βʹ. Ἀλλ᾽ ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπόστολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν. Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. Διὰ τί; Παλαιὸν εὗρον θεμέλιον καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. Καθάπερ οὖν ἄνθρωπος μέλλων οἰκίαν μεγίστην οἰκοδομεῖν, ἐπειδὰν εὕρῃ θεμέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναμοχλεύει τὸν θεμέλιον, οὐ κινεῖ τοὺς λίθους, ἀλλ᾽ ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι τὴν νέαν καὶ πρόσφατον οἰκοδομήν· οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ᾽ εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδασκαλίαν, ἀλλ᾽ ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ᾽ ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν παλαιὸν θεμέλιον, ἀλλ᾽ ἐπάνω αὐτοῦ ᾠκοδόμησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχιτέκτονος Παύλου λέγοντος ἡμῖν τῆς οἰκοδομῆς τὴν ἀκρίβειαν· αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων. Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεμέλιον τέθεικα.