Ὅπου διδασκαλία καὶ εὐχαὶ, ὅπου πατέρων εὐλογίαι καὶ θείων νόμων ἀκρόασις, ὅπου σύνοδος ἀδελφῶν καὶ γνησίας ἀγάπης σύνδεσμος, ὅπου πρὸς Θεὸν ὁμιλία, καὶ Θεοῦ πρὸς ἀνθρώπους διάλεξις, πῶς οὐκ ἂν εἴη ἑορτὴ καὶ πανήγυρις; Τὰς γὰρ ἑορτὰς οὐ τὸ πλῆθος, ἀλλ᾽ ἡ ἀρετὴ τῶν συλλεγομένων ποιεῖν εἴωθεν· οὐχ ἡ πολυτέλεια τῶν ἱματίων, ἀλλ᾽ ὁ τῆς εὐλαβείας καλλωπισμός· οὐχ ἡ δαψίλεια τῆς τραπέζης, ἀλλ᾽ ἡ τῆς ψυχῆς πρόνοια. Ἑορτὴ γὰρ μεγίστη, συνειδὸς ἀγαθόν. Καὶ καθάπερ ἐπὶ τῶν ἔξωθεν πανηγύρεων, ὁ μὲν μήτε ἱμάτιον ἔχων περιβαλέσθαι λαμπρὸν, μήτε δαψιλεστέρας ἀπολαῦσαι τραπέζης, ἀλλ᾽ ἐν πενίᾳ καὶ λιμῷ ζῶν καὶ τοῖς ἐσχάτοις κακοῖς, οὐκ αἰσθάνεται τοῦ καιροῦ τῆς ἑορτῆς, κἂν πᾶσαν τὴν πόλιν ἴδῃ χορεύουσαν, ἀλλὰ τοσούτῳ μᾶλλον ὀδυνᾶται καὶ δάκνεται, ὅσῳ καὶ τοὺς μὲν ἄλλους ὁρᾷ ἐν ἀπολαύσει, ἑαυτὸν δὲ ἐν ἀπορίᾳ· ὁ δὲ πλουτῶν καὶ τρυφῶν, καὶ στολὰς καθ᾽ ἑκάστην ἀμείβειν ἔχων, καὶ πολλῆς ἀπολαύων εὐημερίας, κἂν μὴ παρῇ καιρὸς ἑορτῆς, ἑορτάζειν νομίζει· οὕτω δὴ καὶ ἐπὶ τῶν πνευματικῶν πραγμάτων, ὁ μὲν ἐν δικαιοσύνῃ ζῶν καὶ κατορθώμασι, κἂν μὴ παρούσης ἑορτῆς, ἑορτὴν ἄγει, τὴν καθαρὰν ἡδονὴν καρπούμενος τὴν ἀπὸ τοῦ συνειδότος· ὁ δὲ ἐν ἁμαρτίᾳ καὶ πονηρίᾳ καὶ τρεφόμενος, καὶ πολλὰ κακὰ συνειδὼς ἑαυτῷ, καὶ παρούσης ἑορτῆς, ἀνέορτος μάλιστα πάντων ἐστίν.