Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Ἄνναν

Ἰωάννης ὁ Χρυσόστομος

Η αφιέρωση του Σαμουήλ στον ναό και η θεραπευτική δύναμη της προσευχής (Ομιλία Γ', Μέρος 1ο)

Ο Θεός παρουσιάζεται ως ιατρός των ψυχών. Αναλύεται η παιδαγωγική σκοπιμότητα της ατεκνίας και η ανατροφή του Σαμουήλ μέχρι την προσφορά του στον ναό ως πνευματική μεταφύτευση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 10

ΟΜΙΛΙΑ Γʹ. Εἰς τὴν Ἄνναν, καὶ εἰς τὴν τοῦ Σαμουὴλ γαλακτοτροφίαν· καὶ ὅτι χρήσιμος ἡ περὶ τὸν τόκον βραδύτης, καὶ ὅτι ἐπικίνδυνον καὶ σφαλερὸν τὸ τῶν παίδων ἀμελεῖν. αʹ. Εἰ μὴ δοκῶ προσκορής τισιν εἶναι καὶ φορτικὸς, βούλομαι τῆς αὐτῆς ὑποθέσεως ἅψασθαι πάλιν, ὑπὲρ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ πρὸς τὴν Ἄνναν ὑμᾶς χειραγωγῆσαι, καὶ εἰς τὸν λειμῶνα τῶν κατορθωμάτων τῆς γυναικὸς εἰσαγαγεῖν τὸν λόγον· λειμῶνα οὐχὶ ῥοδωνιὰν ἔχοντα, οὐδὲ ἄνθη μαραινόμενα, ἀλλ᾽ εὐχὴν καὶ πίστιν καὶ ἀνεξικακίαν πολλήν. Πολὺ γὰρ ταῦτα τῶν ἠρινῶν ἀνθέων εὐωδέστερα οὐχὶ πηγαῖς ὑδάτων, ἀλλ᾽ ὄμβροις δακρύων ἀρδόμενα. Οὐ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν παρασκευάζουσιν· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς ταύτης ἐγένετο. Ὁμοῦ γὰρ ἐφθέγξατο, καὶ πρὸς τὸν οὐρανὸν ἀνέδραμεν ἡ εὐχὴ, καὶ καρπὸν ἤνεγκεν ὥριμον αὐτῇ, τὸν ἅγιον Σαμουήλ. Μὴ δὴ δυσχεράνητε, εἰ τῆς αὐτῆς ὑποθέσεως ἀρχόμεθα πάλιν. Οὐ γὰρ τὰ αὐτὰ ἐροῦμεν, ἀλλ᾽ ἕτερά τινα νέα καὶ πρόσφατα. Καὶ γὰρ ἐπὶ τῆς αἰσθητῆς τραπέζης ἐξ ἑνὸς ὄψου πολλὰ ἄν τις ἐδέσματα κατασκευάσειε. Καὶ τοὺς χρυσοχόους δὲ ὁρῶμεν ἀπὸ μιᾶς μάζης χρυσίου καὶ ψέλλια, καὶ περιδέῤῥαια, καὶ ἕτερα πολλὰ ποιοῦντας χρυσία.

Εἰ γὰρ καὶ μονοειδὴς ἡ ὕλη, ἀλλὰ ποικίλον ἡ τέχνη, καὶ οὐ στενοχωρεῖται τῷ μονοτρόπῳ τῆς ὑποκειμένης οὐσίας εὐπόριστος οὖσα καὶ πολυμήχανος. Εἰ δὲ τὰ ἐνταῦθα τοιαῦτα, πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος χάρις.

Ὅτι γὰρ ποικίλη ταύτης ἡ τράπεζα, καὶ πολύτροπος, καὶ πολυειδὴς, ἄκουσον τοῦ Παύλου λέγοντος· ᾯ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ὁρᾷς πῶς ποικίλη; Οἱ ποταμοὶ πολλοὶ, ἀλλὰ μία, φησὶν, ἡ πηγή· διάφορα τὰ ἐδέσματα, ἀλλ᾽ εἷς ὁ ἑστιάτωρ. Ἐπεὶ οὖν τοσαύτη ἡ τοῦ Πνεύματος χάρις, μὴ ἀποκάμωμεν. Εἴδομεν δὲ αὐτὴν στεῖραν οὖσαν, εἴδομεν αὐτὴν μητέρα γενομένην, εἴδομεν δακρύουσαν, εἴδομεν χαίρουσαν· συνηλγήσαμεν τότε, συνησθῶμεν σήμερον. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσε, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Τοῦτο δὲ οὐκ ἐπὶ τῶν συνακμασάντων ἡμῖν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πάλαι γεγενημένων ποιεῖν χρή. Καὶ μή μοι λεγέτω τις· Ναὶ τί μοι κέρδος ἀπὸ τῆς Ἄννης ἔσται, καὶ τῶν ταύτης διηγημάτων; Αἵ τε γὰρ στεῖραι δυνήσονται μαθεῖν, πῶς ἂν γένοιντο μητέρες· καὶ αἱ μητέρες εἴσονται πάλιν, ποῖος παιδοτροφίας ἄριστος ἂν γένοιτο τρόπος.

Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἄνδρες μέγιστα ἀπὸ τῆς ἱστορίας ταύτης καρπώσονται, παιδευθέντες ἡμέρως πρὸς τὰς αὐτῶν διακεῖσθαι γυναῖκας, κἂν ἀπαιδίαν νοσῶσι, καθάπερ ὁ Ἐλκανὰ πρὸς τὴν Ἄνναν διέκειτο. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον τούτου μεῖζον κερδανοῦσι, μαθόντες ὅτι δεῖ τοὺς γονεῖς ἅπαντας τῷ Θεῷ τὰ τεχθέντα τρέφειν παιδία. Μὴ τοίνυν, ἐπειδὴ χρήματα καὶ ἀργύριον οὐκ ἔστι λαβεῖν ἀπὸ τοῦ διηγήματος, ἀνόνητον ἡμῖν εἶναι τὴν ἀκρόασιν νομίζωμεν, ἀλλὰ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο κερδαλέαν καὶ ὠφέλιμον, ἐπειδὴ οὐ χρυσίον καὶ ἀργύριον, ἀλλ᾽ ὃ πολλῷ μεῖζον τούτων ἐστὶ, ψυχῆς εὐλάβειαν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς ἡμῖν δείκνυσι θησαυροὺς, καὶ διδάσκει πῶς ἅπαντα διακρουσόμεθα κίνδυνον. Χρήματα μὲν γὰρ παρασχεῖν καὶ ἀνθρώποις ῥᾴδιον· διορθῶσαι δὲ φύσιν, καὶ ἀθυμίαν λῦσαι τοιαύτην, καὶ ὀδύνην ἀνελεῖν, καὶ ψυχὴν ἀναστῆσαι καταπίπτειν μέλλουσαν, ἀνθρώπῳ μὲν οὐδενὶ, τῷ δὲ τῆς φύσεως Δεσπότῃ μόνῳ δυνατόν.

Σὺ δὲ, εἰ μὲν νόσημα ἀνίατον ἔχουσα, καὶ τὴν πόλιν περιελθοῦσα ἅπασαν, καὶ χρήματα δαπανήσασα, καὶ ἰατροῖς χρησαμένη πολλοῖς, καὶ μηδεμίαν εὑροῦσα παραμυθίαν, ἐνέτυχες γυναικὶ τὸ αὐτὸ παθούσῃ πάθος καὶ ἀπαλλαγείσῃ, οὐκ ἂν ἀπέστης ἱκετεύουσα, παρακαλοῦσα, δεομένη, ὥστε πεῖσαι τὸν ἀπαλλάξαντα δεῖξαι· νυνὶ δὲ ὁρῶσα Ἄνναν ἑστῶσαν ἐν τῷ μέσῳ, καὶ τὸ πάθος αὐτῆς ἐξηγουμένην, καὶ τὸ φάρμακον λέγουσαν, καὶ τὸν ἰατρὸν δεικνύουσαν χωρὶς ἱκετηρίας, χωρὶς παρακλήσεως, οὐ προσελεύσῃ καὶ λήψῃ τὸ φάρμακον, οὐδὲ ἀκούσῃ τῆς ἱστορίας μετ᾽ ἀκριβείας ἁπάσης; Καὶ τίνος δυνήσῃ ποτὲ ἐπιτυχεῖν ἀγαθοῦ; Ἀλλ᾽ ἕτεροι μὲν καὶ πελάγη διέβαλον μακρὰ πολλάκις, καὶ πολλὴν ἀποδημίαν ἐστείλαντο, καὶ χρήματα ἐδαπάνησαν, καὶ πόνον ὑπέμειναν, ἵνα τὸν ἐπὶ τῆς ἀλλοτρίας μηνυθέντα ἰατρὸν ἴδωσι, καὶ ταῦτα οὐ σφόδρα θαῤῥοῦντες, ὅτι πάντως ἀπαλλαγήσονται τοῦ νοσήματος· σὺ δὲ, ὦ γύναι, οὐ διαπόντιον ἀποδημίαν στέλλεσθαι μέλλουσα, οὐδὲ εἰς τὴν ὑπερορίαν μετοικίζεσθαι, οὐδὲ πόνον τινὰ τοιοῦτον ὑπομένειν· καὶ τί λέγω τὴν ὑπερορίαν; οὐδὲ αὐτὸν μὲν οὖν τὸν οὐδὸν ἀναγκαζομένη τῆς οἰκίας ὑπερβῆναι, ἀλλὰ καὶ ἐν αὐτῷ δυναμένη τῷ θαλάμῳ συγγενέσθαι τῷ ἰατρῷ, καὶ χωρὶς μεσίτου τινὸς αὐτῷ διαλεχθῆναι περὶ πάντων ὧν ἂν ἐθέλῃς (Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν), ἀναβάλλῃ καὶ ὀκνεῖς; Καὶ ποίαν ἕξεις ἀπολογίαν;

τίνος ἀπολαύσῃ συγγνώμης, ὅταν καὶ εὔκολον καὶ πανταχόθεν ῥᾳδίαν τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὑρεῖν δυναμένη, ῥᾳθυμῇς, καὶ τὴν σαυτῆς σωτηρίαν προδιδῷς; Οὐ γὰρ δὴ μόνον στείρωσιν ὁ ἰατρὸς οὗτος, ἀλλὰ καὶ πᾶν ὁτιοῦν νόσημα καὶ ψυχῆς καὶ σώματος θεραπεῦσαι δύναται, θελήσας μόνον. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι χωρὶς πόνου, καὶ ἀποδημίας, καὶ δαπάνης, καὶ μεσιτῶν, ἀλλ᾽ ὅτι καὶ χωρὶς ἀλγηδόνος τὴν ἰατρείαν ποιεῖται. Οὐ γὰρ σιδήρῳ καὶ πυρὶ πρὸς τὸ πάθος ἵσταται, καθάπερ οἱ τῶν ἰατρῶν παῖδες ποιοῦσιν· ἀλλ᾽ ἀρκεῖ νεῦσαι μόνον, καὶ πᾶσα μὲν ἀθυμία, πᾶσα δὲ ὀδύνη, καὶ πάθος ἅπαν δραπετεύει καὶ φυγαδεύεται.

βʹ. Μὴ τοίνυν ἀμελῶμεν, μηδὲ ἀναβαλλώμεθα, κἂν πένητες ὦμεν καὶ εἰς ἐσχάτην καταπεπτωκότες ἔνδειαν. Οὐδὲ γὰρ χρήματά ἐστι καταβαλεῖν, ἵνα πενίαν προβαλλώμεθα. Οὐ γὰρ ἀργύριον οὗτος ὁ ἰατρὸς ἀπαιτεῖ τὸν μισθὸν, ἀλλὰ δάκρυα, καὶ εὐχὰς, καὶ πίστιν. Κἂν ταῦτα ἔχων πρὸς αὐτὸν ἔλθῃς, λήψῃ πάντως, ὅπερ ἂν αἰτήσῃς, καὶ ἀπελεύσῃ μετὰ πολλῆς τῆς εὐφροσύνης. Καὶ τοῦτο μὲν πολλαχόθεν ἔξεστι μαθεῖν, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τῆς γυναικὸς ταύτης· οὐ γὰρ χρυσίον καὶ ἀργύριον καταβαλοῦσα, ἀλλ᾽ εὐχὴν καὶ πίστιν καὶ δάκρυα, ὅπερ ᾔτησε λαβοῦσα, οὕτως ἀπῆλθε. Μὴ τοίνυν νομίζωμεν ἀκερδὲς ἡμῖν εἶναι τὸ διήγημα· Ταῦτα γὰρ ἐγράφη, φησὶ, πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ἀλλὰ προσέλθωμεν αὐτῇ, καὶ μάθωμεν, πῶς ἐλύθη τὸ νόσημα, καὶ τί μετὰ τὸ λυθῆναι πάλιν ἐποίησε, καὶ πῶς ἐχρήσατο τῷ δοθέντι δώρῳ παρὰ τοῦ Θεοῦ. Ἐκάθισε, φησὶ, καὶ ἐθήλασε τὸν Σαμουήλ.

Ὅρα πῶς ἑώρα τὸ παιδίον ἐκεῖνο λοιπὸν οὐχ ὡς παιδίον μόνον, ἀλλὰ καὶ ὡς ἀνάθημα· καὶ διπλοῦν αὐτῇ τὸ φίλτρον ἐγίνετο, τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ δὲ ἀπὸ τῆς χάριτος. Ἐμοὶ δὲ δοκεῖ καὶ αἰδεῖσθαι τὸ παιδίον τὸ ἑαυτῆς· καὶ εἰκότως. Εἰ γὰρ φιάλας καὶ ποτήρια χρυσᾶ μέλλοντές τινες ἀνατιθέναι τῷ Θεῷ, ἐπειδὰν κατασκευασθέντα λάβωσι, καὶ πρὸ τῆς ἡμέρας ἀποθῶνται οἴκοι, οὐχ ὡς κοινὰ λοιπὸν ὁρῶσι σκεύη, ἀλλ᾽ ὡς ἀναθήματα, καὶ οὐδὲ τολμῶσιν ἁπλῶς καὶ εἰκῆ τούτων ἅψασθαι, καθάπερ καὶ τῶν λοιπῶν· πολλῷ μᾶλλον ἡ γυνὴ μετὰ τοιαύτης τῷ παιδίῳ γνώμης προσέχουσα, καὶ πρὶν εἰς τὸν ναὸν εἰσαγαγεῖν, καὶ ἐφίλει μειζόνως ἢ ὡς παιδίον, καὶ ἐθεράπευεν ὡς ἀνάθημα, ἁγιάζεσθαι δι᾽ ἐκείνου νομίζουσα· καὶ γὰρ ἡ οἰκία αὐτῆς ναὸς ἐγένετο, τὸν προφήτην ἔνδον ἔχουσα καὶ τὸν ἱερέα. Οὐκ ἐξ ὧν ὑπέσχετο δὲ μόνον αὐτὸν, ἀλλὰ καὶ ἐξ ὧν οὐκ ἐτόλμησεν ἐπιβῆναι τοῦ ναοῦ, πρὶν ἢ τῆς γαλακτοτροφίας ἀπαγαγεῖν αὐτὸν, τὴν εὐλάβειαν αὐτῆς ἔστιν ἰδεῖν. Εἶπε γὰρ, φησὶ, τῷ ἀνδρὶ αὐτῆς· Οὐκ ἀναβήσομαι, ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον μετ᾽ ἐμοῦ· ὅταν δὲ ἀπογαλακτίσω αὐτὸ, ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθίσεται ἐκεῖ ἕως αἰῶνος. Ὁρᾷς; Ἀφεῖναι ἐπὶ τῆς οἰκίας, καὶ ἀνελθεῖν, οὐκ ἐνόμιζεν εἶναι ἀσφαλές· μετὰ γὰρ τὴν τοῦ δώρου δόσιν, οὐκ ἠνείχετο χωρὶς τοῦ δώρου φανῆναι· ἀναγαγοῦσα δὲ πάλιν, καὶ λαβοῦσα αὐτὸ, κατελθεῖν ἐδεδοίκει.

Διὰ τοῦτο ἔμεινε χρόνον τοσοῦτον, ὥστε μετὰ τοῦ δώρου φανῆναι. Καὶ ἀνήγαγεν οὖν, καὶ κατέλιπε, καὶ οὔτε ἐκεῖνος τῆς θηλῆς ἀποσπασθεὶς ἐδυσχέρανεν· ἴστε δὲ πῶς ἀσχάλλειν εἴωθε τὰ παιδία τῆς γαλακτοτροφίας ἀπαγόμενα· ἀλλ᾽ οὔτε ἐκεῖνος ἤσχαλλε τῆς μητρὸς ἀποσπώμενος, ἀλλὰ πρὸς τὸν Δεσπότην ἔβλεπε, τὸν καὶ ἐκείνην ποιήσαντα μητέρα, οὔτε αὕτη ἤλγει τοῦ παιδίου χωριζομένη· τὴν γὰρ ἀπὸ τῆς φύσεως συμπάθειαν μεσιτεύουσα ἡ χάρις ἐνίκησε, καὶ συνεῖναι ἀλλήλοις ἐδόκουν.

Καὶ καθάπερ ἄμπελος ἐν ἑνὶ ἱδρυμένη χωρίῳ, μέχρι πολλοῦ προάγει τὰ κλήματα, καὶ ἐκ πολλοῦ τοῦ διαστήματος κρεμάμενος ὁ βότρυς τῇ ῥίζῃ συγγίνεται· οὕτω δὴ καὶ ἐπὶ ταύτης ἐγένετο τῆς γυναικός. Μένουσα γὰρ ἐπὶ τῆς πόλεως, τὸ κλῆμα αὐτῆς ἐξέτεινεν ἕως τοῦ ναοῦ, κἀκεῖ τὸν βότρυν ἐκρέμασεν ὥριμον· καὶ οὐδὲν τὸ διάστημα τοῦ τόπου διεκώλυσε, τῆς κατὰ Θεὸν ἀγάπης συναπτούσης τῇ μητρὶ τὸ παιδίον.

Εἰ γὰρ καὶ ἄωρος ἡ ἡλικία, ἀλλ᾽ ὥριμος ἦν αὐτῷ ἡ ἀρετὴ, καὶ τοῖς ἀναβαίνουσιν εἰς τὸν ναὸν διδάσκαλος πᾶσιν ἐγίνετο θεοσεβείας πολλῆς. Περιεργαζόμενοι γὰρ καὶ μανθάνοντες τῆς γεννήσεως αὐτοῦ τὸν τρόπον, ἀρκοῦσαν ἐλάμβανον παράκλησιν, τὴν εἰς τὸν Θεὸν ἐλπίδα. Καὶ οὐδεὶς ὁρῶν τὸ παιδίον, σιγῇ κατῄει, ἀλλὰ πάντες ἐδόξαζον τὸν παρ᾽ ἐλπίδας αὐτὸ δεδωκότα. Διὰ ταῦτα ὁ Θεὸς ἀνεβάλετο τὸν τόκον, ὥστε ἐπιτεῖναι ταύτην τὴν ἡδονὴν, ὥστε περιφανεστέραν τὴν γυναῖκα ποιῆσαι. Οἱ γὰρ τὴν συμφορὰν αὐτῆς ἐπιστάμενοι, μάρτυρες ἐγίνοντο τῆς τοῦ Θεοῦ χάριτος· ὥστε τὸ πολὺν αὐτὴν ἐν ἀπαιδίᾳ μεῖναι χρόνον γνωριμωτέραν τε πᾶσιν ἐποίησε, καὶ παρὰ πάντων αὐτὴν μακαρίζεσθαι καὶ θαυμάζεσθαι, καὶ τὸν Θεὸν εὐχαριστεῖσθαι δι᾽ αὐτῆς παρεσκεύασε.

Ταῦτα δὲ λέγω, ἵνα κἂν ἡμεῖς ἴδωμεν ἁγίας γυναῖκας ἐν ἀπαιδίᾳ οὔσας, ἢ ἐν ἄλλῳ τινὶ δεινῷ τοιούτῳ, μὴ δυσχεραίνωμεν, μηδὲ ἀσχάλλωμεν, μηδὲ λέγωμεν πρὸς ἑαυτούς· Τί δήποτε περιεῖδεν ὁ Θεὸς μετ᾽ ἀρετῆς τοσαύτης ζῶσαν γυναῖκα, καὶ παιδίον αὐτῇ οὐκ ἔδωκεν;

Οὐ γὰρ περιορῶντος ταῦτά ἐστιν, ἀλλ᾽ εἰδότος τὸ συμφέρον ἡμῖν ἡμῶν αὐτῶν ἀκριβέστερον. Ἀνῄει τοίνυν εἰς τὸν ναὸν, καὶ τὸ ἀρνίον εἰς τὴν ποίμνην, καὶ τὸν μόσχον εἰς τὴν ἀγέλην εἰσήγαγε, καὶ εἰς τὸν λειμῶνα τὸ ῥόδον τὸ ἀκανθῶν ἀπηλλαγμένον, ῥόδον οὐδέποτε μαραινόμενον, ἀλλὰ διηνεκῶς ἀνθοῦν, καὶ πρὸς αὐτὸν δυνάμενον ἀναδραμεῖν τὸν οὐρανὸν, οὗ τῆς εὐωδίας ἅπαντες οἱ κατὰ τὴν οἰκουμένην ἀντιλαμβάνονται μέχρι τήμερον. Τοσοῦτος οὖν ἐτῶν παρῆλθεν ἀριθμὸς, καὶ τὰ τῆς ἀρετῆς τῆς κατὰ τὴν εὐωδίαν ταύτην ἐπιτείνεται, καὶ οὐ γέγονεν ἀσθενεστέρα τῷ πλήθει τοῦ χρόνου Τοιαύτη γὰρ τῶν πνευματικῶν ἡ φύσις.

γʹ. Ἀνῆλθε τοίνυν τὸ καλὸν ἔρνος τοῦτο μεταφυτεύουσα, καὶ καθάπερ οἱ φιλόπονοι τῶν γηπόνων πρότερον σπέρματα εἰς τὴν γῆν καταβάλλουσι κυπαρίττων καὶ ἑτέρων τοιούτων, εἶτα, ἐπειδὰν ἴδωσι τὸ σπέρμα δένδρον γενόμενον, οὐκ ἀφιᾶσιν ἐπὶ τῆς αὐτῆς γῆς, ἀλλ᾽ ἀνασπάσαντες ἐκεῖθεν, ἐφ᾽ ἑτέραν μεταμοσχεύουσι χώραν, ὥστε νεαρώτερον τοῖς κόλποις ὑποδεξαμένην τὴν γῆν, ἀκραιφνῆ καὶ ὁλόκληρον τὴν ἑαυτῆς δύναμιν εἰς τὴν ἀνατροφὴν ἐκείνης ἐπιδεῖξαι τῆς ῥίζης· οὕτω καὶ ἡ γυνὴ ἐποίησεν αὕτη. Τὸ γὰρ παιδίον τὸ παρ᾽ ἐλπίδας σπαρὲν ἐν τῇ γαστρὶ ἐκείνῃ, μετέθηκεν ἀπὸ τῆς οἰκίας, καὶ εἰς τὸν ναὸν ἐφύτευσεν, ἔνθα πηγαὶ καὶ ἀρδεῖαι πνευματικαὶ καὶ διηνεκεῖς.

Καὶ ἦν ἰδεῖν ἐκεῖνο τὸ προφητικὸν ἐπ᾽ αὐτοὺς πληρούμενον, ὅπερ ὁ Δαυῒδ ἔλεγεν ᾄδων οὕτως· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ᾽ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Οὐ γὰρ μετὰ τὴν πεῖραν τῆς κακίας ἐπὶ τὴν ἀπαλλαγὴν τῆς κακίας ἦλθεν, ἀλλ᾽ ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἀρετὴν εἵλετο· οὐ μετέσχε συνεδρίων παρανομίαν ἐχόντων, οὐδὲ ἐκοινώνησε συλλόγων ἀσεβείας πεπληρωμένων, ἀλλ᾽ ἐκ πρώτης ἡλικίας ἀπὸ τοῦ μαζοῦ τῆς μητρὸς ἐφ᾽ ἕτερον ἦλθε μαζὸν πνευματικόν. Καὶ ὥσπερ δένδρον διηνεκοῦς ἀπολαῦον ἀρδείας, πρὸς ὕψος ἀνατρέχει μέγα· οὕτω δὴ καὶ οὗτος πρὸς ἄκρον ἔφθασεν ἀρετῆς, τῇ τῶν θείων λογίων ποτιζόμενος ἀκροάσει διηνεκῶς. Ἀλλ᾽ ἴδωμεν πῶς αὐτὸν ἐφύτευσεν· ἀκολουθήσωμεν τῇ γυναικὶ, εἰσέλθωμεν εἰς τὸν ναὸν μετ᾽ αὐτῆς. Ἀνέβη, φησὶ, μετ᾽ αὐτοῦ εἰς Σηλὼμ ἐν μόσχῳ τριετίζοντι.

Διπλῆ λοιπὸν ἡ θυσία ἐγίνετο· καὶ ἦν μόσχος, ὁ μὲν ἄλογος, ὁ δὲ λογικός· καὶ τὸν μὲν ὁ ἱερεὺς κατέθυσε, τοῦτον δὲ ἡ γυνὴ ἀνέθηκε· μᾶλλον δὲ τῆς γυναικὸς ἦν βελτίων ἡ θυσία τῆς θυσίας, ἣν ὁ ἱερεὺς ἀνήνεγκε· καὶ γὰρ αὕτη ἱέρεια τῶν οἰκείων σπλάγχνων ἐγίνετο, καὶ τὸν πατριάρχην Ἀβραὰμ ἐμιμήσατο, καὶ πρὸς ἐκεῖνον τὴν ἅμιλλαν ἔθετο. Ἀλλ᾽ ἐκεῖνος μὲν λαβὼν τὸν υἱὸν, κατήγαγεν· αὕτη δὲ ἀφῆκεν ἐν τῷ ναῷ μένειν διηνεκῶς· μᾶλλον δὲ κἀκεῖνος ἀνέθηκε καθόλου. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι οὐκ ἔσφαξεν, ἀλλ᾽ ὅτι τῇ γνώμῃ τὸ πᾶν ἀπήρτισεν. Εἶδες γυναῖκα πρὸς ἄνδρα ἁμιλλωμένην; εἶδες οὐδὲν παρὰ τῆς φύσεως ἐμποδισθεῖσαν ζηλῶσαι τὸν πατριάρχην; Ἀλλ᾽ ἴδωμεν πῶς αὐτὸν ἀνατίθησι. Προσελθοῦσα τῷ ἱερεῖ, εἶπεν αὐτῷ· Ἐν ἐμοὶ, κύριε. Τί ποτέ ἐστιν, Ἐν ἐμοί; Μετ᾽ ἀκριβείας πρόσεχε τοῖς λεγομένοις, φησίν. Ἐπειδὴ γὰρ χρόνος παρῆλθε πολὺς, ἀναμνῆσαι βούλεται πάλιν τῶν πρώην εἰρημένων· διό φησιν· Ἐν ἐμοὶ, κύριε· ζῇ ἡ ψυχή σου· ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ προσεύξασθαι πρὸς Κύριον ὑπὲρ τοῦ παιδαρίου τούτου. Προσηυξάμην πρὸς Κύριον, καὶ ἔδωκέ μοι τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ᾽ αὐτοῦ. Κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτὸς, χρήσειν τῷ Κυρίῳ.

Οὐκ εἶπεν· Ἐγὼ ἡ γυνὴ, ἣν ὠνείδισας, ἣν ἐλοιδόρησας, ἣν ἔσκωψας εἰς παροινίαν καὶ μέθην· διὸ ἔδειξέ σοι ὁ Θεὸς, ὅτι οὐ μεθύω· σὺ δὲ ἁπλῶς τοῦτο ἐνεκάλεις. Οὐδὲν τούτων τῶν τραχέων ῥημάτων εἶπεν, ἀλλὰ μετ᾽ ἐπιεικείας ἀποκρίνεται πολλῆς· καίτοι τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ἔχουσα μαρτυροῦσαν αὐτῇ, καὶ δυναμένη ὀνειδίσαι νῦν τῷ ἱερεῖ, ὡς εἰκῆ καὶ μάτην αὐτὴν μεμψαμένῳ τότε, οὐδὲν τούτων ποιεῖ, ἀλλὰ τὴν εὐεργεσίαν τοῦ Θεοῦ λέγει μόνον.

Καὶ σκόπει δούλης εὐγνωμοσύνην. Ὅτε ἔπασχε κακῶς, οὐδενὶ τὴν συμφορὰν ἐξεκάλυψεν, οὐδὲ εἶπε πρὸς τὸν ἱερέα· Ἀντίζηλον ἔχω γυναῖκα, κἀκείνη μὲν ὀνειδίζουσά με καὶ λοιδορουμένη χορὸν ἔχει παίδων, ἐγὼ δὲ ἐν ἐπιεικείᾳ ζῶσα, οὐδέπω καὶ τήμερον ἠδυνήθην γενέσθαι μήτηρ, ἀλλὰ συνέκλεισέ μου ὁ Θεὸς τὴν μήτραν, καὶ θλιβομένην ὁρῶν οὐκ ἠλέησεν. Οὐδὲν τούτων εἶπεν, ἀλλὰ σιγήσασα τῆς συμφορᾶς τὸ εἶδος, ὅτι ἀθυμεῖ μόνον ἐδήλωσεν, εἰποῦσα, ὅτι Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι· καὶ οὐδ᾽ ἂν τοῦτο ἐφθέγξατο, εἰ μὴ ὁ ἱερεὺς ἠνάγκασε, μεθύειν ὑποπτεύσας αὐτήν.

Ἐπειδὴ δὲ ἀνῆκε τὴν πληγὴν ἐκείνην, καὶ τὴν αἴτησιν ὁ Θεὸς ἔδωκε, τότε ποιεῖ καταφανῆ τὴν εὐεργεσίαν τῷ ἱερεῖ, βουλομένη κοινωνὸν τῆς εὐχαριστίας λαβεῖν, ὥσπερ τότε τῆς εὐχῆς ἔλαβε· καί φησιν· Ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ᾽ αὐτοῦ.

Καὶ νῦν κιχρῶ αὐτὸν τῷ Κυρίῳ. Ὅρα πῶς μετριάζει. Μὴ νομίσῃς με μέγα τι καὶ θαυμαστὸν ποιεῖν, φησὶν, ὅτι τὸ παιδίον ἀνατίθημι· οὐκ ἐγὼ κατῆρξα τοῦ κατορθώματος, ἀλλ᾽ ὀφειλὴν ἀποδίδωμι. Παρακαταθήκην γὰρ ἔλαβον, καὶ ταύτην ἀποκαθίστημι τῷ δεδωκότι. Καὶ ταῦτα τὰ ῥήματα λέγουσα, καὶ ἑαυτὴν ἀνετίθει μετὰ τοῦ παιδίου, καθάπερ σειρᾷ τινι, τῇ τῆς φύσεως συμπαθείᾳ, πρὸς τὸν ναὸν ἑαυτὴν ἀναδήσασα.

δʹ. Εἰ γὰρ ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ, πολλῷ μᾶλλον ὅπου τὸ παιδίον τῆς γυναικὸς, ἐκεῖ καὶ ἡ διάνοια τῆς μητρὸς ἦν, καὶ ἡ γαστὴρ αὐτῆς εὐλογίας ἐπληροῦτο πάλιν. Ἐπειδὴ γὰρ ταῦτα εἶπε τὰ ῥήματα, καὶ ηὔξατο, ἄκουσον τί φησιν ὁ ἱερεὺς πρὸς τὸν Ἐλκανά· Ἀνταποδῷ σοι Κύριος σπέρμα ἕτερον ἀπὸ τῆς γυναικὸς ταύτης, ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ Κυρίῳ. Παρὰ μὲν τὴν ἀρχὴν οὐκ ἔλεγεν, Ἀνταποδῷ σοι· ἀλλὰ τί;

Δῴη σοι πᾶν αἴτημά σου. Ἐπειδὴ δὲ ὀφειλέτην κατέστησε τὸν Θεὸν, Ἀνταποδῷ σοι, λέγει, χρηστὰς περὶ τῶν μελλόντων ὑποτείνων ἐλπίδας. Εἰ γὰρ οὐκ ὀφείλων ἔδωκε, πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν ἀνταποδώσει. Καὶ ὁ πρῶτος τοίνυν ἐξ εὐχῆς, καὶ οἱ μετ᾽ ἐκεῖνον ἐξ εὐλογίας τὰς ἀρχὰς ἔλαβον· καὶ οὕτω λοιπὸν ὁλόκληρος ὁ καρπὸς τῆς γυναικὸς ἡγιάζετο. Καὶ ἦν ὁ μὲν πρωτότοκος κατόρθωμα τῆς γυναικὸς, ὁ δεύτερος δὲ αὐτῆς καὶ τοῦ ἱερέως κοινωνός. Καὶ καθάπερ γῆ λιπαρὰ καὶ πίων, δεξαμένη τὰ σπέρματα, κομῶντα δείκνυσιν ἡμῖν τὰ λήϊα· οὕτω καὶ ἡ γυνὴ, μετὰ πίστεως τὰ ῥήματα δεξαμένη τοῦ ἱερέως, κομῶντας ἡμῖν στάχυας ἑτέρους ἤνεγκε, καὶ τὴν παλαιὰν μετέβαλεν ἀρὰν, ἀπὸ εὐχῆς καὶ εὐλογίας τίκτουσα.