Ἂν τοίνυν οὕτω ποιῇς, κἂν μυρίοι πνεύσωσιν ἄνεμοι λοιπὸν, κἂν πειρασμοὶ κἂν ἀθυμίαι, κἂν λογισμοί τινες ἀηδεῖς, κἂν ὁτιοῦν ἐπέλθῃ δεινὸν, οὐ δυνήσεται καταβαλεῖν τὴν οἰκίαν ἐκείνην πυκναῖς οὕτως εὐχαῖς συνδεδεμένην. Καὶ πῶς δυνατὸν, φησὶν, ἄνθρωπον βιωτικὸν, δικαστηρίῳ προσηλωμένον, κατὰ τρεῖς ὥρας εὔχεσθαι τῆς ἡμέρας, καὶ εἰς ἐκκλησίαν ἐκτρέχειν; Δυνατὸν, καὶ σφόδρα εὔκολον· κἂν γὰρ εἰς ἐκκλησίαν δραμεῖν μὴ ῥᾴδιον, ἑστῶτα ἐκεῖ πρὸ τῶν θυρῶν, καὶ τῷ δικαστηρίῳ προσηλωμένον εὔξασθαι δυνατόν· οὐδὲ γὰρ οὕτω φωνῆς χρεία, ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν, ὡς συντεταμένης ψυχῆς, οὐδὲ σχήματος, ἀλλὰ φρονήματος· ἐπεὶ καὶ ἡ Ἄννα αὕτης, οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν, διὰ τοῦτο ἠκούετο, ἀλλ᾽ ἐπειδὴ μεγάλα ἔνδον κατὰ τὴν καρδίαν ἐβόα. Ἡ φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησὶ, καὶ εἰσήκουεν αὐτῆς ὁ Θεός. Τοῦτο καὶ ἄλλοι πολλοὶ πολλάκις ἐποίησαν, καὶ βοῶντος τοῦ ἄρχοντος ἔνδοθεν, ἀπειλοῦντος, διατεινομένου, μαινομένου, πρὸ τῶν θυρῶν ἑστῶτες σφραγισάμενοι, καὶ ὀλίγα ῥήματα κατὰ διάνοιαν εὐξάμενοι, εἰσελθόντες μετέβαλον αὐτὸν καὶ ἐπράϋναν, καὶ ἥμερον ἐξ ἀγρίου κατέστησαν· καὶ οὐδὲν οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς σιγῆς πρὸς τὴν εὐχὴν ταύτην ἐνεποδίσθησαν.