Καὶ σὺ τοίνυν, ὦ γύναι, ταύτην ζήλωσον, κἂν μὲν στεῖρα ᾖς, εὐχήν τε ἐπίδειξαι τοιαύτην, καὶ τὸν ἱερέα παρακάλεσον συνεφάψασθαί σοι τῆς πρεσβείας. Πάντως ἂν μετὰ πίστεως δέξῃ τὰ ῥήματα, εἰς καρπὸν τελευτήσει καλὸν καὶ ὥριμον τῶν πατέρων ἡ εὐλογία. Ἂν δὲ γένῃ μήτηρ, ἀνάθες σου καὶ σὺ τὸν υἱόν. Ἐκείνη εἰς ναὸν ἀνήγαγε, σὺ ναὸν κατασκεύασον σαυτὴν βασιλικόν. Τὰ γὰρ μέλη ὑμῶν, φησὶ, σῶμα τοῦ Χριστοῦ ἐστι, καὶ ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματος. Καὶ πάλιν· Ἐνοικήσω ἐν ὑμῖν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Πῶς γὰρ οὐκ ἄτοπον οἰκίαν μὲν γεγηρακυῖαν καὶ καταπίπτειν μέλλουσαν διορθοῦν, καὶ χρήματα δαπανῶντας, καὶ οἰκοδόμους συλλέγοντας, καὶ πάντα πραγματευομένους, τὴν δὲ οἰκίαν τοῦ Θεοῦ (οἰκία γὰρ τοῦ Θεοῦ, τοῦ νέου γένοιτ᾽ ἂν ἡ ψυχὴ) μηδὲ τῆς τυχούσης ἀξιοῦν προνοίας; Ὅρα μὴ ταὐτὸν ἀκούσῃς, ὅπερ καὶ Ἰουδαῖοί ποτε ἤκουσαν. Ἐκεῖνοι γὰρ ἐπειδὴ τὸν ναὸν τοῦτον τὸν αἰσθητὸν ἀπὸ τῆς αἰχμαλωσίας ἐπανελθόντες ἠμελημένον ἑώρων, καὶ τὰς ἑαυτῶν ἐκαλλώπιζον οἰκίας, οὕτω παρώξυναν τὸν Θεὸν, ὡς πέμψαι τὸν προφήτην, καὶ λιμὸν ἀπειλῆσαι, καὶ πολλὴν τῶν ἀναγκαίων τὴν σπάνιν, καὶ τὴν αἰτίαν τῆς ἀπειλῆς ταύτης εἰπεῖν· αὕτη δὲ ἦν, ὅτι Ὑμεῖς μὲν οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις, ὁ δὲ οἶκός μου ἠρήμωται.