Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ἄνναν

Ἰωάννης ὁ Χρυσόστομος

Η άφθαρτη δόξα της Άννας και η αναγκαιότητα της αδιάλειπτης λατρείας (Ομιλία Δ', Μέρος 2ο)

Ερμηνεύεται η ανύψωση του κέρατος της Άννας ως σύμβολο αιώνιας δόξας, υπογραμμίζεται η οικείωση του Θεού από τους δικαίους και δίδονται προτροπές για διαρκή εσωτερική προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 10

γʹ. Ἠδυνάμην μὲν οὖν καὶ πρὸς πλέον μῆκος ἐκτεῖναι τὸ προοίμιον τοῦ λόγου· ἀλλ᾽ ἐπειδὴ οἶδα σαφῶς, ὅτι καὶ πρὸ τῆς ἡμετέρας παραινέσεως τὰ προσήκοντα ὑμῖν αὐτοῖς ποιοῦντες, καὶ πλείονα τῶν εἰρημένων ἐρεῖτε, ὥστε μὴ δόξαι παρενοχλεῖν ἐν ταῖς κατ᾽ ἐκείνων ἐπιτιμήσεσι, τὰ λειπόμενα ἅπαντα ὑμῖν ἀφεὶς, τῆς εἰωθυίας ἅψομαι διδασκαλίας, ἐπὶ τὴν τῆς Ἄννης ἱστορίαν ἐπαναγαγὼν τὸν λόγον. Καὶ μὴ θαυμάσητε, εἰ μηδέπω τῆς ὑποθέσεως ταύτης ἀπηλλάγημεν.

Καὶ γὰρ οὐ δύναμαι τὴν γυναῖκα ταύτην ἀπὸ τῆς διανοίας ἐκβαλεῖν τῆς ἐμῆς· οὕτως αὐτῆς θαυμάζω τὴν εὐμορφίαν τῆς ψυχῆς, καὶ τὸ κάλλος τῆς διανοίας. Φιλῶ γὰρ ὀφθαλμοὺς δακρύοντας ἐν εὐχαῖς, διὰ παντὸς μελετῶντας. καὶ χείλη, καὶ στόμα οὐκ ἐπιτρίμμασί τισιν ἐρυθραινόμενον, ἀλλ᾽ εὐχαριστίᾳ τῇ πρὸς τὸν Θεὸν καλλωπιζόμενον, οἷον ἦν τὸ ταύτης· ἣν θαυμάζω μὲν ὅτι ἐφιλοσόφησε, θαυμάζω δὲ μειζόνως, ὅτι γυνὴ οὖσα ἐφιλοσόφησε, γυνὴ, ἧς πολλοὶ πολλάκις κατηγόρησαν. Ἀπὸ γὰρ γυναικὸς, φησὶν, ἀρχὴ ἁμαρτίας, καὶ δι᾽ αὐτὴν ἀποθνήσκομεν πάντες· καὶ πάλιν· Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός· καὶ ὁ Παῦλος· Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Διὰ τοῦτο μάλιστα αὐτὴν θαυμάζω, ὅτι τὰ ἐγκλήματα ταῦτα διεκρούσατο, ὅτι τὴν κατηγορίαν ἀπέθετο, ὅτι τοῦ διαβαλλομένου γένους οὖσα καὶ κατηγορουμένου, τὰ ὀνείδη πάντα ἀπετρίψατο, διὰ τῶν ἔργων παιδεύουσα, ὅτι κἀκεῖναι οὐ παρὰ τὴν φύσιν τοιαῦται γεγόνασιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν καὶ τὴν οἰκείαν ὀλιγωρίαν, καὶ ὅτι ἐν τῷ γένει τούτῳ δυνατὸν ἄκρας ἀρετῆς ἐπιλαβέσθαι. Φιλόνεικον γάρ ἐστι τὸ ζῶον τοῦτο καὶ εὔτονον, κἂν εἰς πονηρίαν ἀποκλίνῃ, μεγάλα ἐργάζεται κακά· κἂν ἀρετῆς ἐπιλάβηται, τὴν ψυχὴν προήσεται πρότερον, ἢ τῆς προθέσεως ἀποστήσεται.

Οὕτω γοῦν καὶ αὕτη τὴν φύσιν ἐνίκησε, καὶ τὴν ἀνάγκην ἐβιάσατο, καὶ τῇ προσεδρίᾳ τῆς εὐχῆς ἀπὸ μήτρας πεπηρωμένης τέκνον βλαστῆσαι παρεσκεύασε, Διὰ τοῦτο πάλιν ἐπὶ τὴν εὐχὴν καταφεύγει, καὶ μετὰ τὸ λαβεῖν οὕτω λέγουσα· Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου. Ὅτι μὲν οὖν, τί ἐστιν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, πρώην εἶπον πρὸς τὴν ὑμετέραν ἀγάπην, δῆλον ὑμῖν· νυνὶ δὲ ἀναγκαῖον τὴν ἑξῆς ἑρμηνεῦσαι ῥῆσιν. Εἰποῦσα γάρ· Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ· ἐπήγαγεν· Ὑψώθη κέρας μου ἐν Θεῷ μου. Τί ἐστι, Κέρας μου; Καὶ γὰρ συνεχῶς ταύτῃ κέχρηται τῇ λέξει ἡ Γραφὴ, ὡς ὅταν λέγῃ· Ὑψώθη κέρας αὐτοῦ, καὶ, Ὑψώθη κέρας χριστοῦ αὐτοῦ. Τί ποτ᾽ οὖν λέγει κέρας;

Τὴν δύναμιν, τὴν δόξαν, τὴν περιφάνειαν, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων αὐτὸ τιθείς· καὶ γὰρ ἐκείνοις ἀντὶ δόξης καὶ ὅπλου τὸ κέρας μόνον ἐνέθηκεν ὁ Θεὸς, κἂν ἀποβάλωσι τοῦτο, τὸ πλέον ἀπέβαλον τῆς δυνάμεως· καὶ καθάπερ ἄοπλος στρατιώτης, οὕτω καὶ ταῦρος χωρὶς κεράτων ῥᾳδίως ἁλίσκεται. Οὐδὲν οὖν διὰ τούτου ἄλλο φησὶν ἡ γυνὴ, ἀλλ᾽ ἢ, ὅτι Ὑψώθη ἡ δόξα μου. Καὶ πῶς ὑψώθη; Ἐν Θεῷ μου, φησί. Διὰ τοῦτο καὶ ἀσφαλὲς τὸ ὕψος ἐστὶ, βεβαίαν καὶ ἀκίνητον ἔχον τὴν ῥίζαν. Ἡ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων δόξα, τῶν δοξαζόντων μιμεῖται τὴν εὐτέλειαν, ὅθεν καὶ μεταπίπτει ῥᾳδίως· ἡ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ ἀκίνητος μένει διὰ παντός. Καὶ ταῦτα ἀμφότερα δηλῶν ὁ προφήτης, κἀκείνης τὸ εὐμετάπτωτον, καὶ ταύτης τὸ μόνιμον, οὕτως ἔλεγε· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Περὶ δὲ τῆς τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ πῶς; Τὸ δὲ ῥῆμα τοῦ Θεοῦ εἰς τὸν αἰῶνα μένει. Καὶ δῆλον τοῦτο καὶ ἀπὸ ταύτης τῆς γυναικός.

Βασιλεῖς μὲν γὰρ καὶ στρατηγοὶ καὶ δυνάσται, πολλὰ πραγματευσάμενοι πολλάκις, ὥστε αὐτῶν ἄληστον γενέσθαι τὴν μνήμην, καὶ τάφους λαμπροὺς οἰκοδομησάμενοι, καὶ ἀνδριάντας ἀναστήσαντες, καὶ εἰκόνας πολλὰς πολλαχοῦ, καὶ κατορθωμάτων ὑπομνήματα μυρία καταλιπόντες, σεσίγηνται, καὶ οὐδὲ ἀπὸ ψιλῆς προσηγορίας εἰσί τινι γνώριμοι· αὕτη δὲ ἡ γυνὴ πανταχοῦ τῆς οἰκουμένης ᾄδεται νῦν· κἂν εἰς Σκυθίαν ἀπέλθῃς, κἂν εἰς Αἴγυπτον, κἂν εἰς Ἰνδοὺς, κἂν εἰς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, πάντων ἀκούσῃ τὰ κατορθώματα τῆς γυναικὸς ταύτης ᾀδόντων, καὶ πᾶσαν ἁπλῶς, ὅσην ἥλιος ἐφορᾷ γῆν, ἡ δόξα τῆς Ἄννης καταλαμβάνει. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ᾄδεται ἡ γυνὴ, ἀλλ᾽ ὅτι τοσούτου παρελθόντος χρόνου, οὐ μόνον οὐκ ἐσβέσθη τὰ τῆς εὐφημίας αὐτῆς, ἀλλὰ καὶ αὔξεται καὶ ἐπιτείνεται πολλῷ πλέον, καὶ τὴν φιλοσοφίαν αὐτῆς καὶ τὴν ὑπομονὴν καὶ τὴν καρτερίαν ἅπαντες ἴσασι, καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν στρατοπέδοις, καὶ ἐν πλοίοις, καὶ ἐν ἐργαστηρίοις, καὶ πανταχοῦ τῆς γυναικὸς ἐγκωμιαζομένης ἀκούσῃ ταύτης.

Ὅταν γὰρ ὁ Θεός τινα δοξάσαι βουληθῇ, κἂν θάνατος ἐπιγένηται, κἂν χρόνου πλῆθος, κἂν ἄλλο ὁτιοῦν, μένει τὰ τῆς δόξης ἐκείνης ἀνθοῦντα διηνεκῶς, καὶ οὐδεὶς ἐπισκοτῆσαι τῇ περιφανείᾳ ταύτῃ δυνήσεται. Διὰ τοῦτο καὶ αὐτὴ παιδεύουσα τοὺς ἀκούοντας ἅπαντας, ὅτι οὐ χρὴ καταφεύγειν τοῖς ἐπικήροις, ἀλλ᾽ ὅθεν βέβαια καὶ ἀκίνητα ἡμῖν μένει τὰ ἀγαθὰ, εἶπε τὸν τῆς δόξης αἴτιον. Εἰποῦσα γὰρ, ὅτι Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ἐπήγαγεν, Ὑψώθη κέρας μου ἐν Θεῷ μου, διπλᾶ ἐνταῦθα ἡμῖν αἰνιττομένη τὰ ἀγαθὰ, ἅπερ δύσκολον συμβαίνειν ταχέως. Καὶ γὰρ τοῦ σάλου, φησὶν, ἀπηλλάγην, καὶ τὴν ἀτιμίαν ἀπεθέμην, καὶ ἀσφαλείας ἀπέλαυσα, καὶ δόξης μετέσχον.

Ταῦτα δὲ ἀμφότερα οὐκ ἄν τις ἴδοι ῥᾳδίως ἀλλήλοις συντρέχοντα. Πολλοὶ γὰρ κινδύνων μὲν ἀπαλλάττονται, ἐπίδοξον δὲ οὐκ ἔχουσι βίον· ἕτεροι πάλιν δόξης μὲν ἀπολαύουσι καὶ περιφανείας, κινδυνεύειν δὲ ἀναγκάζονται διὰ τὴν δόξαν ταύτην. Οἷόν τι λέγω· πολλοὶ πολλάκις τὸ δεσμωτήριον οἰκήσαντες, μοιχοὶ καὶ γόητες καὶ τυμβωρύχοι, καὶ οἱ ἕτερά τινα τοιαῦτα ἡμαρτηκότες, εἶτα ἀπό τινος φιλανθρωπίας βασιλικῆς ἀφέθησαν τοῦ οἰκήματος· οὗτοι τῆς κολάσεως μὲν ἀπηλλάγησαν, τὰ δὲ ὀνείδη οὐκ ἀπετρίψαντο, ἀλλ᾽ ἔχουσι τὴν αἰσχύνην ἑπομένην αὐτοῖς. Ἄλλοι στρατιῶται γενναῖοι τὸν ἐπίδοξον καὶ περιφανῆ βίον διώκοντες, ῥιψοκινδύνως ἑαυτοὺς τοῖς πολεμίοις ἐνδόντες, πολλὰ πολλάκις ἔλαβον τραύματα, καὶ ἔσχατον ἄωρον ὑπέστησαν θάνατον· οὗτοι δόξης ἐπιθυμήσαντες, ἀσφαλείας ἐξέπεσον.

δʹ. Ἐπὶ δὲ τῆς γυναικὸς ἀμφότερα ταῦτα συνέβη, καὶ ἀσφαλείας ἀπέλαυσε καὶ δόξης ἐπέτυχεν. Οὕτω καὶ ἐπὶ τῶν τριῶν παίδων ἐγένετο· καὶ γὰρ κινδύνων ἀπηλλάγησαν διαφυγόντες τὸ πῦρ, καὶ περιφανεῖς ἐγένοντο, ὑπὲρ φύσιν τοῦ στοιχείου νικήσαντες τὴν δύναμιν. Τοιαῦτα τοῦ Θεοῦ τὰ κατορθώματα· ὁμοῦ γὰρ λαμπρὸν καὶ ἀσφαλῆ χαρίζεται βίον. Ἅπερ οὖν ἀμφότερα καὶ αὕτη αἰνιττομένη ἔλεγεν. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου. Οὐχ ἁπλῶς εἶπεν, Ἐν Θεῷ, ἀλλ᾽, Ἐν Θεῷ μου, τὸν κοινὸν τῆς οἰκουμένης Δεσπότην ἁρπάζουσα πρὸς ἑαυτήν. Τοῦτο δὲ ἐποίησεν, οὐκ ἐλαττοῦσα αὐτοῦ τὴν δεσποτείαν, ἀλλὰ τὸν οἰκεῖον ἔρωτα ἐνδεικνυμένη τε καὶ παραμυθουμένη. Τοιοῦτον γὰρ τῶν φιλούντων τὸ ἔθος· οὐκ ἀνέχονται μετὰ πολλῶν φιλεῖν, ἀλλ᾽ ἐξαιρέτως καὶ ἰδιαζόντως βούλονται αὐτῶν ἐνδείκνυσθαι τὸ φίλτρον. Οὕτω καὶ ὁ Δαυῒδ ποιεῖ λέγων· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Εἰπὼν γὰρ τὴν κοινὴν αὐτοῦ δεσποτείαν, εἶπε καὶ τὴν ἰδιάζουσαν τὴν ἐπὶ τῶν ἁγίων. Καὶ πάλιν, Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; Καὶ πάλιν· Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ· ψυχῆς γὰρ ζεούσης καὶ θερμῆς καὶ διακαιομένης ὑπὸ τοῦ πόθου ταῦτα τὰ ῥήματα. Οὕτω καὶ ἡ γυνὴ αὕτη ἐποίησεν. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν, θαυμαστὸν οὐδέν· ὅταν δὲ ἴδῃς τὸν Θεὸν τοῦτο ποιοῦντα, τότε ἐκπλάγηθι.

Καθάπερ γὰρ οὗτοι οὐ κοινῇ μετὰ τῶν πολλῶν αὐτὸν καλοῦσιν, ἀλλὰ καὶ ἰδιαζόντως ἑαυτῶν αὐτὸν βούλονται εἶναι Θεόν· οὕτω καὶ αὐτὸς, οὐ κοινῇ μετὰ τῶν ἄλλων φησὶν αὐτῶν εἶναι Θεὸν μόνον, ἀλλὰ καὶ ἰδιαζόντως αὐτῶν. Διὰ τοῦτο λέγει, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὐ συστέλλων αὐτοῦ τὴν δεσποτείαν, ἀλλ᾽ ἐκτείνων μᾶλλον· οὐ γὰρ οὕτω τὸ πλῆθος τῶν ἀρχομένων, ὡς ἡ ἀρετὴ τῶν βασιλευομένων δείκνυσιν αὐτοῦ τὴν ἀρχήν· οὐδὲ οὕτω χαίρει καλούμενος Θεὸς οὐρανοῦ καὶ γῆς, καὶ θαλάττης, καὶ τῶν ἐν τούτοις, ὡς χαίρει καλούμενος Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὅπερ ἐπ᾽ ἀνθρώπων οὐ γίνεται, τοῦτο ἐπὶ τοῦ Θεοῦ συμβαῖνον ἔστιν ἰδεῖν. Οἷόν τι λέγω· ἐπὶ τῶν ἀνθρώπων ἀπὸ τῶν δεσποτῶν οἱ δοῦλοι καλοῦνται, καὶ οὕτως ἔθος ἅπασι λέγειν, Ὁ δεῖνα ἐπίτροπος τοῦ δεῖνος, ὁ δεῖνα οἰκονόμος τοῦ δεῖνος, στρατηγοῦ καὶ ὑπάρχου· οὐδεὶς δέ φησιν, Ὁ δεῖνα ὁ ὕπαρχος τοῦδε τοῦ ἐπιτρόπου, ἀλλὰ τοὺς ἐλάττονας ἀπὸ τῶν μειζόνων ἀεὶ καλεῖν εἰώθαμεν. Ἐπὶ δὲ τοῦ Θεοῦ τοὐναντίον γέγονεν· οὐ γὰρ μόνον Ἀβραὰμ τοῦ Θεοῦ λέγεται, ἀλλὰ καὶ ὁ Θεὸς τοῦ Ἀβραὰμ, καὶ ὁ Δεσπότης ἀπὸ τοῦ δούλου καλεῖται. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος ἐκπληττόμενος ἔλεγε· Δι᾽ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Οὐκ ἐπαισχύνεται, φησὶν, ὁ Δεσπότης ἀπὸ τῶν δούλων καλεῖσθαι. Διὰ τί οὐκ ἐπαισχύνεται; εἰπὲ τὴν αἰτίαν.

Ἵνα μιμησώμεθα καὶ ἡμεῖς. Ἀλλ᾽ ἐκεῖνοι ξένοι καὶ παρεπίδημοι ἦσαν, φησίν. Καὶ μὴν καὶ διὰ τοῦτο ἐπαισχύνεσθαι δεῖ· ὁ γὰρ ξένος εὐτελὴς καὶ εὐκαταφρόνητος εἶναι δοκεῖ. Ἀλλ᾽ ἐκεῖνοι οἱ ἅγιοι οὐ τοῦτον ᾖσαν ξένοι τὸν τρόπον, ὃν ἡμεῖς νομίζομεν, ἀλλ᾽ ἕτερόν τινα καὶ παράδοξον. Ἡμεῖς μὲν γὰρ ξένους ἐκείνους καλοῦμεν τοὺς τὴν αὐτῶν πατρίδα ἀφέντας, καὶ εἰς ἑτέραν γῆν ἐλθόντας· ἐκεῖνοι δὲ οὐχ οὕτως ἦσαν ξένοι, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὑπεριδόντες, καὶ μικρὰν εἶναι νομίσαντες τὴν γῆν, πρὸς τὴν ἐν τοῖς οὐρανοῖς πόλιν ἔβλεπον, οὐ δι᾽ ἀλαζονείαν, ἀλλὰ διὰ μεγαλοψυχίαν, οὐ δι᾽ ἀπόνοιαν, ἀλλὰ διὰ φιλοσοφίαν.

Ἐπειδὴ γὰρ ἐσκέψαντο τὰ ἐπὶ γῆς ἅπαντα, καὶ εἶδον ὅτι ῥεῖ καὶ ἀπόλλυται, καὶ οὐδὲν ἐνταῦθα βέβαιον καὶ ἀκίνητον, οὐ πλοῦτος, οὐ δυναστεία, οὐ δόξα, οὐκ αὐτὴ ἡ ζωὴ, ἀλλ᾽ ἕκαστον ἔχει τέλος, καὶ πρὸς τὸ οἰκεῖον ἐπείγεται πέρας, τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐ τοιαῦτα, ἀλλὰ ἀτελεύτητα καὶ ἀθάνατα, εἵλοντο ξένοι τῶν ῥεόντων καὶ παρατρεχόντων γενέσθαι, ἵν᾽ ἐκείνων τῶν μενόντων ἐπιλάβωνται. Ξένοι τοίνυν ἦσαν, οὐ τῷ μὴ ἔχειν πατρίδα, ἀλλὰ τῷ πατρίδος ἐφίεσθαι τῆς ἀεὶ μενούσης. Ὅπερ οὖν καὶ αὐτὸς παραδηλῶν ἔλεγεν· Οἱ δὲ ταῦτα λέγοντες, ἐμφαίνουσιν ὅτι πατρίδα ζητοῦσι. Ποίαν, εἰπὲ, πατρίδα; ἆρα τὴν προτέραν, ἣν ἀπέλιπον; Οὐχὶ, φησί· Εἰ γὰρ ἐκείνης ἐμέμνηντο, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Διὰ τοῦτο οὐκ ἐπαισχύνεται ὁ Θεὸς καλεῖσθαι αὐτῶν Θεός.

εʹ. Μιμησώμεθα δὴ καὶ ἡμεῖς τούτους, παρακαλῶ· ὑπερίδωμεν τῶν παρόντων, ἐπιθυμήσωμεν τῶν μελλόντων, λάβωμεν τὴν γυναῖκα ταύτην διδάσκαλον, καὶ πρὸς τὸν Θεὸν ἀεὶ καταφεύγωμεν, καὶ παρ᾽ ἐκείνου πάντα αἰτῶμεν. Οὐδὲν γὰρ εὐχῆς ἴσον· καὶ γὰρ τὰ ἀδύνατα αὕτη ποιεῖ δυνατὰ, καὶ τὰ δύσκολα ῥᾴδια, καὶ τὰ δυσχερῆ εὐθέα καθίστησι. Ταύτην καὶ ὁ μακάριος Δαυῒδ κατώρθου· διὸ καὶ ἔλεγεν· Ἑπτάκις τῆς ἡμέρας ᾔνησά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Εἰ δὲ βασιλεὺς ἀνὴρ μυρίαις βαπτιζόμενος φροντίσι, καὶ πανταχόθεν περιελκόμενος, τοσαυτάκις τῆς ἡμέρας παρεκάλει τὸν Θεὸν, τινὰ ἂν ἔχοιμεν ἀπολογίαν ἢ συγγνώμην ἡμεῖς, τοσαύτην σχολὴν ἄγοντες, καὶ μὴ συνεχῶς αὐτὸν ἱκετεύοντες, καὶ ταῦτα τοσοῦτον μέλλοντες καρποῦσθαι κέρδος; Ἀμήχανον γὰρ, ἀμήχανον, ἄνθρωπον μετὰ τῆς προσηκούσης προθυμίας εὐχόμενον, καὶ παρακαλοῦντα τὸν Θεὸν συνεχῶς, ἁμαρτεῖν ποτε. Καὶ πῶς, ἐγὼ λέγω.

Ὁ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἀναστήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν Δεσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν ἁμαρτημάτων ἀναμνησθεὶς, καὶ περὶ τῆς συγχωρήσεως τούτων αὐτῷ διαλεχθεὶς, καὶ παρακαλέσας ἵλεων γενέσθαι καὶ ἥμερον, ἀπὸ τῆς ἐν τοῖς λόγοις τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα, καὶ πτεροῦται, καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος γίνεται· κἂν ἐχθρὸν ἴδῃ μετὰ τὴν εὐχὴν, οὐκ ἔτι ὡς ἐχθρὸν ὄψεται· κἂν γυναῖκα εὔμορφον, οὐ κατακλασθήσεται πρὸς τὴν ὄψιν, τοῦ πυρὸς τοῦ κατὰ τὴν εὐχὴν ἔνδον μένοντος, καὶ πάντα ἄτοπον λογισμὸν διωθουμένου.

Ἀλλ᾽ ἐπεὶ ἀνθρώπους ὄντας εἰκὸς καὶ εἰς ῥᾳθυμίαν ἐμπεσεῖν, ἐπειδὰν παρέλθῃ μία καὶ δευτέρα ὥρα καὶ τρίτη μετὰ τὴν εὐχὴν, καὶ ἴδῃς τὴν γενομένην σοι θερμότητα κατὰ μικρὸν ὑποῤῥεῖν μέλλουσαν, δράμε ταχέως πάλιν ἐπὶ τὴν εὐχὴν, καὶ καταψυγεῖσάν σου τὴν διάνοιαν θέρμανον. Κἂν τοῦτο ποιῇς διὰ πάσης τῆς ἡμέρας, τὰ μεταξὺ διαλείμματα τῇ πυκνότητι τῶν εὐχῶν διαθερμαίνων, οὐ δώσεις τῷ διαβόλῳ ἀφορμὴν καὶ εἴσοδον κατὰ τῶν σῶν λογισμῶν. Καὶ ὅπερ ἀριστοποιούμενοι καὶ πίνειν μέλλοντες ποιοῦμεν, ἐπειδὰν ἴδωμεν τὸ θερμανθὲν ὕδωρ καταψυγὲν, ἐπὶ τῆς ἐσχάρας αὐτὸ τίθεμεν πάλιν, ὥστε διαθερμανθῆναι ταχέως· τοῦτο καὶ ἐνταῦθα ποιῶμεν, καὶ καθάπερ ἐπ᾽ ἀνθράκων, τῆς εὐχῆς, τιθέντες ἡμῶν τὸ στόμα, οὕτω πάλιν ἀνάπτωμεν ἡμῶν τὴν διάνοιαν εἰς εὐλάβειαν, καὶ μιμώμεθα τοὺς οἰκοδόμους. Καὶ γὰρ ἐκεῖνοι πλίνθους μέλλοντες οἰκοδομεῖν, διὰ τὸ τῆς ὕλης σαθρὸν ξύλοις μακροῖς ἀποσφίγγουσι τὴν οἰκοδομὴν, καὶ οὐδὲ διὰ πολλοῦ τοῦτο ποιοῦσι τοῦ διαστήματος, ἀλλὰ δι᾽ ὀλίγου, ἵνα τῇ πυκνότητι τῶν ξύλων τούτων ἀσφαλεστέραν τὴν συνθήκην τῶν πλίνθων ἐργάσωνται. Τοῦτο καὶ σὺ ποίησον, καὶ τὰς βιωτικὰς πράξεις ἁπάσας, καθάπερ ἱμαντώσεσί τισι ξύλων, τῇ συνεχείᾳ τῶν εὐχῶν διαλαμβάνων, πάντοθέν σου περίφραξον τὴν ζωήν.

Ἂν τοίνυν οὕτω ποιῇς, κἂν μυρίοι πνεύσωσιν ἄνεμοι λοιπὸν, κἂν πειρασμοὶ κἂν ἀθυμίαι, κἂν λογισμοί τινες ἀηδεῖς, κἂν ὁτιοῦν ἐπέλθῃ δεινὸν, οὐ δυνήσεται καταβαλεῖν τὴν οἰκίαν ἐκείνην πυκναῖς οὕτως εὐχαῖς συνδεδεμένην. Καὶ πῶς δυνατὸν, φησὶν, ἄνθρωπον βιωτικὸν, δικαστηρίῳ προσηλωμένον, κατὰ τρεῖς ὥρας εὔχεσθαι τῆς ἡμέρας, καὶ εἰς ἐκκλησίαν ἐκτρέχειν; Δυνατὸν, καὶ σφόδρα εὔκολον· κἂν γὰρ εἰς ἐκκλησίαν δραμεῖν μὴ ῥᾴδιον, ἑστῶτα ἐκεῖ πρὸ τῶν θυρῶν, καὶ τῷ δικαστηρίῳ προσηλωμένον εὔξασθαι δυνατόν· οὐδὲ γὰρ οὕτω φωνῆς χρεία, ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν, ὡς συντεταμένης ψυχῆς, οὐδὲ σχήματος, ἀλλὰ φρονήματος· ἐπεὶ καὶ ἡ Ἄννα αὕτης, οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν, διὰ τοῦτο ἠκούετο, ἀλλ᾽ ἐπειδὴ μεγάλα ἔνδον κατὰ τὴν καρδίαν ἐβόα. Ἡ φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησὶ, καὶ εἰσήκουεν αὐτῆς ὁ Θεός. Τοῦτο καὶ ἄλλοι πολλοὶ πολλάκις ἐποίησαν, καὶ βοῶντος τοῦ ἄρχοντος ἔνδοθεν, ἀπειλοῦντος, διατεινομένου, μαινομένου, πρὸ τῶν θυρῶν ἑστῶτες σφραγισάμενοι, καὶ ὀλίγα ῥήματα κατὰ διάνοιαν εὐξάμενοι, εἰσελθόντες μετέβαλον αὐτὸν καὶ ἐπράϋναν, καὶ ἥμερον ἐξ ἀγρίου κατέστησαν· καὶ οὐδὲν οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς σιγῆς πρὸς τὴν εὐχὴν ταύτην ἐνεποδίσθησαν.

ϛʹ. Τοῦτο δὴ καὶ σὺ ποίησον· στέναξον πικρῶς, ἀναμνήσθητι τῶν ἁμαρτημάτων τῶν σῶν, ἀνάβλεψον εἰς τὸν οὐρανὸν, εἰπὲ κατὰ διάνοιαν· Ἐλέησόν με, ὁ Θεὸς, καὶ ἀπήρτισταί σου ἡ εὐχή. Ὁ γὰρ εἰπὼν, Ἐλέησον, ἐξομολόγησιν ἐπεδείξατο, καὶ τῶν οἰκείων ἁμαρτημάτων ἐπέγνω· τῶν γὰρ ἡμαρτηκότων ἐστὶ τὸ ἐλεεῖσθαι. Ὁ εἰπὼν, Ἐλέησόν με, συγχώρησιν ἔλαβε τῶν πεπλημμελημένων· ὁ γὰρ ἐλεηθεὶς οὐ κολάζεται.

Ὁ εἰπὼν, Ἐλέησόν με, βασιλείας ἔτυχεν οὐρανῶν· ὃν γὰρ ὁ Θεὸς ἐλεήσει, οὐ κολάσεως ἀπαλλάττει μόνον, ἀλλὰ καὶ τῶν μελλόντων ἀγαθῶν ἀξιοῖ. Μὴ τοίνυν προφασιζώμεθα λέγοντες, ὡς οὐκ ἔστι πλησίον εὐκτήριος οἶκος· ἡμᾶς γὰρ αὐτοὺς, ἐὰν νήφωμεν, ναοὺς ἐποίησε τοῦ Θεοῦ τοῦ Πνεύματος ἡ χάρις, ὥστε πολλὴ πάντοθεν ἡμῖν ἡ εὐκολία. Καὶ γὰρ οὐ τοιαύτη ἡμῶν ἡ λατρεία, οἵα παρὰ Ἰουδαίοις τὸ πρότερον ἦν, πολὺ τὸ αἰσθητὸν ἔχουσα, καὶ πολλῆς δεομένη πραγματείας. Ἐκεῖ μὲν γὰρ τὸν εὐχόμενον καὶ εἰς τὸ ἱερὸν ἀναβῆναι ἔδει, καὶ τρυγόνα πρίασθαι, καὶ ξύλα καὶ πῦρ μεταχειρίσαι, καὶ μάχαιραν λαβεῖν, καὶ τῷ βωμῷ παραστῆναι, καὶ πολλὰ ἕτερα διανύσαι ἐπιτάγματα· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ᾽ ὅπουπερ ἂν ᾖς, τὸ θυσιαστήριον ἔχεις μετὰ σαυτοῦ, καὶ τὴν μάχαιραν, καὶ τὸ ἱερεῖον, αὐτὸς ὢν σὺ καὶ ἱερεὺς, καὶ θυσιαστήριον, καὶ ἱερεῖον. Ὅπου γὰρ ἂν ᾖς, δύνασαι στῆσαι τὸν βωμὸν, προαίρεσιν νήφουσαν ἐπιδειξάμενος μόνον, καὶ οὐδὲν κωλύει τόπος, οὐδὲ ἐμποδίζει καιρὸς, ἀλλὰ κἂν γόνατα μὴ κλίνῃς, κἂν μὴ στῆθος τύψῃ, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνῃς, διάνοιαν δὲ μόνον ἐπιδείξῃς θερμὴν, τὸ πᾶν ἀπήρτισας τῆς εὐχῆς.

Ἔξεστι καὶ γυναῖκα ἠλακάτην κατέχουσαν, καὶ ἱστουργοῦσαν ἀναβλέψαι εἰς τὸν οὐρανὸν τῇ διανοίᾳ, καὶ καλέσαι μετὰ θερμότητος τὸν Θεόν· ἔξεστι καὶ ἄνθρωπον εἰς ἀγορὰν ἐμβάλλοντα, καὶ καθ᾽ ἑαυτὸν βαδίζοντα εὐχὰς ποιεῖσθαι ἐκτενεῖς· καὶ ἕτερον ἐπ᾽ ἐργαστηρίου καθήμενον καὶ δέρματα ῥάπτοντα, τὴν ψυχὴν ἀναθεῖναι πρὸς τὸν Δεσπότην· ἔξεστιν οἰκέτῃ, καὶ ὠνουμένῳ, καὶ ἀναβαίνοντι καὶ καταβαίνοντι, καὶ μαγειρείῳ παρεστῶτι, ὅταν μὴ δυνατὸν εἰς ἐκκλησίαν ἐλθεῖν, εὐχὴν ποιεῖσθαι ἐκτενῆ καὶ διεγηγερμένην.

Οὐκ ἐπαισχύνεται τόπον ὁ Θεός· ἓν ζητεῖ μόνον, διάνοιαν θερμὴν, καὶ ψυχὴν σωφρονοῦσαν. Καὶ ἵνα μάθῃς, ὅτι οὐ σχήματος χρεία καὶ τόπων πάντως καὶ καιρῶν, ἀλλὰ φρονήματος γενναίου καὶ διεγηγερμένου, ὁ Παῦλος ὕπτιος ἐπὶ τοῦ δεσμωτηρίου κείμενος, καὶ οὐκ ὀρθὸς ἑστὼς (οὐ γὰρ ἠφίει τὸ ξύλον, ᾧ τοὺς πόδας ἐδέδετο), ἐπειδὴ μετὰ προθυμίας ηὔξατο κείμενος, τὸ δεσμωτήριον ἔσεισε, καὶ τὰ θεμέλια διεσάλευσε, καὶ τὸν δεσμοφύλακα ἔδησε, καὶ πρὸς τὴν ἱερὰν μετὰ ταῦτα μυσταγωγίαν ἐχειραγώγησε.

Πάλιν ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνας, ἀλλ᾽ ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρονούσης, καὶ ἀπόφασιν ἐξενεχθεῖσαν ἀνεκαλέσατο, καὶ πολλὴν ἐπεσπάσατο τὴν εὔνοιαν, καὶ πρὸς τὴν προτέραν ἐπανῆλθε ὑγείαν. Οὐκ ἐπ᾽ ἀνδρῶν δὲ ἁγίων καὶ μεγάλων μόνον, ἀλλὰ καὶ ἐπὶ πονηρῶν τοῦτο ἴδοι τις ἂν συμβαῖνον. Καὶ γὰρ ὁ λῃστὴς, οὐκ ἐν οἴκῳ στὰς εὐκτηρίῳ, οὐδὲ γόνατα κλίνας, ἀλλ᾽ ἐπὶ τοῦ σταυροῦ τεταμένος, ἀπὸ ῥημάτων ὀλίγων τῆς βασιλείας τῶν οὐρανῶν ἐπέτυχεν· ἄλλος ἐν βορβόρῳ καὶ λάκκῳ, ἄλλος ἐν λάκκῳ καὶ θηρίοις, ἕτερος ἐν αὐτῇ τοῦ κήτους τῇ νηδύϊ, τὸν Θεὸν παρακαλέσαντες, τὰ ἐπικείμενα ἅπαντα διέλυσαν, καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπεσπάσαντο.

Καὶ ταῦτα μὲν λέγων, παραινῶ συνεχῶς ταῖς ἐκκλησίαις ἐπιχωριάζειν, καὶ ἐν οἰκίᾳ μετὰ πολλῆς ἡσυχίας εὔχεσθαι, καὶ κατὰ σχολὴν γόνατα κλίνοντας, καὶ τὰς χεῖρας ἀνατείνοντας· εἰ δὲ ἢ διὰ καιρὸν, ἢ διὰ τόπον ἀποληφθείημεν μεταξὺ πολλῶν ἑτέρων, μὴ διὰ τοῦτο τὰς συνήθεις ἀπολιμπάνειν εὐχὰς, ἀλλὰ τοῦτον τὸν τρόπον, ὅνπερ εἶπον πρὸς τὴν ὑμετέραν ἀγάπην, εὔχεσθε καὶ παρακαλεῖτε τὸν Θεὸν, ὡς οὐδὲν ἔλαττον παρὰ ταύτην ἕξοντες τὴν εὐχήν.

Ταῦτα εἶπον, οὐχ ἵνα κροτήσητε καὶ θαυμάσητε, ἀλλ᾽ ἵνα διὰ τῶν ἔργων αὐτὰ ἐπιδείξησθε, καὶ τὸν καιρὸν τὸν τῆς νυκτὸς καὶ τὸν τῆς ἡμέρας, καὶ τὸν τῆς ἐργασίας καιρὸν ἐν εὐχαῖς καὶ δεήσεσι διαλαμβάνοντες.

Ἂν οὕτω τὰ καθ᾽ ἑαυτοὺς οἰκονομῶμεν, καὶ τὸν παρόντα μετὰ ἀσφαλείας διανύσομεν βίον, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.