Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Ποιμαντικός έλεγχος για τη συμμετοχή στις συνάξεις και η ορθή χρήση του πλούτου

Ο ιερός Χρυσόστομος επαινεί τους παρόντες πιστούς, ελέγχει όσους απουσιάζουν εξαιτίας κοσμικών μεριμνών, και προτρέπει στην ορθή χρήση του πλούτου και τη συμμετοχή στη λειτουργική ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 11

ΟΜΙΛΙΑ Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, καὶ εἰς τὸ ἐπίγραμμα τοῦ βωμοῦ, καὶ εἰς τοὺς νεοφωτίστους. αʹ. Τί τοῦτο; ὅσον προΐασιν ἡμῖν αἱ ἑορταὶ, τοσοῦτον καὶ αἱ συνάξεις ἐλάττους γίνονται. Ἀλλὰ μὴ ῥᾳθυμῶμεν ἡμεῖς οἱ παρόντες· ἐλάττους μὲν γίνονται τῷ πλήθει, οὐκ ἐλάττους δὲ τῇ προθυμίᾳ· ἐλάττους τῷ ἀριθμῷ, οὐκ ἐλάττους δὲ τῷ πόθῳ. Ἐλάττους γίνονται, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν, καὶ μάθωμεν, τίνες μὲν συνηθείᾳ, τίνες δὲ ἐπιθυμίᾳ θείων λογίων παραγίνονται δι᾽ ἐνιαυσίου ἑορτῆς, τίνες ἐπιθυμίᾳ ἀκροάσεως πνευματικῆς. Πᾶσα ἡ πόλις ἦν ἐνταῦθα τῇ προτέρᾳ κυριακῇ, μεστοὶ οἱ περίβολοι, καὶ κύματα ἀπιόντα καὶ ἐπανιόντα ἐμιμεῖτο τὸ πλῆθος· ἀλλ᾽ ἐμοὶ τῶν κυμάτων ἐκείνων ποθεινοτέρα ἡ ὑμετέρα γαλήνη, ἐμοὶ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἐκείνης τιμιωτέρα ὑμῶν ἡ ἡσυχία. Τότε τὰ σώματα ἦν ἀριθμεῖν παρόντα, νῦν τὰ φρονήματα εὐλαβείας γέμοντα. Εἴ τις τὴν σύναξιν ταύτην τὴν ὀλιγάνθρωπον καὶ τὸ πλέον ἐκ πενήτων συνεστηκυῖαν, κἀκείνην τὴν σύναξιν τὴν πολυάνθρωπον καὶ τὸ πλεῖον ἀπὸ πλουσίων συγκεκροτημένην, εἴ τις ἀμφοτέρας τὰς συνάξεις ταύτας ὥσπερ ἐν ζυγῷ καὶ σταθμῷ θελήσει σταθμῆσαι, εὕρῃ ἂν ταύτην καθέλκουσαν.

Εἰ γὰρ ἐλάττους τῷ ἀριθμῷ, ἀλλὰ τιμιώτεροί ἐστε τῇ ἐπιθυμίᾳ. Οὕτω καὶ ἐπὶ τῶν σταθμητῶν γίνεται· ἐὰν δέκα τις στατῆρας χρυσίου λαβὼν εἰς μίαν κατάθηται πλάστιγγα, εἶτα εἰς τὴν ἑτέραν πλάστιγγα χαλκοὺς ἑκατὸν, οἱ μὲν ἑκατὸν χαλκοὶ πρὸς ἑαυτοὺς καθέλκουσι τὴν τρυτάνην· οἱ δὲ δέκα χρυσοὶ τῇ τῆς φύσεως ὑπεροχῇ μειζόνως ἀνθέλκουσι, βαρύτεροι καὶ τιμιώτεροι ὄντες κατὰ τὸν τῆς οὐσίας λόγον. Ὥστε ἔστιν ὀλίγους ὄντας τῷ ἀριθμῷ, τῶν πολλῶν εἶναι τιμιωτέρους καὶ ἀναγκαιοτέρους. Ἀλλὰ τί ὑμῖν τὰ παραδείγματα ἀπὸ τῶν ἐν τῇ συνηθείᾳ φέρω πραγμάτων, δέον αὐτὴν τοῦ Θεοῦ τὴν ψῆφον περὶ τούτων παραγαγεῖν ἀποφαινομένην; Τί οὖν αὕτη φησί;

Κρείσσων εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυρίοι παράνομοι. Ἔστι γὰρ, ἔστι πολλάκις ἄνθρωπος εἷς μυρίων ἀντάξιος. Καὶ τί λέγω, ἔστιν εἷς ἄνθρωπος μυρίων ἀντάξιος μόνος; ἀλλὰ καὶ τῆς οἰκουμένης ἀναγκαιότερος καὶ τιμιώτερος. Καὶ τούτου τὴν μαρτυρίαν ἀπὸ τῶν Παύλου ῥημάτων ποιήσομαι.

Ἀνθρώπων γὰρ μνησθεὶς πενήτων, ἐλαυνομένων, θλιβομένων, κακουχουμένων, οὕτω φησί· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Τί λέγεις; τῶν ὑστερουμένων, τῶν κακουχουμένων, τῶν οὐκ ἐχόντων πατρίδα οὐκ ἦν ἄξιος ὁ κόσμος; Οὐχ ὁρᾷς πόσους πόσοις ἀντέστησας; Ὁρῶ μὲν, φησὶ, καὶ διὰ τοῦτο εἶπον ὅτι οὐκ ἦν ὁ κόσμος ἄξιος αὐτῶν· ἐγὼ γὰρ τῶν νομισμάτων τούτων τὴν φύσιν οἶδα σαφῶς. Καὶ γῆν, καὶ θάλατταν, καὶ βασιλεῖς, καὶ ἐπάρχους, καὶ πᾶσαν ἁπλῶς τῶν ἀνθρώπων τὴν φύσιν τιθεὶς, καὶ δύο ἢ τρεῖς πένητας τούτοις ἀντιστήσας, θαῤῥῶν ἂν εἴποιμι, ὅτι οὗτοι μᾶλλον κατάγουσιν οἱ πένητες. Εἴπερ ἐκεῖνοι ἀπηλαύνοντο πατρίδος, ἀλλ᾽ εἶχον πατρίδα τὴν ἄνω Ἱερουσαλήμ.

Ἐν πενίᾳ διῆγον· ἀλλ᾽ ἐπλούτουν κατὰ τὴν εὐσέβειαν. Ἀνθρώπων ἦσαν ἐχθροί· ἀλλὰ τῷ Θεῷ φίλοι. Καὶ τίνες εἰσὶν οὗτοι; Ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, καὶ οἱ κατ᾽ ἐκείνους ἅπαντες. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι οὐδὲ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς, ἀλλ᾽ ὅτι τὸ στόμα Ἠλίου τὸν οὐρανὸν ἔκλεισε καὶ ἀνέῳξε, καὶ ἡ μηλωτὴ αὐτοῦ τὸν Ἰορδάνην ἀπέστρεψε.

Καὶ ταῦτα ἐννοῶν χαίρω, καὶ ἀλγῶ· χαίρω μὲν δι᾽ ὑμᾶς τοὺς παρόντας, ἀλγῶ δὲ δι᾽ ἐκείνους τοὺς μὴ παρόντας· ἀλγῶ σφόδρα, καὶ ὀδυνῶμαι, καὶ συντέτριμμαι τὴν καρδίαν. Τίς γὰρ καὶ τῶν σφόδρα ἀναλγήτων οὐκ ἂν ἀλγήσειε τὰ τοῦ διαβόλου πλείονος ἀπολαύοντα σπουδῆς ὁρῶν; Καίτοι εἰ καὶ ἴσης ἀπήλαυσεν, οὐδεμία ἡμῖν ἦν ἡ συγγνώμη, οὐδὲ ἀπολογία ὅταν δὲ καὶ πλεονεκτῇ, τίς ἡμῖν ἐλλείπεται λόγος; Θέατρα καθ᾽ ἑκάστην καλεῖ τὴν ἡμέραν, καὶ οὐδεὶς ὁ ὀκνῶν, οὐδεὶς ὁ ἀναδυόμενος, οὐδεὶς ἀσχολίαν προβάλλεται πραγμάτων· ἀλλ᾽ ὥσπερ εὔζωνοι καὶ λελυμένοι φροντίδος ἁπάσης, οὕτω τρέχουσιν ἅπαντες· οὐχ ὁ γέρων τὴν πολιὰν αἰδεῖται, οὐχ ὁ νέος ὑφορᾶται τὴν φλόγα τῆς φύσεως καὶ τῆς ἐπιθυμίας, οὐχ ὁ πλούσιος τὸ ἀξίωμα τὸ ἑαυτοῦ καταισχύνειν ἡγεῖται. Ἀλλ᾽ ἐὰν μὲν εἰς ἐκκλησίαν ἀπαντῆσαι δέῃ, καθάπερ ἐξ ὑπεροχῆς τινος καὶ ἀξιώματος καταβαίνων, οὕτω ναρκᾷ καὶ ὀκνεῖ, καὶ μετὰ ταῦτα φυσᾶται, ὥσπερ τι τῷ Θεῷ χαρισάμενος· εἰς δὲ θέατρον σπεύδων, ἔνθα ἀσελγῆ θεάματα καὶ ἀκούσματα, οὐ νομίζει καταισχῦναι ἑαυτὸν, οὐ τὸν πλοῦτον, οὐδὲ τὴν εὐγένειαν. Ἐβουλόμην εἰδέναι, ποῦ νῦν εἰσιν οἱ κατὰ τὴν ἡμέραν ἐκείνην ἡμῖν ἐνοχλήσαντες· ἐνόχλησις γὰρ ἦν αὐτῶν ἡ παρουσία· ἐβουλόμην εἰδέναι τί πράττουσι, τί τῶν παρόντων αὐτοὺς ἀναγκαιότερον ἀπεσχόλησεν. Ἀλλ᾽ ἀσχολία οὐδεμία, τῦφος δὲ μόνος. Καὶ τί γένοιτ᾽ ἂν μανικώτερον;

Τίνος γὰρ ἕνεκεν, ἄνθρωπε, μεγαλοφρονεῖς, καὶ νομίζεις ἡμῖν χαρίζεσθαι, ἐὰν παραγενόμενος ἐνταῦθα προσέχῃς, καὶ ἀκούσῃς τὰ πρὸς σωτηρίαν τῆς σῆς ψυχῆς; τίνος ἕνεκεν, εἰπέ μοι, καὶ διὰ τί ἀλαζονεύῃ; διὰ τὸν πλοῦτον; διὰ τὰ ἱμάτια τὰ σηρικά; Εἶτα οὐκ ἐννοεῖς, ὅτι σκωλήκων εἰσὶν ἐκεῖνα νήματα, καὶ βαρβάρων ἀνθρώπων εὑρέματα; ὅτι πόρναι ἐκείνοις κέχρηνται, καὶ μαλακοὶ, καὶ τυμβωρύχοι, καὶ λῃσταί; Ἐπίγνωθι τὸν δίκαιον πλοῦτον, καὶ κατάβηθί ποτε ἀπὸ τοῦ φυσήματος ἐκείνου τοῦ ὑψηλοῦ καὶ κενοῦ· διάσκεψαι τῆς φύσεως τὸ εὐτελές. Γῆ καὶ σποδὸς εἶ, τέφρα καὶ κόνις, καπνὸς καὶ σκιὰ, χόρτος καὶ ἄνθος χόρτου. Τοιαύτῃ φύσει μεγαλοφρονεῖς, εἰπέ μοι; Καὶ τί τούτου γένοιτ᾽ ἂν καταγελαστότερον; Ἀλλὰ πολλῶν ἄρχεις ἀνθρώπων;

Καὶ τί τοῦτο ὄφελος, ὅταν ἀνθρώπων μὲν ἄρχεις, τῶν δὲ παθῶν αἰχμάλωτος εἶ καὶ δοῦλος; Ὥσπερ ἄν τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμβάλλων μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ· οὕτω τύπτει σε κενοδοξία, τραύματά σοι ἐπάγει ἡ ἀσέλγεια, πάντων τῶν παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις; Εἴθε ἐκείνων ἦρχες, ἐκείνων ἦς ἰσότιμος.

βʹ. Οὐ τῶν πλουτούντων κατηγορῶν ταῦτα λέγω, ἀλλὰ τῶν κακῶς τῷ πλούτῳ κεχρημένων. Οὐ γὰρ ὁ πλοῦτος κακὸν, ἐὰν εἰς δέον βουλώμεθα αὐτῷ χρήσασθαι, ἀλλ᾽ ἡ ἀπόνοια, καὶ ἡ ἀλαζονεία. Εἰ κακὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πάντες ηὐξάμεθα εἰς κόλπους Ἀβραὰμ ἀπελθεῖν τοῦ ἔχοντος τριακοσίους δέκα καὶ ὀκτὼ οἰκέτας οἰκογενεῖς. Οὐ τοίνυν ὁ πλοῦτος κακὸν, ἀλλ᾽ ἡ παράνομος αὐτοῦ χρῆσις κακόν. Καὶ ὥσπερ πρῴην περὶ μέθης λέγων, οὐ τὸν οἶνον διέβαλλον (πᾶν γὰρ κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ᾽ εὐχαριστίας λαμβανόμενον), οὕτω καὶ νῦν οὐ τῶν πλουτούντων κατηγορῶ, οὐδὲ τὰ χρήματα διαβάλλω, ἀλλὰ τὴν κακὴν τῶν χρημάτων χρῆσιν, καὶ εἰς ἀσωτίαν δαπανωμένην. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα ἡμεῖς αὐτοῖς χρησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμῖν· διὰ τοῦτο κτήματα λέγεται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμᾶς. Τί οὖν τὸν δοῦλον ἔχεις δεσπότην; τί ἀντέστρεψας τὴν τάξιν; Ἀλλ᾽ ἐβουλόμην μαθεῖν, τί νῦν ποιοῦσιν οἱ τὴν σύναξιν ἐγκαταλείψαντες, καὶ ἐν τίσιν εἰσίν. Ἀλλὰ ἢ κυβεύουσιν, ἢ πάντως πράγματα ἀνακινοῦσι βιωτικὰ, ταραχῆς ἐμπεπλησμένα.

Ἐνταῦθα εἰ παρῆς, ἄνθρωπε, ἐν γαλήνῃ ἦς καὶ ἐν λιμένι· οὐκ οἰκονόμος εἰσελθὼν ἐτάραττεν, οὐκ ἐπίτροπος ἐθορύβει, οὐκ οἰκέτης ὑπὲρ πραγμάτων βιωτικῶν ἠνόχλει, οὐκ ἄλλος τις παρώξυνεν· ἀλλ᾽ ἐν ἡσυχίᾳ διάγων ἀπήλαυες θείων ἀκροάσεων. Οὐδαμοῦ κύματα ἐνταῦθα, οὐδαμοῦ ταραχή· ἀλλ᾽ εὐλογία, καὶ εὐχαὶ, καὶ ὁμιλία πνευματικὴ, καὶ μετάστασις εἰς τὸν οὐρανόν· καὶ ἐντεῦθεν ἤδη τὸν ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν λαβὼν ἀπῄεις. Τίνος ἕνεκεν τὴν πλουσίαν ταύτην τράπεζαν ἀφεῖς, εἰς ἑτέραν φορτικωτέραν ἑαυτὸν μετήγαγες, καὶ τὸν λιμένα καταλιπὼν, ταραχὴν ἀντικαταλλάττῃ γαλήνης; Τὸ μὴ παραγενέσθαι πένητας τοὺς τότε παρόντας, δεινὸν μὲν, ἀλλ᾽ οὐδὲ οὕτω δεινὸν, ὡς τὸ μὴ παραγενέσθαι πλουσίους. Τίνος ἕνεκεν; Ὅτι οἱ μὲν πένητες ἔχουσι τὴν ἀναγκαίαν ἀσχολίαν, τὴν φροντίδα τῆς καθημερινῆς ἐργασίας, ἀπὸ τῶν χειρῶν ποιούμενοι τὸν βίον· παιδοτροφίας ἐπιμελοῦνται, γυναικὸς προεστήκασι, κἂν μὴ κάμωσι, τὰ τῆς ζωῆς αὐτοῖς οἰχήσεται.

Ταῦτα λέγω, οὐχὶ ἀπολογίαν ὑπὲρ ἐκείνων συντιθεὶς, ἀλλὰ δεικνὺς πῶς μείζονος κατηγορίας οἱ πλουτοῦντές εἰσιν ἄξιοι. Ὅσον πλείονος ἀπολαύουσιν ἀδείας, τοσοῦτον καὶ κατακρίσεως, ὅτι οὐδενὶ τούτων κατέχονται.

Οὐχ ὁρᾶτε τοὺς Ἰουδαίους, τοὺς θεομάχους, τοὺς ἀντιπίπτοντας τῷ ἁγίῳ Πνεύματι, τοὺς σκληροτραχήλους; Τούτων οἱ μὴ παραγενόμενοι πάντων χείρους εἰσίν. Ἐκείνοις ἐὰν εἴπωσιν οἱ ἱερεῖς ἑπτὰ ἡμέρας ἀργῆσαι, καὶ δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα, οὐκ ἀντιλέγουσι· καίτοι τί τῆς ἀργίας ἐκείνης χαλεπώτερον;

Τὰς θύρας ἀποκλείουσι, καὶ οὔτε πῦρ καίουσιν, οὐχ ὕδωρ φέρουσιν, οὐκ ἄλλο τι πρὸς τὴν χρείαν τὴν τοιαύτην μεταχειρίζειν ἐφίενται· ἀλλ᾽ ἔστιν ἅλυσις αὐτοῖς ἡ ἀργία, καὶ οὐδὲ οὕτως ἀντιλέγουσιν. Ἐγὼ δὲ οὐδὲν τοιοῦτον λέγω, ὅτι Ἑπτὰ ἡμέρας ἄργησον, οὐδὲ δέκα ἡμέρας· ἀλλὰ δύο μοι δάνεισον ὥρας τῆς ἡμέρας, καὶ τὰς λοιπὰς αὐτὸς ἔχε· καὶ οὐδὲ τοῦτό μοι τὸ μέτρον εἰσφέρεις. Μᾶλλον δὲ μὴ ἐμοὶ δανείσῃς τὰς δύο ὥρας, ἀλλ᾽ ἑαυτῷ· ἵνα παράκλησίν τινα εὐχῆς δέξῃ πατέρων, ἵνα εὐλογιῶν πεπληρωμένος ἀναχωρήσῃς, ἵνα πανταχόθεν ἀσφαλὴς ἀπέλθῃς, ἵνα τὰ ὅπλα λαβὼν τὰ πνευματικὰ ἀκαταγώνιστος γένῃ, ἀχείρωτος τῷ διαβόλῳ. Τί ἡδύτερον, εἰπέ μοι, τῆς ἐνταῦθα διαγωγῆς; Εἰ γὰρ διημερεύειν ἐνταῦθα ἐχρῆν, τί σεμνότερον; τί ἀσφαλέστερον, ὅπου ἀδελφοὶ τοσοῦτοι, ὅπου τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Ἰησοῦς μέσος, καὶ ὁ τούτου Πατήρ; Ποίαν ἑτέραν ζητεῖς συναγωγὴν τοιαύτην; ποῖον ἕτερον βουλευτήριον; ποίαν σύνοδον; Τοσαῦτα ἀγαθὰ ἐν τῇ τραπέζῃ, ἐν τῇ ἀκροάσει, ἐν ταῖς εὐλογίαις, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς συνουσίαις· καὶ σὺ πρὸς ἑτέρας βλέπεις διατριβάς; Καὶ ποίαν ἔχεις συγγνώμην;

Ταῦτα οὐχ ἵνα ὑμεῖς ἀκούσητε εἶπον· οὐ γὰρ χρείαν ἔχετε τῶν φαρμάκων τούτων ὑμεῖς, οἱ διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὴν ὑγίειαν, τὴν ὑπακοὴν, οἱ διὰ τῆς σπουδῆς τὸν πόθον ἁπλώσαντες· ἀλλ᾽ εἶπον ταῦτα πρὸς ὑμᾶς, ἵνα ἀκούσωσιν οἱ μὴ παρόντες δι᾽ ὑμῶν.

Μὴ εἴπητε, ὅτι κατηγόρησα τῶν μὴ παραγενομένων ἁπλῶς, ἀλλ᾽ ὅλον ἄνωθεν αὐτοῖς διηγήσασθε τὸν λόγον. Ἀναμνήσατε αὐτοὺς τῶν Ἰουδαίων, ἀναμνήσατε αὐτοὺς τῶν βιωτικῶν πραγμάτων· εἴπατε πόσῳ βελτίων ἡ ἐνταῦθα σύναξις, εἴπατε πόσην σπουδὴν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπιδείκνυνται, εἴπατε πόσος μισθὸς ἕπεται τοῖς ἐνταῦθα συλλεγομένοις.

Ἂν γὰρ μόνον εἴπητε, ὅτι κατηγόρησα, τὸν μὲν θυμὸν ἠγείρατε, καὶ τραῦμα εἰργάσασθε, τὸ δὲ φάρμακον οὐκ ἐπεθήκατε· ἂν δὲ διδάξητε αὐτοὺς, ὅτι οὐχ ὡς ἐχθρὸς κατηγόρησα, ἀλλ᾽ ὡς φίλος ὀδυνώμενος, καὶ πείσητε αὐτοὺς, ὅτι Ἀξιοπιστότερα τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν, δέξονται μετὰ πολλῆς ἡδονῆς τὴν κατηγορίαν· οὐ γὰρ τοῖς ῥήμασιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος προσέξουσιν.

Οὕτω θεραπεύετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους. Ἡμεῖς τῆς σωτηρίας ὑπεύθυνοι τῶν παρόντων ὑμῶν, ὑμεῖς τῆς τῶν ἀπολειφθέντων. Οὐ δυνάμεθα αὐτοῖς συγγενέσθαι δι᾽ ἑαυτῶν· συγγενώμεθα αὐτοῖς δι᾽ ὑμῶν, καὶ τῆς ὑμετέρας διδασκαλίας· γέφυρά τις ἡμῖν γενέσθω πρὸς ἐκείνους ἡ ὑμετέρα ἀγάπη· ποιήσατε τοὺς ὑμετέρους λόγους διὰ τῆς ὑμετέρας γλώττης διαβῆναι πρὸς τὴν ἐκείνων ἀκρόασιν.