Σὺ δὲ, εἰ μὲν νόσημα ἀνίατον ἔχουσα, καὶ τὴν πόλιν περιελθοῦσα ἅπασαν, καὶ χρήματα δαπανήσασα, καὶ ἰατροῖς χρησαμένη πολλοῖς, καὶ μηδεμίαν εὑροῦσα παραμυθίαν, ἐνέτυχες γυναικὶ τὸ αὐτὸ παθούσῃ πάθος καὶ ἀπαλλαγείσῃ, οὐκ ἂν ἀπέστης ἱκετεύουσα, παρακαλοῦσα, δεομένη, ὥστε πεῖσαι τὸν ἀπαλλάξαντα δεῖξαι· νυνὶ δὲ ὁρῶσα Ἄνναν ἑστῶσαν ἐν τῷ μέσῳ, καὶ τὸ πάθος αὐτῆς ἐξηγουμένην, καὶ τὸ φάρμακον λέγουσαν, καὶ τὸν ἰατρὸν δεικνύουσαν χωρὶς ἱκετηρίας, χωρὶς παρακλήσεως, οὐ προσελεύσῃ καὶ λήψῃ τὸ φάρμακον, οὐδὲ ἀκούσῃ τῆς ἱστορίας μετ᾽ ἀκριβείας ἁπάσης; Καὶ τίνος δυνήσῃ ποτὲ ἐπιτυχεῖν ἀγαθοῦ; Ἀλλ᾽ ἕτεροι μὲν καὶ πελάγη διέβαλον μακρὰ πολλάκις, καὶ πολλὴν ἀποδημίαν ἐστείλαντο, καὶ χρήματα ἐδαπάνησαν, καὶ πόνον ὑπέμειναν, ἵνα τὸν ἐπὶ τῆς ἀλλοτρίας μηνυθέντα ἰατρὸν ἴδωσι, καὶ ταῦτα οὐ σφόδρα θαῤῥοῦντες, ὅτι πάντως ἀπαλλαγήσονται τοῦ νοσήματος· σὺ δὲ, ὦ γύναι, οὐ διαπόντιον ἀποδημίαν στέλλεσθαι μέλλουσα, οὐδὲ εἰς τὴν ὑπερορίαν μετοικίζεσθαι, οὐδὲ πόνον τινὰ τοιοῦτον ὑπομένειν· καὶ τί λέγω τὴν ὑπερορίαν; οὐδὲ αὐτὸν μὲν οὖν τὸν οὐδὸν ἀναγκαζομένη τῆς οἰκίας ὑπερβῆναι, ἀλλὰ καὶ ἐν αὐτῷ δυναμένη τῷ θαλάμῳ συγγενέσθαι τῷ ἰατρῷ, καὶ χωρὶς μεσίτου τινὸς αὐτῷ διαλεχθῆναι περὶ πάντων ὧν ἂν ἐθέλῃς (Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν), ἀναβάλλῃ καὶ ὀκνεῖς; Καὶ ποίαν ἕξεις ἀπολογίαν;