Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στο βιβλίο των Πράξεων και προτροπές προς τους νεοφωτίστους

Επισήμανση της ορθής μεθοδολογίας για τη μελέτη των Γραφών, ανάλυση της ρητορικής χρήσης του αθηναϊκού βωμού από τον απόστολο Παύλο, και νουθεσίες περί πνευματικής νήψεως προς τους νεοφωτίστους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 11

Τάχα αὐτάρκως εἴρηται ἕνεκεν τῶν ἀπολειφθέντων τὰ εἰρημένα, καὶ οὐδὲν δεῖ πλέον προσθεῖναι. Ἐνῆν μὲν γὰρ πλείονα εἰπεῖν, ἀλλ᾽ ἵνα μὴ τὸν καιρὸν ἅπαντα εἰς τοῦτο καταδαπανήσωμεν κατηγοροῦντες, ὑμᾶς δὲ μηδὲν ὠφελοῦντες παραγενομένους αὐτοὺς, φέρε τι καὶ ὑμῖν παραθῶμεν ξένον ὄψον καὶ καινόν· ξένον δὲ καὶ καινὸν λέγω οὐ κατὰ τὴν πνευματικὴν τράπεζαν, ἀλλὰ ξένον κατὰ τὴν ὑμετέραν ἀκρόασιν.

γʹ. Διελέχθημεν ὑμῖν ἀπὸ τῶν ἀποστολικῶν ῥημάτων ἐν ταῖς ἔμπροσθεν ἡμέραις, καὶ ἀπὸ τῶν εὐαγγελικῶν, ὅτε περὶ τοῦ Ἰούδα διελεγόμεθα· διελέχθημεν ὑμῖν καὶ ἀπὸ προφητικῶν· σήμερον βουλόμεθα ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων εἰπεῖν. Διὰ τοῦτο εἶπον τὸ ὄψον ξένον, καὶ οὐ ξένον. Οὐ ξένον μὲν, ὅτι τῆς ἀκολουθίας ἐστὶ τῶν θείων Γραφῶν, ξένον δὲ, διότι τάχα ἀήθης ὑμῖν ἡ ἀκοὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν.

Πολλοῖς γοῦν τὸ βιβλίον τοῦτο οὐδὲ γνώριμόν ἐστι, πολλοῖς δὲ δοκοῦν σαφὲς εἶναι, πάλιν παρορᾶται· καὶ γίνεται τοῖς μὲν ἡ γνῶσις, τοῖς δὲ ἡ ἄγνοια ῥᾳθυμίας ὑπόθεσις. Ἵν᾽ οὖν καὶ οἱ ἀγνοοῦντες μάθωσι, καὶ οἱ νομίζοντες σαφῶς εἰδέναι, ὅτι πολὺ βάθος νοημάτων ἔχει, ἀναγκαῖον ἀμφοτέρων διορθώσασθαι τὴν ῥᾳθυμίαν τήμερον. Δεῖ δὲ πρότερον μαθεῖν, τίς τὸ βιβλίον ἔγραψεν. Αὕτη γὰρ ἀρίστης ἐρεύνης ἀκολουθία, πρότερον τὸν γράψαντα ἰδεῖν, εἰ ἄνθρωπός ἐστιν, ἣ ὁ Θεός· κἂν μὲν ἄνθρωπος, παρακρουσώμεθα· Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς· ἂν δὲ Θεὸς, δεξώμεθα· ἄνωθεν γάρ ἐστι τὸ διδασκαλεῖον τὸ ἡμέτερον· καὶ γὰρ τοιοῦτον τὸ ἀξίωμα τοῦ θεάτρου τούτου, μηδὲν παρὰ ἀνθρώπων μανθάνειν, ἀλλὰ παρὰ Θεοῦ δι᾽ ἀνθρώπων.

Δεῖ τοίνυν ἐξετάσαι, τίς ὁ γράψας, καὶ πότε ἔγραψε, καὶ περὶ τίνων, καὶ τίνος ἕνεκεν τῇ ἑορτῇ ταύτῃ νενομοθέτηται αὐτὸ ἀναγινώσκεσθαι. Τάχα γὰρ οὐκ ἀκούετε διὰ παντὸς τοῦ ἔτους ἀναγινωσκομένου τοῦ βιβλίου. Καὶ γὰρ καὶ τοῦτο χρήσιμον· καὶ μετὰ τοῦτο ζητῆσαι χρὴ, τίνος ἕνεκεν ταύτην ἔχει τὴν ἐπιγραφὴν, Πράξεις ἀποστόλων. Οὐδὲ γὰρ τὰς ἐπιγραφὰς ἁπλῶς παριέναι χρὴ, οὐδὲ εὐθέως εἰς τὴν ἀρχὴν ἐμβαλεῖν τῆς συγγραφῆς, ἀλλὰ πρότερον ὁρᾷν τὴν προσηγορίαν τοῦ βιβλίου. Καθάπερ γὰρ ἐφ᾽ ἡμῶν ἡ κεφαλὴ γνωριμώτερον ποιεῖ τὸ λοιπὸν σῶμα, καὶ ἡ ὄψις ἄνωθεν ἐπικειμένη φανερὸν αὐτὸ ἐργάζεται, οὕτω καὶ ἡ ἐπιγραφὴ ἄνωθεν πρὸ τῆς ὑφῆς ἐπικειμένη ἐπὶ τοῦ μετώπου καταφανέστερον ἡμῖν ποιεῖ τὸ λοιπὸν τῆς γραφῆς. Οὐχ ὁρᾶτε καὶ ἐπὶ τῶν εἰκόνων τοῦτο τῶν βασιλικῶν, ὅτι ἄνω κεῖται μὲν ἡ εἰκὼν, καὶ τὸν βασιλέα ἔχει ἐγγεγραμμένον· κάτω δὲ ἐν τῇ χοίνικι ἐπιγέγραπται τοῦ βασιλέως τὰ τρόπαια, ἡ νίκη, τὰ κατορθώματα; Οὕτω δὴ καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν. Γέγραπται μὲν ἡ εἰκὼν ἡ βασιλικὴ ἄνωθεν· κάτωθεν δὲ ἐπιγέγραπται ἡ νίκη, τὰ τρόπαια, τὰ κατορθώματα. Οὕτω καὶ ἐπιστολὴν ὅταν δεξώμεθα, ποιοῦμεν· οὐκ εὐθέως διαλύομεν τὸν δεσμὸν, οὐδὲ εὐθέως τὰ ἐγκείμενα ἔνδοθεν ἀναγινώσκομεν· ἀλλὰ πρότερον τὴν ἔξωθεν ἐπιγραφὴν ἐπερχόμεθα, καὶ ἐξ ἐκείνης μανθάνομεν καὶ τὸν πέμψαντα, καὶ τὸν ὀφείλοντα ὑποδέξασθαι.

Καὶ πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς τοσαύτῃ κεχρῆσθαι σπουδῇ, καὶ μὴ θορυβεῖσθαι, μηδὲ ταράττεσθαι, ἀλλὰ κατὰ τάξιν ἕκαστον ἐπιέναι· ἐνταῦθα δὲ ἀσχάλλειν, καὶ εὐθέως ἐπιπηδᾷν τῇ ἀρχῇ; Βούλεσθε μαθεῖν ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχύς; ὅση δύναμις; ὅσος ἀπόκειται θησαυρὸς ἐν ταῖς ἀρχαῖς τῶν Γραφῶν; Ἀκούσατε, ἵνα μὴ καταφρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων Βιβλίων.

Εἰσῆλθεν εἰς τὰς Ἀθήνας ὁ Παῦλός ποτε· ἐν αὐτῷ τῷ βιβλίῳ γέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν εἰδώλων· εὗρεν ἐπιγραφὴν οὕτως ἔχουσαν, Ἀγνώστῳ Θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ᾽ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν βωμὸν καθεῖλε. Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων, οὐ παρέδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν Γραφῶν παρατρέχεις; ἐκεῖνος οὐκ ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι εἰδωλολάτραι, καὶ σὺ ἅπερ ἔγραψε τὸ Πνεῦμα τὸ ἅγιον οὐ νομίζεις εἶναι ἀναγκαῖα; καὶ ποίαν ἔχεις συγγνώμην; Ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν.

Ὅταν οὖν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεχαραγμένον τοσαύτην παρασχὸν τὴν ἰσχὺν, μαθήσῃ ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων Γραφῶν τοῦτο ποιῆσαι δυνήσεται. Εἰσῆλθεν εἰς τὴν πόλιν ὁ Παῦλος, εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ.

Τί ἔδει ποιῆσαι; Ἕλληνες πάντες ἦσαν, ἀσεβεῖς πάντες. Τί οὖν ἐχρῆν ποιῆσαι; Ἀπὸ Εὐαγγελίων διαλεχθῆναι; Ἀλλὰ κατεγέλων. Ἀλλ᾽ ἀπὸ προφητικῶν, καὶ τοῦ νόμου γραμμάτων; Ἀλλ᾽ οὐκ ἐπίστευον. Τί οὖν ἐποίησεν; Ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο. Καὶ τοῦτό ἐστιν, ὃ λέγει· Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶδε τὸν βωμὸν, εἶδε τὸ ἐπίγραμμα, ἀνέστη τῷ Πνεύματι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομένους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά.

Αἰχμαλωτίζοντες γὰρ, φησὶ, πᾶν νόημα πρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Εἶδε τοίνυν τὸν βωμὸν, καὶ οὐκ ἐδειλίασεν· ἀλλὰ μετέστησε τὸν βωμὸν πρὸς ἑαυτόν· μᾶλλον δὲ τὰ γράμματα ἀφεὶς, μετέθηκεν αὐτοῦ τὰ νοήματα· καὶ καθάπερ ἐν πολέμῳ στρατηγὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον, εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρατιώτου, πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειε, καὶ παρασκευάσειεν ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ ὁ Παῦλος ἐποίησε, καθάπερ ἐν παρατάξει πολεμίων τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν, ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμῇ, ἀλλ᾽ οὐ μετὰ Ἀθηναίων τὸν Παῦλον βάλλῃ· ξίφος γὰρ ἦν τῶν Ἀθηναίων, μάχαιρα ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο, ἀλλ᾽ αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ τοῖς οἰκείοις αὐτοῦ ὅπλοις ἐχειρώσατο· τοῦτο γὰρ κατὰ λόγον συμβαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον, ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολεμίοις προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ᾽ ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν καιρίαν ἐπαγάγῃ πληγήν.

δʹ. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Οὕτω καὶ ὁ Δαυῒδ ἐποίησέ ποτε· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ γυμνὴ ἡ τοῦ Θεοῦ χάρις. Μηδὲν γὰρ, φησὶν, ἀνθρώπινον ἔστω, ὅταν Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ. Ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε τὸν πύργον ἐκεῖνον. Εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰθ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τὴν τοῦ βαρβάρου· οὕτω καὶ Παῦλος ἐποίησεν ἐπὶ τοῦ ἐπιγράμματος τούτου. Καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ. Εὗρε τοίνυν ὁ Παῦλος ἐν Ἀθήναις βωμὸν, ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώστῳ Θεῷ. Τίς δὲ ἦν ὁ ἀγνοούμενος, ἀλλ᾽ ἢ ὁ Χριστός; Εἶδες πῶς ἐξῃχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ᾽ ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ; Τί οὖν; Οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο, φησίν; Εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυμαστόν· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν. Πρότερον ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκεν οἱ Ἀθηναῖοι ἔγραψαν, Ἀγνώστῳ Θεῷ. Τίνος οὖν ἕνεκεν ἔγραψαν; Πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Εἶχον καὶ ἐπιχωρίους, καὶ ξένους. Ὁρᾶτε ὅσος ὁ κατάγελως.

Εἰ γὰρ Θεός ἐστιν, οὐκ ἔστι ξένος· τῆς γὰρ οἰκουμένης ἁπάσης Δεσπότης ἐστί. Τούτων τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων· καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι, καὶ ταύτας ἂν ὑμῖν ἀνέγνων τὰς ἱστορίας πάσας.

Ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς, οἱ μὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς ἑαυτῶν, συνελθόντες εἶπον πρὸς ἀλλήλους· ὅτι Ὥσπερ τούτους ἠγνοοῦμεν, φασὶν, ἔπειτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνωρίσαμεν, οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμενον, καὶ ὄντα μὲν Θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ᾽ ἡμῶν· καὶ διὰ τοῦτο λανθάνει ἀμελούμενος, καὶ μηδὲ θεραπευόμενος.

Τί οὖν ἵνα γένηται; Ἔστησαν βωμὸν, καὶ ἔγραψαν, Ἀγνώστῳ Θεῷ, τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος· ὅτι Καὶ εἴ τίς ἐστι θεὸς ἕτερος οὐδέπω γνωρισθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν. Ὅρα ὑπερβολὴν δεισιδαιμονίας. Διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη, Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς ὁρῶ· οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύετε μόνον, ἀλλὰ καὶ τοὺς οὐδέπω γνωρισθέντας ὑμῖν. Ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν, Ἀγνώστῳ Θεῷ, ὁ δὲ Παῦλος ἡρμήνευσεν. Οἱ μὲν γὰρ τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸ μετέστησεν ἐπὶ τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ᾽ ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· Ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, τοῦτον ἐγὼ καταγγέλλω, φησίν· ἄγνωστος γὰρ Θεὸς οὐδεὶς ἄλλος ἐστὶν ἢ ὁ Χριστός. Καὶ ὅρα σύνεσιν πνευματικήν.

Ἔμελλον αὐτῷ μετὰ ταῦτα ἐγκαλεῖν, ὅτι Ξενίζοντα εἰσφέρεις δόγματα εἰς τὰς ἀκοὰς ἡμῶν, ὅτι καινοτομεῖς, ὅτι θεὸν εἰσφέρεις, ὃν οὐκ ἴσμεν. Βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτομίαν, καὶ δεῖξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ᾽ ὃν προλαβόντες διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι Ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὑμεῖς με προελάβετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν κήρυγμα. Μὴ τοίνυν ἐγκαλεῖτε, ὅτι ξένον εἰσφέρω θεόν· τοῦτον γὰρ καταγγέλλω, ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν αὐτοῦ τρόπῳ, θεραπεύετε δὲ ὅμως. Οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χριστῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ᾽ ἀπὸ τούτου ὑμᾶς καὶ πρὸς ἐκεῖνον ἀναγαγεῖν δύναμαι.

Οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ᾽ ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θεραπείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν οἱ πιστεύσαντες ἅπαντες. Εἶδες σοφίαν Παύλου; εἶδες σύνεσιν; εἶδες πῶς αὐτοὺς ἐχειρώσατο, οὐκ ἀπὸ Εὐαγγελίων, οὐκ ἀπὸ προφητικῶν, ἀλλὰ ἀπὸ ἐπιγράμματος; Μὴ παράτρεχε τοίνυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων λογίων· ἂν μὲν νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐν ἀλλοτρίοις εὑρίσκεις τι χρήσιμον· ἂν δὲ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς, οὐδὲ ἀπὸ τῶν θείων Γραφῶν ἔσται σοί τι πλέον.

Ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, πανταχόθεν κερδαίνει· οὕτω καὶ ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς ἄπεισι. Βούλεσθε εἴπω καὶ ἕτερόν τι τοιοῦτον ἐπιχείρημα, ὅπερ ἄλλος μὲν μεθ᾽ ἑτέρας ἐφθέγξατο διανοίας, ὁ δὲ εὐαγγελιστὴς πρὸς ἑαυτὸν μετέθηκε τῶν εἰρημένων τὴν δύναμιν; Οὐκοῦν προσέχετε ἀκριβῶς, ἵνα μάθητε, ὅτι κἀκεῖνος ᾐχμαλώτισε τὸ νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἵνα μάθητε, ὅτι εἰ τὰ ἀλλότρια αἰχμαλωτίζειν δυνάμεθα, πολλῷ μᾶλλον ἐν τοῖς οἰκείοις ἐμπορευσόμεθα καὶ κερδανοῦμεν. Ὁ Καϊάφας ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου· καὶ γὰρ καὶ τοῦτο τῆς Ἰουδαϊκῆς ἐγένετο πονηρίας· κατῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, ὠνητοὺς ποιήσαντες ἀρχιερέας. Ἔμπροσθεν δὲ οὐχ οὕτως ἦν, ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως· τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς.

Ἀρχιερεὺς τοίνυν ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ὁ Καϊάφας, καθώπλιζε κατὰ τοῦ Χριστοῦ τοὺς Ἰουδαίους, καὶ ἔλεγεν· ὅτι δεῖ τοῦτον ἀποθανεῖν, ἐγκαλεῖν μὲν οὐδὲν ἔχων, βασκανίᾳ δὲ τηκόμενος. Τοιοῦτον γὰρ ὁ φθόνος· τῶν εὐεργεσιῶν τοιαύτας ἀποδίδωσι τὰς ἀμοιβάς. Ὅθεν καὶ τὴν αἰτίαν διδάσκων τῆς ἐπιβουλῆς, ἔλεγε· Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τούτου τοῦ ῥήματος ἡ δύναμις ὅρα πῶς μεθ᾽ ἡμῶν ἐγένετο· ἵνα μάθῃς ὅτι τὸ μὲν ῥῆμα ἦν τοῦ ἱερέως, τὸ δὲ νόημα ἠδυνήθη γενέσθαι πνευματικόν. Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ ἔλεγεν ἀφ᾽ ἑαυτοῦ, φησὶν, ἀλλ᾽ ὅτι ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν, ὅτι δεῖ τὸν Χριστὸν ἀποθανεῖν, οὐ μόνον ὑπὲρ Ἰουδαίων, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ ἔθνους· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.

Εἶδες δύναμιν Θεοῦ, πῶς τὴν γλῶτταν τῶν ἐχθρῶν ἀναγκάζει τὰ ὑπὲρ τῆς ἀληθείας λέγειν; εʹ. Ἵνα μὲν οὖν μὴ παρατρέχωμεν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, ἀρκούντως ταῦτα εἴρηται. ἐὰν μνημονεύητε· ἐβουλόμην δὲ εἰπεῖν, καὶ τίς ὁ γράψας τὸ βιβλίον, καὶ πότε, καὶ τίνος ἕνεκεν ἔγραψεν. Ἀλλὰ τέως ταῦτα κατέχωμεν· ἐκεῖνα δὲ εἰς τὴν ἐπιοῦσαν, ἐὰν ὁ Θεὸς θέλῃ, ἀποδώσομεν. Βούλομαι γὰρ λοιπὸν πρὸς τοὺς νεοφωτίστους ἀγαγεῖν τὸν λόγον. Νεοφωτίστους δὲ λέγω, οὐχὶ τοὺς πρὸ δύο καὶ τριῶν, οὐδὲ πρὸ δέκα ἡμερῶν φωτισθέντας μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἐνιαυτοῦ, καὶ τοὺς πρὸ πλείονος χρόνου· καὶ γὰρ καὶ τούτους οὕτω χρὴ καλεῖν. Εἰ γὰρ πολλὴν σπουδὴν ἐπιδεικνύμεθα περὶ τὴν ἑαυτῶν ψυχὴν, ἔξεστι καὶ μετὰ δέκα ἔτη εἶναι νεοφωτίστους, ἐὰν τὴν νεότητα τὴν ἀπὸ τοῦ φωτίσματος ἐγγινομένην ἡμῖν διασώσωμεν. Οὐδὲ γὰρ ὁ χρόνος ποιεῖ νεοφώτιστον, ἀλλ᾽ ὁ βίος ὁ καθαρός· ἐγχωρεῖ γὰρ καὶ μετὰ δύο ἡμέρας ἀπολέσαι τὸ ἀξίωμα τῆς προσηγορίας τὸν μὴ προσέχοντα. Καὶ τούτου παράδειγμα ὑμῖν ἐρῶ, πῶς νεοφώτιστος εὐθέως ἀπώλεσε μετὰ δύο ἡμέρας καὶ τὴν χάριν τοῦ νεοφωτίστου καὶ τὴν τιμήν. Λέγω δὲ τὸ παράδειγμα, ἵνα ἰδόντες τὸ πτῶμα, ἀσφαλίσησθε τὴν ἑαυτῶν σωτηρίαν. Οὐ γὰρ ἀπὸ τῶν ἑστώτων ὑμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπεσκελισμένων διορθοῦσθαι χρὴ καὶ θεραπεύειν.

Σίμων ὁ μάγος μετεβάλετο, φησὶ, καὶ βαπτισθεὶς προσκαρτερῶν ἦν τῷ Φιλίππῳ, θεωρῶν τὰ σημεῖα· ἀλλὰ μετ᾽ ὀλίγας ἡμέρας εὐθέως ἐπανῆλθεν ἐπὶ τὴν ἑαυτοῦ κακίαν, καὶ διὰ χρημάτων ἐβούλετο τὴν σωτηρίαν πρίασθαι. Τί οὖν φησι τῷ νεοφωτίστῳ ὁ Πέτρος; Εἰς χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα· διὸ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ κακία αὕτη. Οὔπω ἐνέβη εἰς τοὺς ἀγῶνας, καὶ εὐθέως ἔπεσεν εἰς πτῶμα ἀσύγγνωστον. Ὥσπερ οὖν ἔστι μετὰ δύο ἡμέρας πεσεῖν, καὶ ἀπολέσαι τὴν προσηγορίαν τοῦ νεοφωτίστου καὶ τὴν χάριν, οὕτω καὶ μετὰ δέκα ἔτη καὶ εἴκοσι καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας ἔστιν ἔχειν καὶ λαμπρὸν τοῦτο καὶ σεμνὸν ὄνομά τε καὶ πρᾶγμα. Καὶ τούτου μάρτυς ἀπόστολος Παῦλος, ἐν γήρᾳ διαλάμψας μειζόνως. Ἐπειδὴ γὰρ ἡ νεότης αὕτη οὐκ ἀπὸ φύσεως, ἀλλ᾽ ἑκατέρας προαιρέσεως ἡμεῖς ἐσμεν κύριοι, καὶ τὸ γηρᾶσαι καὶ μεῖναι νέους ἐν ἡμῖν ἐστι κείμενον. Ἐπὶ μὲν γὰρ τοῦ σώματος κἂν ἅπαντά τις ἐπισπουδάζῃ, κἂν ἅπαντά τις πραγματεύηται, καὶ μὴ κατατρίβῃ τὸ σῶμα, κἂν ποιῇ μένειν ἔνδον, κἂν μὴ κατατείνῃ τοῖς πόνοις αὐτὸ καὶ τοῖς συνεχέσιν ἔργοις, πάντως κατὰ τὸν τῆς φύσεως νόμον καὶ οὕτως αὐτὸ καταλήψεται τὸ γῆρας· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλ᾽ ἂν μὴ κατατρίβῃς αὐτὴν, μηδὲ κατατείνῃς πόνοις βιωτικοῖς καὶ κοσμικαῖς φροντίσι, μένει διαπαντὸς ἀκραιφνῆ τὴν νεότητα διατηροῦσα.

Οὐχ ὁρᾶτε τούτους τοὺς ἀστέρας τοὺς ἐν τοῖς οὐρανοῖς; Ἑξακισχίλια λοιπὸν ἡμῖν ἔτη φαίνουσι, καὶ οὐδεὶς αὐτῶν ἀμαυρότερος γέγονεν. Εἰ δὲ ἔνθα φύσις, οὕτως ἔμεινεν ἀκμαῖον τὸ φῶς· ἔνθα προαίρεσις, οὐ πολλῷ μᾶλλον μενεῖ τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔλαμψε; Μᾶλλον δὲ, ἐὰν ἐθέλωμεν, οὐ τοιοῦτον μόνον μενεῖ, ἀλλὰ καὶ λαμπρότερον ἔσται, ὡς καὶ πρὸς αὐτὰς ἁμιλλᾶσθαι τὰς ἡλιακὰς ἀκτῖνας. Βούλει μαθεῖν πῶς ἔξεστι καὶ μετὰ χρόνον εἶναι νεοφωτίστους;

Ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς ἀνθρώπους πρὸ πολλοῦ τοῦ χρόνου πεφωτισμένους· Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοί. Ἀπεδύσασθε τὸ παλαιὸν καὶ διεῤῥωγὸς ἱμάτιον, ἠλείψασθε τὸ μύρον τὸ πνευματικὸν, ἐλεύθεροι πάντες ἐγένεσθε· μηδεὶς λοιπὸν ἐπὶ τὴν δουλείαν ἐπανερχέσθω τὴν προτέραν. Πόλεμός ἐστι τὰ πράγματα καὶ ἀγών.

Οὐδεὶς ἀγωνίζεται δοῦλος, οὐδεὶς στρατεύεται οἰκέτης· ἀλλ᾽ ἐὰν ἁλῷ δοῦλος ὢν, μετὰ τιμωρίας ἐκβάλλεται τοῦ τῶν στρατιωτῶν καταλόγου. Οὐκ ἐπὶ τῆς στρατείας δὲ ταύτης, ἀλλὰ καὶ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων τὸ αὐτὸ τοῦτο ἔθος κρατεῖ. Μετὰ γὰρ τὰς τριάκοντα ἡμέρας τὰς ἐνταῦθα ἀναγαγόντες αὐτοὺς εἰς τὸ προάστειον περιάγουσι, καὶ τοῦ θεάτρου καθημένου παντὸς, βοᾷ ὁ κήρυξ, Μή τις τούτου κατηγορεῖ; ὥστε αὐτὸν ἀποσκευασάμενον τῆς δουλείας τὴν ὑποψίαν, οὕτως εἰς τοὺς ἀγῶνας ἐμβῆναι. Εἰ δὲ ὁ διάβολος οὐ δέχεται δούλους εἰς τοὺς ἀγῶνας τοὺς ἑαυτοῦ, πῶς σὺ τολμᾷς δοῦλος γενόμενος τῆς ἁμαρτίας εἰς τοὺς ἀγῶνας ἐμβῆναι τοῦ Χριστοῦ; Ἐκεῖ μὲν ὁ κήρυξ λέγει, Μή τις τούτου κατήγορος; ἐνταῦθα δὲ ὁ Χριστὸς οὐχ οὕτω λέγει· ἀλλὰ κἂν ἅπαντες αὐτοῦ κατηγορήσωσι πρὸ τοῦ βαπτίσματος, λέγει, Ἐγὼ δέξομαι αὐτὸν, καὶ ἀποσκευάσομαι τῆς δουλείας, καὶ ποιήσας ἐλεύθερον εἰς τοὺς ἀγῶνας εἰσάξω. Εἶδες φιλανθρωπίαν ἀγωνοθέτου; Οὐ ζητεῖ τὰ πρότερα, ἀλλὰ τῶν μετὰ ταῦτα εὐθύνας ἀπαιτεῖ. Ὅτε δοῦλος ἦς, μυρίους εἶχες κατηγόρους, τὸ συνειδὸς, τὰ ἁμαρτήματα, τοὺς δαίμονας ἅπαντας. Οὐδείς με, φησὶν, ἐκείνων ἐκίνησε κατὰ σοῦ, οὐδὲ ἐνόμισά σε ἀνάξιον τῶν ἀγώνων τῶν ἐμῶν, ἀλλ᾽ ἐδεξάμην εἰς τὰ παλαίσματα, οὐκ ἀπὸ τῆς ἀξίας τῆς σῆς, ἀλλ᾽ ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας.

Μένε τοίνυν καὶ ἀγωνίζου, κἂν τρέχειν δέῃ, κἂν πυκτεύειν, κἂν παγκρατιάζειν· μὴ ἀδήλως, μηδὲ ἁπλῶς, μηδὲ εἰκῆ. Ἄκουσον τί ἐποίησεν ὁ Παῦλος· Εὐθέως ἀπὸ τῶν ναμάτων ἀναβὰς, αὐτίκα ἀπὸ τοῦ βαπτίσματος ἠγωνίζετο, ἐκήρυττεν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ συνέχυνε τοὺς Ἰουδαίους ἀπὸ πρώτης. Ἀλλ᾽ οὐ δύνασαι κηρῦξαι σὺ, οὐδὲ ἔχεις διδασκαλικὸν λόγον; Οὐκοῦν δίδαξον διὰ τῶν ἔργων καὶ τῆς πολιτείας, διὰ τῆς λαμπρότητος τῶν πράξεων. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐ δύνασαι συγχέειν Ἰουδαίους διὰ τῆς φωνῆς; Ποίησον αὐτοὺς συγχυθῆναι διὰ τῆς πολιτείας, ποίησον καὶ Ἕλληνας θορυβηθῆναι διὰ τῆς μεταβολῆς. Ὅταν γὰρ ἴδωσι τὸν πρὸ τούτου ἀσελγῆ, τὸν πονηρὸν, τὸν ἠμελημένον, τὸν διεφθαρμένον, ἀθρόον μεταβεβλημένον, καὶ μετὰ τῆς μεταβολῆς τῆς κατὰ τὴν χάριν, μεταβολὴν τὴν κατὰ τὴν πολιτείαν ἐνδεικνύμενον, οὐ συγχυθήσονται καὶ ἐροῦσιν, ὅπερ ἐπὶ τοῦ τυφλοῦ οἱ Ἰουδαῖοι ἔλεγόν ποτε, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστι;

Συγκεχυμένων γὰρ ταῦτα τὰ ῥήματα, ἀμφιβάλλειν περὶ τοῦ γνωρίμου, διαστασιάζειν πρὸς ἑαυτοὺς, τῷ οἰκείῳ συνειδότι μὴ πιστεύειν, μηδὲ τοῖς ἑαυτῶν ὀφθαλμοῖς. Ἀπέβαλεν ἐκεῖνος τὴν σωματικὴν πήρωσιν, ἀπέβαλες σὺ τὴν ψυχικὴν πήρωσιν· ἀνέβλεψεν ἐκεῖνος εἰς τὸν ἥλιον τοῦτον, ἀνάβλεψον σὺ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης. Ἐπέγνως τὸν Δεσπότην· ἄξια τοίνυν πρᾶξον τῆς ἐπιγνώσεως· ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.