Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ἄνναν

Ἰωάννης ὁ Χρυσόστομος

Η προστασία της ψυχής των νέων και η υπεροχή της επουράνιας πολιτείας (Ομιλία Γ', Μέρος 2ο)

Η ψυχή των νέων παρομοιάζεται με ναό του Θεού που οφείλει να προστατεύεται από τα πάθη, ενώ τονίζεται ο πνευματικός πλούτος των αρετών έναντι της μάταιης κοσμικής δόξας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 10

Καὶ σὺ τοίνυν, ὦ γύναι, ταύτην ζήλωσον, κἂν μὲν στεῖρα ᾖς, εὐχήν τε ἐπίδειξαι τοιαύτην, καὶ τὸν ἱερέα παρακάλεσον συνεφάψασθαί σοι τῆς πρεσβείας. Πάντως ἂν μετὰ πίστεως δέξῃ τὰ ῥήματα, εἰς καρπὸν τελευτήσει καλὸν καὶ ὥριμον τῶν πατέρων ἡ εὐλογία. Ἂν δὲ γένῃ μήτηρ, ἀνάθες σου καὶ σὺ τὸν υἱόν. Ἐκείνη εἰς ναὸν ἀνήγαγε, σὺ ναὸν κατασκεύασον σαυτὴν βασιλικόν. Τὰ γὰρ μέλη ὑμῶν, φησὶ, σῶμα τοῦ Χριστοῦ ἐστι, καὶ ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματος. Καὶ πάλιν· Ἐνοικήσω ἐν ὑμῖν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Πῶς γὰρ οὐκ ἄτοπον οἰκίαν μὲν γεγηρακυῖαν καὶ καταπίπτειν μέλλουσαν διορθοῦν, καὶ χρήματα δαπανῶντας, καὶ οἰκοδόμους συλλέγοντας, καὶ πάντα πραγματευομένους, τὴν δὲ οἰκίαν τοῦ Θεοῦ (οἰκία γὰρ τοῦ Θεοῦ, τοῦ νέου γένοιτ᾽ ἂν ἡ ψυχὴ) μηδὲ τῆς τυχούσης ἀξιοῦν προνοίας; Ὅρα μὴ ταὐτὸν ἀκούσῃς, ὅπερ καὶ Ἰουδαῖοί ποτε ἤκουσαν. Ἐκεῖνοι γὰρ ἐπειδὴ τὸν ναὸν τοῦτον τὸν αἰσθητὸν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανελθόντες ἠμελημένον ἑώρων, καὶ τὰς ἑαυτῶν ἐκαλλώπιζον οἰκίας, οὕτω παρώξυναν τὸν Θεὸν, ὡς πέμψαι τὸν προφήτην, καὶ λιμὸν ἀπειλῆσαι, καὶ πολλὴν τῶν ἀναγκαίων τὴν σπάνιν, καὶ τὴν αἰτίαν τῆς ἀπειλῆς ταύτης εἰπεῖν· αὕτη δὲ ἦν, ὅτι Ὑμεῖς μὲν οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις, ὁ δὲ οἶκός μου ἠρήμωται.

Εἰ δὲ περὶ τὸν ναὸν ἐκεῖνον ἡ ὀλιγωρία τοσαύτην ἐξήγειρε τοῦ Θεοῦ τὴν ὀργὴν, πολλῷ μᾶλλον ἡ τοῦ ναοῦ τούτου ῥᾳθυμία παροξυνεῖ τὸν Δεσπότην· πολὺ γὰρ οὗτος ἐκείνου τιμιώτερος, ὅσῳ καὶ μείζονα ἔχει τῆς ἁγιαστίας τὰ σύμβολα.

Μὴ τοίνυν ἀφῇς τοῦ Θεοῦ τὸν οἶκον σπήλαιον γενέσθαι λῃστῶν, ἵνα μὴ καὶ ἑτέραν ἐπιτίμησιν ἀκούσῃς, ἣν πρὸς τοὺς Ἰουδαίους ὁ Χριστὸς ἐποιήσατο λέγων· Ὁ οἶκος τοῦ Πατρός μου, οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. Πῶς δὲ σπήλαιον λῃστῶν γίνεται; Ὅταν ἀνελευθέρους καὶ ἀνδραποδώδεις ἐπιθυμίας, ὅταν ἀσέλγειαν πᾶσαν εἰσελθεῖν καὶ ἐμφιλοχωρῆσαι ταῖς ψυχαῖς τῶν νέων ἐάσωμεν. Λῃστῶν γὰρ χαλεπώτεροι οἱ τοιοῦτοι λογισμοὶ, τὴν ἐλευθερίαν τῶν παίδων ἐξανδραποδίσαντες, καὶ δούλους τῶν ἀλόγων ποιοῦσι παθῶν, κατακεντοῦντες αὐτοὺς πάντοθεν, καὶ πολλῶν τραυμάτων πληροῦντες αὐτῶν τὴν διάνοιαν. Διὸ δὴ ταῦτα καθ᾽ ἑκάστην ἡμέραν περισκοπῶμεν, καὶ καθάπερ μάστιγι τῷ λόγῳ χρώμενοι, πάντα τὰ τοιαῦτα πάθη τῆς ἐκείνων ψυχῆς ἀπελαύνωμεν, ἵνα τῆς ἄνω πολιτείας μετασχεῖν δυνηθῶσιν ἡμῖν οἱ παῖδες, καὶ τὴν ἐκεῖ λειτουργίαν ἐπιτελέσαι πᾶσαν. Οὐκ εἴδετε, ὅτι οἱ ἐν ταῖς πόλεσι πολιτευόμενοι, τῆς θηλῆς πολλάκις τοὺς ἑαυτῶν παῖδας εὐθὺς ἀποσπασθέντας, θαλλοφόρους, καὶ ἀγωνοθέτας, καὶ γυμνασιάρχους καὶ χορειάρχας ποιοῦσι;

Τοῦτο καὶ ἡμεῖς ἐργασώμεθα· ἐκ πρώτης ἡλικίας αὐτοὺς εἰς τὴν πολιτείαν εἰσάγωμεν τὴν ἐν τοῖς οὐρανοῖς. Αὕτη μὲν γὰρ ἡ ἐπίγειος δαπανηρὰ μόνον ἐστὶ, καὶ κέρδος οὐδὲν ἔχει. εʹ. Ποῖον γὰρ ἂν γένοιτο κέρδος ἐκ· τῆς τῶν δήμων εὐφημίας; εἰπέ μοι. Τῆς ἑσπέρας γὰρ καταλαβούσης εὐθέως ὁ κρότος ἐκεῖνος καὶ ὁ θόρυβος ἅπας μαραίνεται, καὶ παρελθούσης τῆς πανηγύρεως, ὥσπερ ὄναρ τρυφήσαντες, οὕτως ἔρημοι πάσης καθίστανται εὐφροσύνης, καὶ οὔτε τὴν ἀπὸ τοῦ στεφάνου, οὔτε τὴν ἀπὸ τῆς στολῆς τῆς λαμπρᾶς καὶ τῆς ἄλλης φαντασίας ἁπάσης εὐθυμίαν ἐγγινομένην αὐτοῖς ζητοῦντες εὑρεῖν δύναιντ᾽ ἂν, ἀνέμου παντὸς ταχύτερον παραδραμόντων αὐτοὺς ἁπάντων.

Ἡ δὲ τῶν οὐρανῶν πολιτεία τοὐναντίον ἅπαν· χωρὶς δαπάνης πολὺ φέρει τὸ κέρδος ἡμῖν καὶ μόνιμον. Οὐ γὰρ ἄνθρωποι μεθύοντες, ἀλλὰ τῶν ἀγγέλων ὁ δῆμος τὸν ἐκεῖ πολιτευόμενον κροτοῦσι διηνεκῶς. Καὶ τί λόγω τῶν ἀγγέλων τὸν δῆμον;

Αὐτὸς αὐτὸν ὁ τῶν ἀγγέλων Δεσπότης ἐπαινέσει καὶ ἀποδέξεται. Ὁ δὲ παρὰ τοῦ Θεοῦ ἐπαινούμενος, οὐ μίαν, οὐδὲ δύο, καὶ τρεῖς ἡμέρας, ἀλλὰ διὰ παντὸς τοῦ αἰῶνος πομπεύει στεφανηφορῶν, καὶ γυμνὴν οὐκ ἄν ποτε ἴδοις τῆς δόξης ἐκείνης τὴν τοῦ τοιούτου κεφαλήν· οὐ γὰρ ὡρισμέναις ἡμέραις ὁ τῆς πανηγύρεως ταύτης περιγέγραπται χρόνος, ἀλλὰ πρὸς τὴν ἀθανασίαν τῶν μελλόντων ἐκτείνεται. Ταύτης τῆς λειτουργίας οὐκ ἄν ποτε γένοιτο πενία κώλυμα, ἀλλὰ δυνατὸν καὶ τὸν πένητα λειτουργῆσαι ταύτην τὴν λειτουργίαν, καὶ μάλιστα τὸν πένητα, ἅτε πάσης ἀπηλλαγμένον φαντασίας βιωτικῆς· οὐ γὰρ δαπάνης χρημάτων καὶ περιουσίας, ἀλλὰ ψυχῆς δεῖ καθαρᾶς καὶ σωφρονούσης διανοίας. Ἀπὸ ταύτης καὶ τὰ ἱμάτια τῆς πολιτείας ἐκείνης ὑφαίνεται τῇ ψυχῇ, καὶ ὁ στέφανος πλέκεται· ὥστε ἂν μὴ τοῖς τῆς ἀρετῆς ᾖ κεκοσμημένη κατορθώμασιν, οὐδὲν ὄφελος αὐτῇ χρυσίου πολλοῦ· ὥσπερ οὖν οὐδὲ βλάβος ἔσται πενίας, ἐὰν τὸν ἔνδοθεν ἔχῃ πλοῦτον ἐναποκείμενον. Ταύτην τὴν λειτουργίαν μὴ μόνον ἄῤῥενες παῖδες, ἀλλὰ καὶ θυγατέρες ἡμῖν λειτουργείτωσαν· οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἔξωθεν πολιτείας ἀνδράσι μόνον ταῦτα λειτουργεῖν ἐπιτέτακται, ἀλλὰ καὶ γυναῖκας ἐκεῖνο τὸ θέατρον δέχεται, καὶ γέροντας, καὶ νέους, καὶ δούλους, καὶ ἐλευθέρους. Ὅπου γὰρ ψυχῆς ἐστιν ἡ ἐπίδειξις, οὐ φύσις, οὐχ ἡλικία, οὐκ ἀξίωμα βιωτικὸν, οὐκ ἄλλο οὐδὲν ἐμποδίζειν πέφυκε.

Διὰ δὴ τοῦτο, παρακαλῶ πάντας ὑμᾶς, ἐκ πρώτης ἡλικίας ἐκδιδόναι καὶ υἱοὺς καὶ θυγατέρας ταῖς τοιαύταις λειτουργίαις, καὶ τὸν τῇ τοιαύτῃ πολιτείᾳ ἁρμόζοντα προαποτίθεσθαι πλοῦτον αὐτοῖς, οὐ χρυσίον κατορύττοντας, οὐδὲ ἀργύριον συλλέγοντας, ἀλλ᾽ ἐπιείκειαν, σωφροσύνην, σεμνότητα, τὴν ἄλλην ἅπασαν ἀρετὴν ἐναποτιθεμένους αὐτῶν τῇ ψυχῇ. Ταύτης γὰρ δεῖται τῆς δαπάνης ἐκείνη ἡ λειτουργία. Ἂν ταύτην οὖν καὶ ἑαυτοῖς καὶ τοῖς παιδίοις συλλέξωμεν τὴν εὐπορίαν, καὶ κατὰ τὸν παρόντα βίον πολλῆς ἀπολαυσόμεθα τῆς λαμπρότητος, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν τῆς μακαρίας ἐκείνης ἀκουσόμεθα φωνῆς, δι᾽ ἣν ἅπαντας τοὺς ὁμολογήσαντας αὐτὸν ὁ Χριστὸς ἀνακηρύττει. Ὁμολογία δὲ οὐχ ἡ διὰ τῆς πίστεως μόνον ἐστὶν, ἀλλὰ καὶ ἡ διὰ τῶν ἔργων, ὡς ἐὰν μὴ καὶ αὐτὴ παρῇ, κινδυνεύομεν μετὰ τῶν ἀρνουμένων κολάζεσθαι. Οὐ γὰρ εἷς ἀρνήσεώς ἐστι τρόπος, ἀλλὰ πολλοὶ καὶ διάφοροι, οὓς ὁ Παῦλος ἡμῖν ὑπογράφων οὕτως ἔλεγε· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων· καὶ πάλιν· Φεύγετε τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.

Ἐπεὶ οὖν ἀρνήσεως τοσοῦτοι τρόποι, εὔδηλον ὅτι καὶ ὁμολογίας τοσοῦτοι, καὶ πολλῷ πλείους· οὓς δὴ πάντας ὁμολογῆσαι σπουδάσωμεν, ἵνα καὶ αὐτοὶ τῆς ἐν τοῖς οὐρανοῖς τιμῆς ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ, καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.