσκυνήσωσι τὰ ὁρώμενα, τῆς ἐν αὐτοῖς ἀσθενείας δυναμένης τὴν τοιαύτην διορθῶσαι πλάνην. Καὶ πῶς φθαρτὴ πᾶσά ἐστιν ἡ κτίσις, καὶ πρὸς τὸ βέλτιον μεταστήσεται σχῆμα, καὶ πλείονος ἀπολαύσεται δόξης, καὶ πότε, καὶ διὰ τί, καὶ τίνος ἕνεκεν φθαρτὴ γέγονε, καὶ ταῦτα ἅπαντα πρὸς ὑμᾶς ἐφιλοσοφοῦμεν τότε, καὶ τοῦ Θεοῦ τὴν δύναμιν κἀντεῦθεν ἐδείκνυμεν, ὅτι ἐν φθαρτοῖς σώμασι τοσοῦτον εἰργάσατο κάλλος, ὅπερ καὶ ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, τὸ τῶν ἄστρων, τὸ τοῦ οὐρανοῦ, τὸ τοῦ ἡλίου.

Καὶ γὰρ ὄντως ἔστι θαυμάσαι, πῶς ἐτῶν παρελθόντων τοσούτων, οὐδὲν ἔπαθον, οἷον τὰ ἡμέτερα σώματα, οὐδὲ τῷ γήρᾳ ἀσθενέστερα γέγονεν, οὐδὲ νόσῳ καὶ ἀῤῥωστίᾳ τινὶ κατεμαλακίσθη, ἀλλὰ τὴν οἰκείαν ἀκμὴν καὶ τὸ κάλλος, ὅπερ, ὡς ἔφθην εἰπὼν, ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, μένει διατηροῦντα, καὶ οὔτε τὸ ἡλιακὸν ἐξετρίβη φῶς, οὔτε τὸ τῶν ἄστρων ἄνθος ἀμαυρότερον γέγονεν, οὐχ ἡ τοῦ οὐρανοῦ φαιδρότης ἐξεῤῥύη, οὐχ οἱ τῆς θαλάττης ἐκινήθησαν ὅροι, οὐχ ἡ τῆς γῆς ἐσβέσθη δύναμις ἡ περὶ τοὺς τόκους τῶν ἐτησίων καρπῶν. Καὶ ὅτι μὲν φθαρτὰ ταῦτά ἐστι, καὶ ἀπὸ λογισμῶν. καὶ ἀπὸ τῶν θείων Γραφῶν ἀπεδείξαμεν· ὅτι δὲ καλὰ, καὶ φαιδρὰ, καὶ τὸ ἄνθος ἀκμάζον διετήρησεν, ἡ καθημερινὴ μαρτυρεῖ τῶν ὁρώντων ὄψις, ὃ δὴ μάλιστα ἔστι θαυμάσαι τοῦ ποιήσαντος οὕτως αὐτὰ ἐξ ἀρχῆς Θεοῦ.

Ἐπειδὴ δὲ ταῦτα λεγόντων ἡμῶν τότε τινὲς ἀντέτεινον, λέγοντες· Οὐκοῦν πάντων τῶν ὁρωμένων ἀτιμότερον ὁ ἄνθρωπος, εἴγε οὐρανοῦ μὲν σῶμα, καὶ γῆς, καὶ ἡλίου, καὶ τὸ τῶν ἄστρων ἁπάντων πρὸς τοσοῦτον διήρκεσε χρόνον, οὗτος δὲ μετὰ ἑβδομήκοντα ἔτη διαλύεται, καὶ ἀπόλλυται· πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐχ ὁλόκληρον διαλύεται τὸ ζῶον, ἀλλὰ τὸ κυριώτερον αὐτοῦ καὶ ἀναγκαιότερον, ἡ ψυχὴ, μένει διηνεκῶς ἀθάνατος, οὐδενὶ τούτων εἴκουσα τῶν παθῶν, καὶ ἡ φθορὰ περὶ τὸ ἔλαττον γίνεται· δεύτερον ὅτι καὶ τούτῳ αὐτῷ τιμώμεθα μειζόνως. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ἄνευ αἰτίας τινὸς, ἀλλὰ καὶ δικαίως, καὶ ἐπὶ χρησίμῳ, καὶ γῆρας καὶ νόσους ὑπομένομεν· δικαίως μὲν, ὅτι πρὸς ἁμαρτίαν κατεπέσομεν· χρησίμως δὲ, ἵνα τὴν ἐκ τῆς ῥᾳθυμίας ἐγγινομένην ἡμῖν ἀπόνοιαν διὰ τῆς ἐνδείας ταύτης καὶ τῶν παθῶν διορθώσωμεν.

Οὐ τοίνυν ἀτιμάζων ἡμᾶς ὁ Θεὸς τοῦτο γενέσθαι εἴασεν. Εἰ γὰρ ἠτίμαζεν, οὐκ ἂν τὴν ψυχὴν ἡμῖν ἀφῆκεν ἀθάνατον εἶναι. Ἀλλ᾽ οὐδὲ ἀσθενῶν, τὸ σῶμα τὸ ἡμέτερον ἐποίησε τοιοῦτον. Εἰ γὰρ ἠσθένει, οὐκ ἂν τὸν οὐρανὸν, καὶ τοὺς ἀστέρας, καὶ τὸ σῶμα τῆς γῆς ἴσχυσε τοσοῦτον διακρατῆσαι χρόνον· ἀλλ᾽ ὑπὲρ τοῦ βελτίους ποιῆσαι καὶ σωφρονεστέρους, καὶ αὐτῷ μᾶλλον καταπειθεῖς, ὅπερ ἁπάσης ἐστὶ σωτηρίας ὑπόθεσις. Διὰ ταῦτα οὐρανὸν μὲν οὐκ ἐποίησεν οὔτε γήρᾳ ἁλίσκεσθαι τέως, οὔτε ἄλλαις τισὶ τοιαύταις ἀῤῥωστίαις. Ὁ γὰρ προαιρέσεως καὶ ψυχῆς ἀπεστερημένος οὔτε ἁμαρτεῖν, οὔτε κατορθῶσαι δύναιτ᾽ ἄν· ὅθεν οὐδὲ διορθώσεως αὐτῷ χρεία τοιαύτης. Ἡμῖν δὲ τοῖς λόγῳ καὶ ψυχῇ τετιμημένοις ἀναγκαίως γέγονεν ἡ διὰ τῶν παθῶν τούτων ἐγγενομένη σωφροσύνη, καὶ ταπεινοφροσύνη, ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν πρὸ τῶν ἄλλων ἁπάντων εἰς ἀπόνοιαν ἀπεσκίρτησεν ὁ πρῶτος γενόμενος ἄνθρωπος. Ἄλλως δὲ, εἰ καθάπερ τὰ ἡμέτερα σώματα, οὕτω καὶ ὁ οὐρανὸς ἔμελλε κατασκευάζεσθαι καὶ γηρᾷν, πολλὴν ἂν πολλοὶ τοῦ ποιοῦντος κατέγνωσαν ἀσθένειαν, ὡς οὐκ ἰσχύοντος ἓν σῶμα διακρατῆσαι ἐπὶ πολλὰς ἐτῶν περιόδους· νῦν δὲ αὐτοῖς καὶ αὕτη ἡ πρόφασις ἀνῄρηται, τῶν ἔργων ἐπὶ τοσοῦτον χρόνον μενόντων.

γʹ. Πρὸς δὲ τοῖς εἰρημένοις, οὐδὲ μέχρι τούτου στήσεται τὰ ἡμέτερα, ἀλλ᾽ ἐπειδὰν τῷ παρόντι βίῳ σωφρονισθῶμεν καλῶς, μετὰ πλείονος ἀναστήσει δόξης τὰ σώματα, καὶ οὐρανοῦ, καὶ ἡλίου, καὶ τῶν ἄλλων ἁπάντων ἔσται λαμπρότερα, καὶ πρὸς τὴν ἄνω μεταστήσεται λῆξιν. Εἷς μὲν οὖν θεογνωσίας τρόπος, ὁ διὰ τῆς κτίσεως ἁπάσης· ἕτερος δὲ οὐκ ἐλάττων, ὁ τοῦ συνειδότος, ὃν καὶ τοῦτον ἅπαντα τότε διὰ πλειόνων ἐξεθέμεθα λόγων, δεικνύντες πῶς αὐτοδίδακτος ἡμῖν ἐστιν ἡ τῶν καλῶν καὶ τῶν οὐ τοιούτων γνῶσις, καὶ πῶς ἔνδοθεν ἡμῖν τὸ συνειδὸς ἅπαντα ἐνηχεῖ ταῦτα.

Δύο γὰρ οὗτοι διδάσκαλοι γεγόνασιν ἡμῖν ἐξαρχῆς, ἡ κτίσις, καὶ τὸ συνειδός· καὶ οὐδέτερος αὐτῶν φωνὴν ἀφιεὶς, σιγῇ τοὺς ἀνθρώπους ἐπαίδευον. Ἥ τε γὰρ κτίσις διὰ τῆς ὄψεως ἐκπλήττουσα τὸν θεατὴν, εἰς τὸ τοῦ ποιήσαντος αὐτὴν θαῦμα παραπέμπει τὸν ὁρῶντα ἅπαντα· τό τε συνειδὸς ἔνδον ἐνηχοῦν, ἅπαντα ὑποβάλλε τὰ πρακτέα· καὶ τὴν δύναμιν αὐτοῦ, καὶ τῆς ψήφου τὴν κρίσιν διὰ τῶν τῆς ὄψεως πραγμάτων καταλαμβάνομεν. Ὅταν γὰρ ἔνδον κατηγορῇ τῆς ἁμαρτίας, συγχεῖ τὴν ὄψιν ἔξωθεν, καὶ πολλῆς τῆς ἀθυμίας πληροῖ. Πάλιν ὠχροὺς ἐργάζεται καὶ περιδεεῖς, ὅταν ἐπί τινι τῶν αἰσχίστων ἁλῶμεν, καὶ τῆς φωνῆς μὲν οὐκ ἀκούομεν, διὰ δὲ τῆς ἔξωθεν ὄψεως τὴν ἔνδον γινομένην ἀγανάκτησιν θεωροῦμεν. Μετὰ δὲ τούτων τῶν δύο καὶ τρίτον ἡμῖν διδάσκαλον ἐδείκνυ προστεθέντα παρὰ τῆς τοῦ Θεοῦ κηδεμονίας ὁ λόγος, οὐκέτι ἄφωνον, καθάπερ τοὺς προτέρους, ἀλλὰ λόγῳ, καὶ παραινέσει, καὶ συμβουλῇ ῥυθμίζοντα ἡμῶν τὴν γνώμην. Τίς δὲ οὗτός ἐστιν; Ὁ συγκεκληρωμένος ἑκάστῳ πατήρ. Διὰ γὰρ τοῦτο φιλεῖσθαι παρὰ τῶν γεννησάντων ἡμᾶς κατεσκεύασεν ὁ Θεὸς, ἵνα παιδευτὰς ἔχωμεν τῆς ἀρετῆς. Οὐ γὰρ τὸ σπεῖραι ποιεῖ πατέρα μόνον, ἀλλὰ τὸ παιδεῦσαι καλῶς· οὐδὲ τὸ κυῆσαι μητέρα ἐργάζεται, ἀλλὰ τὸ θρέψαι καλῶς. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ οὐχ ἡ φύσις, ἀλλ᾽ ἡ ἀρετὴ ποιεῖ πατέρας, αὐτοὶ συνομολογήσαιεν ἂν ἡμῖν οἱ γονεῖς.

Τοὺς γοῦν υἱοὺς τοὺς ἑαυτῶν πολλάκις, ἐπειδὰν φαύλους ἴδωσι γενομένους, καὶ εἰς πονηρίαν ἀποσκιρτήσαντας, τῆς συγγενείας τῆς ἑαυτῶν ἐκκόπτουσιν, ἀποκηρύττοντες, ἑτέρους ποιοῦντες υἱοὺς οὐδαμόθεν αὐτοῖς πολλάκις προσήκοντας. Ἆρά τι τούτου γενοιτ᾽ ἂν παραδοξότερον, ὅταν οὓς μὲν ἐγέννησαν ἐκβάλλωσιν, οὓς δὲ οὐκ ἐγέννησαν εἰσάγωσιν;

Οὐχ ἁπλῶς ἡμῖν ταῦτα εἴρηται, ἀλλ᾽ ἵνα μάθῃς, ὅτι προαίρεσις φύσεως δυνατωτέρα, καὶ αὕτη μᾶλλον ἐκείνης καὶ υἱοὺς καὶ πατέρας ποιεῖν εἴωθε. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐγένετο, τὸ μήτε γυμνοὺς τῆς φυσικῆς διαθέσεως ἀφεῖναι γενέσθαι τοὺς παῖδας, μήτε τὸ πᾶν ἐπιτρέψαι πάλιν ἐκείνῃ. Εἰ μὲν γὰρ μηδ᾽ ὅλως ἔμελλον φιλεῖν τοὺς ἑαυτῶν υἱοὺς οἱ γονεῖς ἀνάγκῃ κινούμενοι φυσικῇ, ἀλλ᾽ ἀπὸ τῶν τρόπων, καὶ τῶν κατορθωμάτων μόνον, πολλοὺς ἂν εἶδες ἔξω τῆς πατρῴας οἰκίας γινομένους διὰ τὴν οἰκείαν ὀλιγωρίαν, καὶ διασπώμενον ἡμῶν τὸ γένος. Πάλιν εἰ τὸ πᾶν ἐπέτρεψε τῇ τυραννίδι τῆς φύσεως, καὶ μηδὲ πονηροὺς ὄντας μισεῖν ἀφῆκεν, ἀλλὰ καὶ ὑβριζόμενοι καὶ μυρία πάσχοντες παρ᾽ αὐτῶν οἱ πατέρες δεινὰ, διὰ τὴν τῆς φύσεως ἀνάγκην ἔμενον θεραπεύοντες ὑβρίζοντας καὶ ἐμπαροινοῦντας αὐτοῖς τοὺς παῖδας, εἰς ἔσχατον ἂν κακίας τὸ γένος ἡμῖν ἐξώλισθεν. Εἰ γὰρ νῦν οὐ τὸ πᾶν ἔχοντες τῇ φύσει θαῤῥεῖν οἱ παῖδες, ἀλλ᾽ εἰδότες ὅτι πολλοὶ γενόμενοι φαῦλοι, καὶ τῆς οἰκίας, καὶ τῆς οὐσίας ἐξέπεσον τῆς πατρικῆς, ὅμως πολλαχοῦ τῷ τῶν γονέων φίλτρῳ θαῤῥοῦντες ἐνυβρίζουσιν εἰς τοὺς τεκόντας· εἰ μὴ συνεχώρησεν αὐτοῖς ὁ Θεὸς καὶ ἀγανακτεῖν. καὶ ἐπεξιέναι, καὶ κακοὺς γινομένους ἐκβάλλειν τοὺς παῖδας, ποῦ πονηρίας ἂν ἔστησαν;

Διὰ ταῦτα καὶ τῇ τῆς φύσεως ἀνάγκῃ, καὶ τῷ τῶν παιδίων τρόπῳ τὸ φίλτρον ἐνεπίστευσε τῶν γονέων ὁ Θεὸς, ἵνα καὶ ἁμαρτάνουσι σύμμετρα συγγινώσκωσι τοῖς παισὶ, τῆς φύσεως αὐτοὺς ἐπὶ τοῦτο παρακαλούσης, καὶ πονηροὺς γινομένους καὶ ἀνίατα νοσοῦντας μὴ παιδοτριβῶσιν ἐπὶ κακίαν τῇ πονηρίᾳ, τῆς φύσεως πάλιν ἐλεγχούσης καὶ δυναμένης ἀναγκάσαι καὶ φαύλους γενομένους θεραπεύειν τοὺς παῖδας. Πόσης ταῦτα προνοίας, εἰπέ μοι, καὶ τὸ κελεῦσαι δὲ φιλεῖν, καὶ τὸ μέτρον ἐπιθεῖναι τῷ φίλτρῳ, καὶ τὸ πάλιν ἀμοιβὴν ὁρίσαι τῇ καλῇ παιδοτροφίᾳ; Ὅτι γὰρ ἀμοιβὴ κεῖται, καὶ οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν, ἄκουσον πῶς πολλαχοῦ καὶ ταύταις καὶ περὶ τούτων ἡ Γραφὴ διαλέγεται, καὶ οὐχ ἧττον ταύταις, ἢ τοῖς ἀνδράσιν. Εἰπὼν γὰρ ὁ Παῦλος, Ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν, ἐπήγαγε· Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀλγεῖς, φησὶν, ὅτι σε ἡ πρώτη γυνὴ εἰς ὠδῖνας καὶ πόνους ἐνέβαλε καὶ κύησιν μακράν;

Ἀλλὰ μὴ δυσχεράνῃς· οὐ γὰρ τοσοῦτον ἐπηρεάσθης ἀπὸ τῶν ὠδίνων, καὶ τῶν πόνων, ὅσον κερδαίνεις, ἐὰν θέλῃς, ἀπὸ τῆς παιδοτροφίας πρόφασιν λαμβάνουσα κατορθωμάτων. Τὰ γὰρ παιδία τὰ τικτόμενα, ἂν τῆς προσηκούσης ἀπολαύῃ θεραπείας, καὶ εἰς ἀρετὴν ἐνάγηται παρὰ τῆς σῆς προνοίας, πολλῆς σοι σωτηρίας ἀφορμὴ καὶ πρόφασις γίνεται, καὶ πρὸς τοῖς οἰκείοις κατορθώμασι, καὶ τῆς περὶ ταῦτα θεραπείας πολλὴν ἀπολήψῃ τὴν ἀμοιβήν.

δʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τὸ τεκεῖν ποιεῖ μητέρα, οὐδὲ τούτῳ κεῖται μισθὸς, καὶ ἀλλαχοῦ μὲν χήρᾳ διαλεγόμενος ὁ Παῦλος οὕτως εἶπεν, Εἰ ἐτεκνοτρόφησε· καὶ οὐκ εἶπεν, εἰ ἐτεκνοποίησεν, ἀλλ᾽ Εἰ ἐτεκνοτρόφησε. Τὸ μὲν γὰρ τῆς φύσεως, τὸ δὲ τῆς προαιρέσεώς ἐστι. Καὶ διὰ τοῦτο καὶ ἐνταῦθα εἰπὼν, Σωθήσεται διὰ τῆς τεκνογονίας, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι οὐ τὸ γεννῆσαι τέκνα, ἀλλὰ τὸ θρέψαι τέκνα καλῶς, τοῦτο ἡμῖν φέρει τὸν μισθὸν, ἐπήγαγεν· Ἐὰν ἐπιμείνωσι τῇ πίστει, καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης.

Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τότε λήψῃ πολὺν τὸν μισθὸν, ἐὰν οἱ γεννηθέντες παῖδες ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ. Ἂν τοίνυν αὐτοὺς εἰς ταῦτα ἐνάγῃς, ἂν παρακαλῇς, ἂν διδάξῃς, ἂν συμβουλεύσῃς, τῆς ἐπιμελείας ταύτης κείσεταί σοι παρὰ τοῦ Θεοῦ πολλὴ ἡ ἀμοιβή.