Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική ωφέλεια και η αναγκαιότητα της συνεχούς μελέτης των Γραφών

Ο ιερός ρήτορας παρομοιάζει τη μελέτη των θείων Γραφών με πνευματικό παράδεισο και αστείρευτη πηγή ύδατος, προτρέποντας τους πιστούς σε συνεχή αναζήτηση και αφομοίωση των γραφικών νοημάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 11

Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχείρωτον ποιεῖ τὸν προσέχοντα, καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα, καὶ ὅτι τῶν ἔξωθεν ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται δύναμιν οἱ ἀπόστολοι καὶ ἐξουσίαν· καὶ πρὸς τῷ τέλει πρὸς νεοφωτίστους. αʹ. Ὅταν μὲν εἰς τὴν πτωχείαν τῆς διανοίας ἴδω τῆς ἐμαυτοῦ, ναρκῶ καὶ ἀναδύομαι, πρὸς διάλεξιν τοσούτου δήμου καλούμενος· ὅταν δὲ εἰς τὴν προθυμίαν ἀναβλέψω τὴν ὑμετέραν, καὶ τὸ τῆς ἀκροάσεως ἀκόρεστον, θαῤῥῶ καὶ διανίσταμαι, καὶ μετὰ προθυμίας πρὸς τὸ τῆς διδασκαλίας ἀποδύομαι στάδιον. Ἱκανοὶ γὰρ ὑμεῖς καὶ λιθίνην λαβόντες διάνοιαν, πτεροῦ παντὸς κουφοτέραν ἐργάσασθαι τῇ περὶ τὴν ἀκρόασιν ἐπιθυμίᾳ τε καὶ σπουδῇ. Καὶ καθάπερ τὰ φωλεύοντα τῶν ζώων ἐν μέσῳ τῷ χειμῶνι πρὸς τὰς πέτρας καταδυόμενα, ἐπειδὰν ἴδῃ τὸ θέρος φανὲν, ἀφίησι τὴν κατάδυσιν, καὶ μετὰ τῶν λοιπῶν ζώων ἀγελάζεται, καὶ κοινῇ μεθ᾽ ἡμῶν σκιρτᾷ· οὕτω καὶ ἡ ψυχὴ ἡ ἡμετέρα ὥσπερ εἴς τινα φωλεὸν τῆς ἀσθενείας τοῦ συνειδότος καταδυομένη, ὅταν ἴδῃ τὸν πόθον τῆς ὑμετέρας ἀγάπης, ἀφίησι τὸν φωλεὸν, καὶ μεθ᾽ ὑμῶν ἀγελάζεται, κοινῇ μεθ᾽ ὑμῶν σκιρτᾷ τὰ καλὰ τῶν Γραφῶν σκιρτήματα, ἐν τῷ πνευματικῷ καὶ θείῳ λειμῶνι, ἐν τῷ παραδείσῳ τῆς Γραφῆς.

Καὶ γὰρ πνευματικὸς λειμὼν, καὶ παράδεισος τρυφῆς ἡ τῶν θείων Γραφῶν ἐστιν ἀνάγνωσις, παράδεισος δὲ τρυφῆς ἐκείνου τοῦ παραδείσου βελτίων. Τοῦτον τὸν παράδεισον οὐκ ἐν τῇ γῇ, ἀλλ᾽ ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς ἐφύτευσεν ὁ Θεός· τοῦτον τὸν παράδεισον οὐκ ἐν Ἐδὲμ, οὐδὲ κατὰ ἀνατολὰς ἔθετο ἐν ἑνὶ περιγράψας χωρίῳ, ἀλλὰ πανταχοῦ τῆς γῆς ἐξήπλωσε, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐξέτεινε. Καὶ ὅτι πανταχοῦ τῆς οἰκουμένης τὰς Γραφὰς ἥπλωσεν, ἄκουσον τοῦ προφήτου λέγοντος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Κἂν πρὸς Ἰνδοὺς ἀπέλθῃς, οὓς πρώτους ἀνίσχων ὁ ἥλιος ὁρᾷ, κἂν εἰς τὸν ὠκεανὸν ἀπέλθῃς, κἂν πρὸς τὰς Βρεταννικὰς νήσους ἐκείνας, κἂν εἰς τὸν Εὔξεινον πλεύσῃς πόντον, κἂν πρὸς τὰ νότια ἀπέλθῃς μέρη, πάντων ἀκούσῃ πανταχοῦ τὰ ἀπὸ τῆς Γραφῆς φιλοσοφούντων, φωνῇ μὲν ἑτέρᾳ, πίστει δὲ οὐχ ἑτέρᾳ, καὶ γλώσσῃ μὲν διαφόρῳ, διανοίᾳ δὲ συμφώνῳ. Ὁ μὲν γὰρ φθόγγος τῆς γλώσσης, ἐνήλλακται, ὁ δὲ τρόπος τῆς εὐσεβείας οὐκ ἐνήλλακται· καὶ βαρβαρίζουσι μὲν τῇ γλώττῃ, φιλοσοφοῦσι δὲ τῇ γνώμῃ· καὶ σολοικίζουσι μὲν τῷ φθόγγῳ, εὐσεβοῦσι δὲ τῷ τρόπῳ.

Εἶδες παραδείσου μῆκος πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐκτεταμένου; Ἐνταῦθα οὐκ ἔστιν ὄφις, καθαρὸν τῶν θηρίων ἐστὶ τὸ χωρίον, καὶ τῇ τοῦ Πνεύματος τειχίζεται χάριτι. Ἔχει καὶ πηγὴν ὁ παράδεισος οὗτος, καθάπερ ἐκεῖνος, πηγὴν μυρίων ποταμῶν μητέρα, οὐχὶ τεσσάρων. Οὐ γὰρ τὸν Τίγρητα, οὐδὲ τὸν Εὐφράτην, οὐδὲ τὸν Αἰγύπτιον Νεῖλον, οὐδὲ τὸν Ἰνδὸν Γάγγην, ἀλλὰ μυρίους ἀφίησι ποταμοὺς αὕτη ἡ πηγή. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τοὺς ποταμοὺς ἡμῖν χαρισάμενος Θεός· Ὁ πιστεύων γὰρ εἰς ἐμὲ, φησὶ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Εἶδες πῶς οὐχὶ τέσσαρες ποταμοὶ, ἀλλὰ ἀδιόριστοι ἀπὸ τῆς πηγῆς ἐκείνης ἐκχέοντες; Οὐ τῷ πλήθει δὲ μόνον, ἀλλὰ καὶ τῇ φύσει θαυμαστὴ ἡ πηγή· οὐ γὰρ ὕδατός ἐστι τὰ νάματα, ἀλλὰ Πνεύματος τὰ χαρίσματα. Αὕτη ἡ πηγὴ καθ᾽ ἑκάστην ψυχήν ἐστι τῶν πιστῶν μεριζομένη, καὶ οὐ μειουμένη· μεριζομένη, καὶ οὐ δαπανωμένη· κατακερματιζομένη, καὶ οὐκ ἐλαττουμένη· παρὰ πᾶσιν ὁλόκληρος, καὶ ἐν ἑκάστῳ ὁλόκληρος. Τοσαῦτα γὰρ τοῦ Πνεύματος τὰ χαρίσματα. Βούλει μαθεῖν τὴν δαψίλειαν τῶν ναμάτων τούτων; βούλει μαθεῖν τῶν ὑδάτων τὴν φύσιν; πῶς οὐκ ἔοικε τούτοις, ἀλλὰ βελτίω τούτων καὶ θαυμασιώτερά ἐστιν; Ἄκουσον πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τῇ Σαμαρείτιδι, ἵνα μάθῃς τὴν δαψίλειαν τῆς πηγῆς.

Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, φησὶ, τῷ πιστῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὐκ εἶπεν, ἐξιόντος, οὐκ εἶπε, προχεομένου, ἀλλὰ, ἁλλομένου, διὰ τῶν ἁλμάτων τὴν ἀφθονίαν ἡμῖν ἐμφαίνων. Ἐκεῖνα τῶν κρηναίων ὑδάτων ἐξάλλεσθαι καὶ πηδᾷν πανταχόθεν εἴωθεν, ἅπερ ἂν αἱ πηγαὶ ἐν τοῖς κόλποις μὴ δύνανται κατέχειν, ἀλλὰ νικώμεναι τῇ συνεχείᾳ τῆς ἐπιῤῥοῆς πανταχόθεν αὐτὰ ἀναβλύζουσι. Βουλόμενος οὖν τὴν δαψίλειαν τῶν ναμάτων δεῖξαι, εἶπεν, ἁλλομένου, οὐκ, ἐξιόντος. Βούλει καὶ τὴν φύσιν αὐτῆς καταμαθεῖν; Μάνθανε ἀπὸ τῆς χρείας. Οὐ γὰρ εἰς ζωὴν τὴν παροῦσαν, ἀλλ᾽ εἰς ζωὴν αἰώνιόν ἐστι χρησίμη.

Διατρίψωμεν τοίνυν ἐν τῷ παραδείσῳ τούτῳ, παρακαθεζώμεθα τῇ πηγῇ, μὴ πάθωμεν ὅπερ ἔπαθεν ὁ Ἀδὰμ, καὶ ἐκπέσωμεν τοῦ παραδείσου· μὴ δεξώμεθα συμβουλὴν ὀλεθρίαν, μὴ παραδεξώμεθα τὴν ἀπάτην τοῦ διαβόλου· μένωμεν ἔνδον· πολλὴ γὰρ ἡ ἐντεῦθεν ἀσφάλεια· μένωμεν ἐν τῇ ἀναγνώσει τῶν Γραφῶν τούτων. Καθάπερ γὰρ οἱ πηγῇ παρακαθήμενοι, καὶ τῆς αὔρας ἐκείνης ἀπολαύοντες, καὶ καύσωνος ἐπικειμένου τὴν ὄψιν συνεχῶς ἐπικλύζοντες, ἀποκρούονται τὸ πνῖγος τοῖς νάμασι, καὶ δίψους διενοχλοῦντος ῥᾳδίως ἰῶνται τὸ πάθος, ἐγγύθεν τὸ φάρμακον ἀπὸ τῆς πηγῆς ἔχοντες· οὕτως ὁ παρὰ τὴν πηγὴν τῶν θείων Γραφῶν παρακαθήμενος, κἂν ἐπιθυμίας ἀτόπου φλόγα διενοχλοῦσαν ἴδῃ, ῥᾳδίως ἀπὸ τῶν ναμάτων ἐκείνων τὴν ψυχὴν ἀποκλύσας ἀπεκρούσατο τὴν φλόγα· κἂν ὀργὴ διακαὴς ἐνοχλῇ, τὴν καρδίαν καθάπερ λέβητα ὑποκαιόμενον ἀναβράσσουσα, μικρὸν τοῦ νάματος ἐπιστάξας, εὐθέως κατέστειλε τοῦ πάθους τὴν ἀναισχυντίαν· καὶ ἐκ πάντων τῶν πονηρῶν λογισμῶν, ὥσπερ ἐκ μέσης φλογὸς, ἐξαρπάζει τὴν ψυχὴν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις.

βʹ. Διὸ καὶ ὁ προφήτης ὁ μέγας Δαυῒδ ἐκεῖνος, εἰδὼς τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς ἀναγνώσεως τῶν Γραφῶν, τὸν διηνεκῶς προσέχοντα ταῖς Γραφαῖς καὶ τῆς ὁμιλίας ταύτης ἀπολαύοντα παρεικάζει φυτῷ ἀεὶ τεθηλότι, παρὰ τοὺς ῥύακας ἑστηκότι τῶν ὑδάτων, οὑτωσὶ λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ᾽ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων.

Καθάπερ γὰρ τὸ ξύλον ἐκεῖνο τὸ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένον, παρ᾽ αὐτοὺς τοὺς ῥύακας ἑστηκὸς, διηνεκῆ τῆς ἀρδείας ἔχον τὴν χορηγίαν, πάσῃ ἀέρων ἀνωμαλίᾳ ἀχείρωτον γίνεται, καὶ οὔτε ἀκτῖνα θερμοτέραν γενομένην δέδοικεν, οὔτε τὸν ἀέρα μεταπεσόντα εἰς αὐχμὸν εὐλαβεῖται· ἱκανὴν γὰρ ἔχον ἐναποκεκλεισμένην ἐν ἑαυτῷ τὴν νοτίδα, πάσης ἡλιακῆς θέρμης πλεονεξίαν ἔξωθεν προσβαλοῦσαν εὐθέως ἀποκρούεται καὶ διωθεῖται· οὕτω καὶ ψυχὴ παρὰ τοὺς ῥύακας ἑστηκυῖα τῶν θείων Γραφῶν, καὶ ποτιζομένη διηνεκῶς, ἐκεῖνα τὰ νάματα καὶ τὴν δρόσον τοῦ Πνεύματος ἐν ἑαυτῇ συνάγουσα, πρὸς πᾶσαν πραγμάτων περίστασιν ἀχείρωτος ἔσται, κἂν νόσος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν λοιδορίαι, κἂν σκώμματα, κἂν πᾶσα ῥᾳθυμία, κἂν πάντα τὰ τῆς οἰκουμένης κακὰ εἰς τὴν τοιαύτην κατασκήψῃ ψυχὴν, εὐκόλως ἀποκρούεται τὴν πύρωσιν τῶν παθῶν, ἀπὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως ἱκανὴν παράκλησιν ἔχουσα.

Οὔτε γὰρ δόξης μέγεθος, οὐ δυναστείας ὄγκος, οὐ φίλων παρουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων οὕτω τὸν ἐν ὀδύνῃ παραμυθήσασθαι δυνήσεται, ὡς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις. Τί δήποτε; Ὅτι ἐκεῖνα μὲν ἐπίκηρα καὶ φθαρτὰ, διὸ καὶ φθαρτὴ αὐτῶν ἡ παράκλησις· ἡ δὲ τῶν Γραφῶν ἀνάγνωσις, Θεοῦ ὁμιλία ἐστίν. Ὅταν οὖν ὁ Θεὸς τὸν ἐν ἀθυμίᾳ παρακαλῇ, τί τῶν ὄντων αὐτὸν εἰς ἀθυμίαν ἐμβαλεῖν δύναται;

Προσέχωμεν τοίνυν τῇ ἀναγνώσει, μὴ τὰς δύο μόνον ταύτας ὥρας (οὐ γὰρ ἀρκεῖ ἡμῖν εἰς ἀσφάλειαν ἡ ψιλὴ αὕτη ἀκρόασις), ἀλλὰ διηνεκῶς· καὶ ἕκαστος οἴκαδε ἀναχωρήσας τὰ Βιβλία μετὰ χεῖρας λαμβανέτω, καὶ τῶν εἰρημένων ἐπερχέσθω τὰ νοήματα, εἴ γε μέλλῃ διηνεκῆ καὶ ἀρκοῦσαν ἔχειν τὴν ἀπὸ τῆς Γραφῆς ὠφέλειαν. Καὶ γὰρ τὸ ξύλον ἐκεῖνο, τὸ παρὰ τοὺς ῥύακας ἑστηκὸς, οὐ δύο καὶ τρεῖς ὥρας ὁμιλεῖ τοῖς ὕδασιν, ἀλλὰ πᾶσαν μὲν ἡμέραν, πᾶσαν δὲ νύκτα. Διὰ τοῦτο κομᾷ τοῖς φύλλοις, διὰ τοῦτο βρίθει τῷ καρπῷ ἐκεῖνο τὸ ξύλον, κἂν μηδεὶς αὐτὸ ἀνθρώπων ποτίζῃ· ἐπειδὴ παρὰ τοὺς ῥύακας ἕστηκεν αὐτὸ, διὰ τῶν ῥιζῶν ἐπισπᾶται τὴν νοτίδα, καὶ ὥσπερ διά τινων πόρων παραπέμπει τὴν ὠφέλειαν παντὶ τῷ σώματι· οὕτω καὶ ὁ συνεχῶς ἀναγινώσκων τὰς θείας Γραφὰς, καὶ παρὰ τοὺς ῥύακας αὐτῶν ἑστηκὼς, κἂν μηδένα ἔχῃ τὸν ἑρμηνεύοντα, διὰ τῆς συνεχοῦς ἀναγνώσεως, ὥσπερ διά τινων ῥιζῶν, πολλὴν ἐπισπᾶται τὴν ὠφέλειαν. Διὰ τοῦτο καὶ ἡμεῖς τὰς φροντίδας ὑμῶν εἰδότες, τοὺς περισπασμοὺς, τὰς ἀσχολίας τὰς πολλὰς, ἠρέμα καὶ καταμικρὸν ὑμᾶς προσάγομεν τοῖς νοήμασι τῶν Γραφῶν, τῷ σχολαίῳ τῆς ἐξηγήσεως μόνιμον ποιοῦντες τῶν λεγομένων τὴν μνήμην.

Καὶ γὰρ ὄμβρος ῥαγδαῖος μὲν καταῤῥηγνύμενος, κατακλύζει τὴν ἐπιφάνειαν, καὶ τὸ βάθος οὐδὲν ὠφελεῖ· ἠρέμα δὲ καὶ καταμικρὸν ἐλαίου δίκην ἐνιζάνων τῷ προσώπῳ τῆς γῆς, ὥσπερ διά τινων φλεβῶν τῶν πόρων αὐτῆς πρὸς τὸ βάθος διολισθαίνων, τὰς λαγόνας αὐτῆς ἐμπλήσας νοτίδος, εὐπορωτάτην ποιεῖ πρὸς τὴν τῶν καρπῶν φοράν. Διὸ καὶ ἡμεῖς τὸν πνευματικὸν τοῦτον ὄμβρον ἠρέμα ταῖς ὑμετέραις ἐνίεμεν ψυχαῖς· αἱ μὲν γὰρ Γραφαὶ νεφέλαις ἐοίκασι πνευματικαῖς, τὰ δὲ ῥήματα καὶ νοήματα ὄμβρῳ προσέοικε πολλῷ τούτου βελτίονι· καὶ διὰ τοῦτο τὸν πνευματικὸν τοῦτον ὄμβρον καταμικρὸν ὑμῖν ἐνίεμεν, ἵνα πρὸς αὐτὸ τὸ βάθος χωρήσῃ τὰ ῥήματα. Διὰ τοῦτο τετάρτην σήμερον ἡμέραν ἔχοντες ἐξηγήσεως, οὐδέπω μίαν ἐπιγραφὴν παρελθεῖν ἠδυνήθημεν, ἀλλ᾽ ἔτι περὶ αὐτὴν στρεφόμεθα. Βέλτιον γὰρ μικρὸν διασκάπτοντας χωρίον, καὶ πρὸς τὸ βάθος καταβαίνοντας πολὺν τῶν ἀναγκαίων εὑρίσκειν τὸν θησαυρὸν, ἢ πολλὰς ἀρούρας ἐπιόντας ἄνωθεν, ἁπλῶς καὶ εἰκῆ ταλαιπωρεῖσθαι καὶ μάτην. Καίτοι οἶδα πολλοὺς πρὸς τὴν βραδύτητα ταύτην δυσχεραίνοντας· ἀλλ᾽ οὐ μέλει μοι τῆς ἐκείνων κατηγορίας, ἀλλὰ μέλει μοι τῆς ὑμετέρας ὠφελείας. Οἱ ὀξύτερον βαδίζειν δυνάμενοι τοὺς βραδυτέρους τῶν ἀδελφῶν ἀναμενέτωσαν· οὗτοι μὲν γὰρ ἐκείνους ἀναμεῖναι δύνανται, οἱ δὲ ἀσθενέστεροι πρὸς ἐκείνους ἑαυτοὺς παρεκτεῖναι οὐκ ἰσχύουσι.

Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι οὐκ ὀφείλομεν τοὺς ἀσθενεῖς ἀναγκάζειν πρὸ καιροῦ, πρὸς τὴν τελειότητα τῶν δυνατῶν ἐκτείνεσθαι μὴ δυναμένους· ἀλλ᾽ ὅτι ἡμεῖς ὀφείλομεν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν. Ὠφελείας ἡμῖν μέλει τῆς ὑμετέρας, οὐκ ἐπιδείξεως ἁπλῶς· διὰ τοῦτο ἐνδιατρίβομεν τοῖς νοήμασι.