Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῆς ἰνδικτιῶνος

Ἰωάννης ὁ Χρυσόστομος

Τα θαύματα του Χριστού, οι αγώνες των μαρτύρων και η μαρτυρία της φύσεως

Αναφορά στα σωτηριώδη έργα του Χριστού και εγκώμιο στους μάρτυρες, σε αντιπαραβολή με την προσωποποιημένη θάλασσα που αναγνωρίζει και δοξάζει τον Ποιητή της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Εἰ τοιαῦτα ἑορτάζεις, τὸ θρηνεῖν σοι συμφέρει. Ἡμεῖς δὲ ἑορτάζομεν θεῖα καὶ παράδοξα πράγματα, τῶν μαρτύρων τοὺς ἄθλους, τῶν ταφέντων τὰς νίκας, τῶν μὴ ὁρωμένων τὰ δίκτυα, τῶν διαλυθέντων τὴν ἰατρείαν· ἐν πρώτοις τοῦ Χριστοῦ καὶ Θεοῦ μου τὰ θαύματα, ἃ διὰ τὴν ἐμὴν σωτηρίαν ἄνθρωπος γεγονὼς ἐξετέλεσεν· εἶθ᾽ οὕτω τῶν δούλων αὐτοῦ τὰ πάθη· τοῦ Στεφάνου τὸν λιθοκόλλητον στέφανον, τοῦ ἐνδόξου Λαυρεντίου τὰ κατὰ θανάτου τρόπαια, τῆς Ἄννης τὴν ἀναυάγητον παρθενίαν. Ὢ τριὰς Τριάδος κήρυξ! ὢ λείψανα τῶν ὀδυνωμένων τὰ φάρμακα! ὢ κόνις πηγὴ ἰαμάτων! ὢ οἶκος οὐρανοῦ τὸ κάλλος μιμούμενος! Ἀλλὰ καὶ τὸ ἄψυχον στοιχεῖον ἡ θάλασσα ἀλαλήτως βοᾷ πρὸς ὑμᾶς.

Ἔλεγξας τοὺς συνδούλους, κηρύξω κἀγὼ τὸν Δεσπότην. Οὐ βαρεῖ με τὸ ἴχνος τοῦ πλάστου, ἁγιάζουσί με οἱ πόδες Χριστοῦ. Μωϋσῆς ἔσχισεν, ἀλλ᾽ οὗτος ἡγίασε· τὸν Ἰωνᾶν ἐῤῥόφησα, τοῦτον δὲ φρίττω· τὸν Νῶε ἐκλυδώνησα, ἀλλ᾽ οὐ τολμῶ προσβλέψαι τῷ χερσὶ τὸν ἄνθρωπον πλάσαντι. Ποσὶ τὴν θάλασσαν ἡγίασε, τὸν οὐρανὸν τῷ θρόνῳ ἐδόξασε, τὴν γῆν τῇ φάτνῃ ἐλάμπρυνε, τὸν ᾅδην διὰ τοῦ τάφου ἐφώτισεν. Οὐκ εἰμὶ ἀγνώμων καὶ ἄψυχος· ἐπιγινώσκω ὡς στοιχεῖον τὸν ποιήσαντα· οὐ λέγω μετὰ τῶν Ἰουδαίων, Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ Θεοῦ· ἀλλὰ κράζω εὐσεβοῦσα, Οὗτός μου Θεὸς, καὶ δοξάσω αὐτόν. Δείξω τὰ τῆς ἐμῆς φύσεως, ἐλέγξω τῶν μιαιφόνων τὰς γνώμας, δημοσιεύσω τοῦ περιπατήσαντός με τὸ κράτος. Οὗτοι σύνδουλοι, ἐκεῖνος Δεσπότης, οὗ φόβῳ τούτους ταράττω. Ὁ μὲν Δεσπότης ἐν τῇ θαλάττῃ ἀβρόχως ἐβάδιζεν, οἱ δὲ πλέοντες ἐθορυβοῦντο· ὁ δὲ φόβος τοὺς κινδυνεύοντας βοᾷν παρεσκεύασεν, ὁ δὲ φιλάνθρωπος τὸ θαῤῥεῖν παρεκελεύετο λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Θαρσεῖτε τὴν τῆς πίστεως ἔχοντες ἄγκυραν· εἰδωλολατρείας γὰρ σπιλὰς οὐκ ἐβύθισεν ὑμᾶς· θαρσεῖτε, Ἰουδαϊκὴ ὑμᾶς λαῖλαψ οὐ κατεπόντισε· θαρσεῖτε, αἱρετικὴ ὑμᾶς τρικυμία οὐ κλυδωνίζει.