Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἀρχὴν τῶν Πράξεων

Ἰωάννης ὁ Χρυσόστομος

Η ποιμαντική συγκατάβαση του Παύλου και η ανάγνωση των Πράξεων κατά την Πεντηκοστή

Εξήγηση της λειτουργικής πράξης να αναγινώσκονται οι Πράξεις την περίοδο της Πεντηκοστής, ερμηνεία της ιουδαΐζουσας πρακτικής του Παύλου ως ποιμαντικής οικονομίας και αναφορά στα θαύματα ως απτά σημεία της Αναστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 11

Οὐκοῦν ἀνάγκη παρ᾽ ἡμῶν ὑμᾶς ὑπομνησθῆναι, καὶ πρότερον ἀναγνῶναι τὸ γραμματεῖον, δι᾽ οὗ καὶ τὴν προτέραν καταβολὴν ἐποιησάμεθα, καὶ τίνα ἦν τὰ καταβληθέντα εἰπεῖν, ἵνα ἴδωμεν ἐκ τῶν καταβληθέντων τὰ λειπόμενα.

Τίνα οὖν ἐστι τὰ καταβληθέντα πρότερον; Εἶπον ἐκεῖ τίς ἦν ὁ τὸ βιβλίον γράψας τῶν Πράξεων, καὶ τίς ὁ πατὴρ τοῦ λόγου τούτου· μᾶλλον δὲ οὐχ ὁ πατὴρ τοῦ λόγου, ἀλλ᾽ ὁ διάκονος· οὐ γὰρ αὐτὸς ἔτεκε τὰ εἰρημένα, ἀλλ᾽ αὐτὸς διηκόνησε τοῖς εἰρημένοις.

Εἶπον περὶ τῶν Πράξεων αὐτῶν, καὶ τί ποτ᾽ οὖν βούλεται ἐνδείξασθαι τὸ τῶν Πράξεων ὄνομα· εἶπον καὶ περὶ τῆς τῶν ἀποστόλων προσηγορίας. Ἀνάγκη λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν οἱ Πατέρες ἡμῶν ἐν τῇ Πεντηκοστῇ τὸ βιβλίον τῶν Πράξεων ἀναγινώσκεσθαι ἐνομοθέτησαν. Τάχα γὰρ μέμνησθε ὅτι καὶ τοῦτο τότε ὑπεσχόμεθα ἐρεῖν. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς καιροὺς ἡμῖν τούτους παρετήρησαν οἱ Πατέρες, ἀλλὰ μετά τινος λόγου σοφοῦ πεποιήκασι τοῦτο· οὐχ ἵνα ὑπὸ ἀνάγκην καιρῶν τὴν ἐλευθερίαν ἡμῖν ὑποβάλωσιν, ἀλλ᾽ ἵνα τῇ τῶν ἀσθενεστέρων πτωχείᾳ συγκαταβάντες, ἐπὶ τὸν πλοῦτον τῆς γνώσεως αὐτοὺς ἀναγάγωσι.

Καὶ ὅτι διὰ τοῦτο παρατηροῦσι καιροὺς, οὐχ ἑαυτοὺς τῇ ἀνάγκῃ τῆς παρατηρήσεως ὑποβάλλοντες, ἀλλὰ τοῖς ἀσθενεστέροις συγκατιέναι σπουδάζοντες, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἡμέρας παρατηρεῖτε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς; Φοβοῦμαι μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Σὺ δὲ οὐ παρατηρεῖς ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτούς; Τί οὖν; εἰ ἴδωμεν τὸν κωλύοντα παρατηρεῖν ἡμέρας καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηροῦντα ταῦτα, τί ἐροῦμεν, εἰπέ μοι; ὅτι μάχεται ἑαυτῷ, καὶ φιλονεικεῖ;

Μὴ γένοιτο! ἀλλ᾽ ὅτι τῶν παρατηρούντων τοὺς καιροὺς τὴν ἀσθένειαν ἀνελεῖν βουλόμενος συγκαταβαίνει διὰ τῆς παρατηρήσεως πρὸς ἐκείνους. Οὕτω καὶ ἰατροὶ ποιοῦσι, τῶν σιτίων τῶν διδομένων τοῖς νοσοῦσιν ἀπογεύονται πρότερον, οὐκ αὐτοὶ δεόμενοι τῶν σιτίων, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν διορθῶσαι σπουδάζοντες. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· οὐδὲν δεόμενος τῆς παρατηρήσεως τῶν καιρῶν, τοὺς καιροὺς ἐτήρησεν, ἵνα τοὺς παρατηροῦντας ἀπαλλάξῃ τῆς ἀσθενείας τῆς κατὰ τὴν παρατήρησιν. Καὶ ποῦ παρετήρησε καιροὺς ὁ Παῦλος; Προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ. Τῇ δὲ ἐπιούσῃ, φησὶ, κατεπλεύσαμεν εἰς Μίλητον. Κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Εἶδες πῶς ὁ λέγων, Ἡμέρας μὴ παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς, τὴν ἡμέραν τῆς Πεντηκοστῆς παρετήρει;

δʹ. Καὶ οὐ μόνον ἡμέραν παρετήρει, ἀλλὰ καὶ τόπον· οὐ γὰρ μόνον τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἔσπευδε ποιῆσαι, ἀλλὰ καὶ ἐν Ἱεροσολύμοις αὐτὴν ἐπιτελέσαι. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; Τὰ Ἱεροσόλυμα κατελύθη, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων τῇ τοῦ Θεοῦ ψήφῳ, ἡ πολιτεία ἡ προτέρα ἐλύθη. Σὺ πρὸς Γαλάτας βοᾷς λέγων· Οἱ ἐν νόμῳ δικαιοῦσθαι προσδοκῶντες, τῆς χάριτος ἐξεπέσατε· καὶ τί πάλιν ἡμᾶς πρὸς τὴν δουλείαν ἄγεις τοῦ νόμου; Οὐκ ἔστι μικρὸν τὸ κινούμενον, μαθεῖν εἰ μάχεται ἑαυτῷ ὁ Παῦλος. Οὐδὲ γὰρ ἡμέρας μόνον παρατηρεῖ ὁ Παῦλος, ἀλλὰ καὶ ἄλλα φυλάττει νομικὰ παραγγέλματα, καὶ βοᾷ λέγων τοῖς Γαλάταις· Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.

Οὗτος τοίνυν ὁ Παῦλος, ὁ λέγων ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, φαίνεται αὐτὸς περιτέμνων τὸν Τιμόθεον. Εὑρὼν γὰρ, φησὶν, ὁ Παῦλος ἐν Λύστροις τινὰ νεανίαν, υἱὸν Ἰουδαίας γυναικὸς πιστῆς, πατρὸς δὲ Ἕλληνος, περιέτεμεν αὐτόν· οὐκ ἐβούλετο γὰρ ἀκρόβυστον πέμπειν διδάσκαλον.

Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; ἀναιρεῖς τῷ λόγῳ τὴν περιτομὴν, καὶ βεβαιοῖς τῷ ἔργῳ πάλιν; Οὐ βεβαιῶ, φησὶν, ἀλλ᾽ ἀναιρῶ διὰ τῶν ἔργων. Καὶ γὰρ υἱὸς γυναικὸς ἦν Ἰουδαίας πιστῆς ὁ Τιμόθεος, πατρὸς δὲ Ἕλληνος, ἀκροβύστου δὲ γένους. Ἐπεὶ οὖν ἔμελλεν αὐτὸν ὁ Παῦλος προπέμπειν τοῖς Ἰουδαίοις διδάσκαλον, οὐκ ἐβούλετο δὲ ἀκρόβυστον πέμψαι, ἵνα μὴ εὐθέως ἀπὸ τῶν προοιμίων ἀποκλείσῃ τὰς θύρας τῷ λόγῳ. Προοδοποιῶν τοίνυν τῇ ἀναιρέσει τῆς περιτομῆς, καὶ ἀνοίγων ὁδὸν τῇ διδασκαλίᾳ τοῦ Τιμοθέου, περιέθηκεν αὐτῷ περιτομὴν, ἵνα ἀνέλῃ περιτομήν. Διὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐχ ἵνα Ἰουδαῖος γένηται, τοῦτο εἴρηκεν ὁ Παῦλος, ἀλλ᾽ ἵνα τοὺς μένοντας Ἰουδαίους πείσῃ μηκέτι εἶναι Ἰουδαίους· διὰ τοῦτο καὶ τοῦτον περιέτεμεν, ἵνα ἀνέλῃ τὴν περιτομήν.

Τῇ περιτομῇ τοίνυν κατὰ τῆς περιτομῆς ἐχρήσατο. Ἔλαβε γὰρ περιτομὴν καὶ ὁ Τιμόθεος, ἵνα δυνηθῇ παραδεχθῆναι ὑπὸ τῶν Ἰουδαίων, καὶ εἰσελθὼν κατὰ μικρὸν ἐξελκύσῃ ταύτης αὐτοὺς τῆς παρατηρήσεως. Εἶδες τίνος ἕνεκεν καὶ Πεντηκοστὴν καὶ περιτομὴν ἐτήρησεν ὁ Παῦλος; Βούλεσθε καὶ ἄλλα ὑμῖν ἀποδείξω νόμιμα τηροῦντα αὐτόν; Προσέχετε ἀκριβῶς. Ἀνῆλθέ ποτε εἰς Ἱεροσόλυμα, καὶ ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔλεγον αὐτῷ· Θεωρεῖς, ἀδελφὲ Παῦλε, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων, καὶ οὗτοι πάντες κατήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου διδάσκεις. Τί οὖν; Ποίησον ὅ σοι λέγομεν. Εἰσὶ παρ᾽ ἡμῖν ἄνδρες εὐχὴν ἔχοντες ἐν ἑαυτοῖς· τούτους λαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ ξύρησαι τὴν κεφαλὴν μετ᾽ αὐτῶν, ἵνα ἔργῳ πιστωθῶσιν, ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ τηρεῖς καὶ αὐτὸς τὸν νόμον τοῦ Μωϋσέως. Εἴδετε συγκατάβασιν θαυμασίαν; Καιροὺς παρατηρεῖ, ἵνα ἀνέλῃ καιρῶν παρατήρησιν· περιτομὴν περιτίθησιν, ἵνα παύσῃ περιτομήν· θυσίαν προσάγει, ἵνα καθέλῃ τὴν παρατήρησιν τῶν θυσιῶν. Καὶ ὅτι διὰ τοῦτο ταῦτα ἐποίει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγενόμην τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω, καὶ ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Ἐποίει δὲ ταῦτα ὁ Παῦλος μιμούμενος τὸν ἑαυτοῦ Δεσπότην.

Καθάπερ γὰρ αὐτὸς Ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾽ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ ἐλεύθερος ὢν δοῦλος γέγονεν· οὕτω καὶ οὗτος ἐλεύθερος ὢν ἐκ πάντων πᾶσιν ἑαυτὸν ἐδούλωσεν, ὥστε πάντας κερδᾶναι.

Δοῦλος ἐγένετο τὴν φύσιν τὴν ἡμετέραν ἀναλαβὼν ὁ Δεσπότης, ἵνα τοὺς δούλους ἐλευθέρους ποιήσῃ· Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, ἵνα τοὺς κάτω μένοντας ἀναγάγῃ εἰς οὐρανόν. Ἔκλινεν οὐρανούς· οὐκ εἶπε· Κατέλιπεν οὐρανοὺς, καὶ κατέβη, ἀλλ᾽ Ἔκλινεν, εὐκολωτέραν σοι τὴν ἄνοδον ποιῶν τὴν εἰς τοὺς οὐρανούς. Τοῦτον καὶ ὁ Παῦλος ἐμιμήσατο κατὰ δύναμιν, διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Καὶ πῶς σὺ, ὦ μακάριε Παῦλε, τοῦ Χριστοῦ ἐγένου μιμητής; Πῶς; Ἐπειδὴ οὐδαμοῦ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ὅπως σωθῶσι, καὶ ἐλεύθερος ὢν ἐκ πάντων, πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Οὐδὲν τοίνυν ταύτης τῆς δουλείας βέλτιον, ἐλευθερίας γὰρ ἑτέροις αἰτία γίνεται.

Ἁλιεὺς ἦν πνευματικὸς ὁ Παῦλος· Ποιήσω γὰρ ὑμᾶς, φησὶν, ἁλιεῖς ἀνθρώπων· διὰ τοῦτο καὶ ταῦτα ἐποίει. Καὶ γὰρ καὶ οἱ ἁλιεῖς, ἐπειδὰν ἴδωσι τὸν ἰχθὺν καταπιόντα τὸ ἄγκιστρον, οὐκ εὐθέως ἀνθέλκουσιν, ἀλλ᾽ ἐνδιδόντες μέχρι πολλοῦ διαστήματος ἀκολουθοῦσιν ἀναμένοντες ἐμπαγῆναι τὸ ἄγκιστρον καλῶς, ἵνα οὕτω μετὰ ἀσφαλείας τὴν θήραν ἑλκύσωσιν. Οὕτω καὶ οἱ ἀπόστολοι τότε ἐποίουν· ἐνέβαλλον τὸ ἄγκιστρον τῆς διδασκαλίας τοῦ λόγου ψυχῇ τῇ Ἰουδαϊκῇ, οἱ δὲ ἀνθεῖλκον εἰκῆ, καὶ κατέσχον εἰς περιτομὴν ἑαυτοὺς ἄγοντες, εἰς ἑορτὰς, εἰς καιρῶν παρατήρησιν, εἰς θυσίας, εἰς τὸ ξυρᾶσθαι καὶ ἕτερα τοιαῦτα ποιεῖν· οἱ δὲ ἀπόστολοι πανταχοῦ ἠκολούθουν αὐτοῖς, καὶ οὐκ ἀνθεῖλκον· ὥστε κἂν περιτομὴν ζητῇς, φησὶν, οὐκ ἀντιτείνω, ἀλλ᾽ ἕπομαι· κἂν θυσίαν αἰτῇς, θύω, κἂν ξυρᾶσθαι βουληθῇς ἐμὲ τὸν ἀποστάντα τῆς σῆς πολιτείας, πάρειμι, καὶ ποιῶ τὸ κελευόμενον· κἂν Πεντηκοστὴν κελεύῃς παρατηρῆσαί με, οὐδὲ ἐνταῦθα φιλονεικῶ· ἀλλ᾽ ὅπουπερ ἂν περιάγῃς, ἀκολουθῶ καὶ ἐνδίδωμι ἐμπαγῆναί σοι ἀναμένων τοῦ λόγου τὸ ἄγκιστρον, ὥστε δυνηθῆναι μετὰ ἀσφαλείας ἅπαν ὑμῶν ἐξελκύσαι τὸ ἔθνος τῆς παλαιᾶς λατρείας καὶ πολιτείας. Διὰ τοῦτο γὰρ καὶ ἀπὸ Ἐφέσου εἰς Ἱεροσόλυμα ἦλθον. Ὁρᾷς πόσον παρηκολούθησεν ὁ Παῦλος τῇ ἁλείᾳ τῶν ἰχθύων ἐνδιδοὺς τῷ λόγῳ;

ὁρᾷς ὅτι ἡ παρατήρησις τῶν καιρῶν, καὶ ἡ συγκατάβασις τῆς περιτομῆς, καὶ ἡ κοινωνία τῶν θυσιῶν διὰ τοῦτο ἐγίνετο, οὐχ ἵνα αὐτοὶ πρὸς τὴν παλαιὰν ἐπανέλθωσι πολιτείαν, ἀλλ᾽ ἵνα ἐκείνους τοῖς τύποις παρακαθημένους πρὸς τὴν ἀλήθειαν ἐπαναγάγωσιν; Ὁ γὰρ ἐν ὕψει καθήμενος, ἐὰν διαπαντὸς ἐπὶ τοῦ ὕψους μένῃ, οὐδέποτε δυνήσεται τὸν κάτω κείμενον ἀναγαγεῖν, ἀλλὰ δεῖ πρότερον ἐκεῖνον ταπεινωθῆναι, καὶ τότε τοῦτον ὑψωθῆναι.

Διὰ τοῦτο κατέβησαν οἱ ἀπόστολοι ἀπὸ τοῦ ὕψους τῆς πολιτείας τῆς εὐαγγελικῆς, ἵνα ἀπὸ τῆς ταπεινότητος τῆς πολιτείας τῆς Ἰουδαϊκῆς ἀναγάγωσιν εἰς τὸ ὕψος ἐκεῖνο τοὺς Ἰουδαίους. εʹ. Ἀλλ᾽ ὅτι μὲν ἡ τῶν καιρῶν παρατήρησις καὶ τὰ λοιπὰ πάντα χρησίμως καὶ συμφερόντως ἐγίνοντο, ἀπὸ τούτων δῆλον· ἴδωμεν δὲ λοιπὸν τίνος ἕνεκεν τὸ βιβλίον τῶν Πράξεων τῶν ἀποστόλων ἐν τῷ καιρῷ τῆς Πεντηκοστῆς ἀναγινώσκεται. Διὰ γὰρ τοῦτο ταῦτα πάντα ἐκινήσαμεν, ἵν᾽, ὅταν ἴδητε καιρῶν παρατήρησιν ἐγκειμένην, μὴ νομίσητε πολιτείαν νοσεῖν Ἰουδαϊκὴν τοὺς ἀποστόλους. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ· οὐ γὰρ μικρόν ἐστι ζήτημα τὸ μέλλον ῥηθήσεσθαι. Ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὰ περὶ τοῦ σταυροῦ πάντα ἀναγινώσκομεν· ἐν τῷ σαββάτῳ τῷ μεγάλῳ πάλιν, ὅτι παρεδόθη ἡμῶν ὁ Κύριος, ὅτι ἐσταυρώθη, ὅτι ἀπέθανε τὸ κατὰ σάρκα, ὅτι ἐτάφη· τίνος οὖν ἕνεκεν καὶ τὰς Πράξεις τῶν ἀποστόλων οὐ μετὰ τὴν Πεντηκοστὴν ἀναγινώσκομεν, ὅτε καὶ ἐγένοντο, καὶ ἀρχὴν ἔλαβον; Καὶ οἶδα μὲν ὅτι πολλοὶ τοῦτο ἀγνοοῦσι· διόπερ ἀπὸ τοῦ βιβλίου τῶν Πράξεων αὐτὸ πιστώσασθαι ἀναγκαῖον, ἵνα μάθητε, ὅτι τὴν ἀρχὴν τῶν Πράξεων τῶν ἀποστολικῶν οὐχ ἡ Πεντηκοστὴ ἔχει, ἀλλ᾽ ὁ καιρὸς ὁ μετὰ τὴν Πεντηκοστήν.

Διὸ καὶ δικαίως ἄν τις ζητήσειε, τί δήποτε τὸν μὲν σταυρὸν ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ καὶ τοῦ πάθους ἀναγινώσκειν νενομοθέτηται· τὰς δὲ Πράξεις τὰς ἀποστολικὰς οὐκ αὐταῖς ταῖς ἡμέραις ἀναγινώσκομεν, οὐδὲ τῷ καιρῷ καθ᾽ ὃν ἐπράχθησαν, ἀλλὰ προφθάνομεν τὸν καιρόν. Οὐδὲ γὰρ εὐθέως ὅτε ἀνέστη Χριστὸς, θαύματα ἐποίουν οἱ ἀπόστολοι, ἀλλὰ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνηλίζετο ἐπὶ τῆς γῆς. Τίνος δὲ ἕνεκεν τὰς τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς, ἐν ἑτέρῳ καιρῷ δηλώσομεν· τέως δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν τοῦ λόγου, δεικνύντες, ὅτι οὐκ εὐθέως εἰς τὸν οὐρανὸν ἀνέβη μετὰ τὴν ἀνάστασιν ὁ Χριστὸς, ἀλλὰ τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς διέτριψε μετὰ τῶν μαθητῶν, καὶ οὐχ ἁπλῶς διέτριψεν, ἀλλὰ καὶ συναλιζόμενος, καὶ τραπέζης κοινωνῶν, καὶ ὁμιλίας μεταδιδοὺς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνῆλθε πρὸς τὸν Πατέρα ἐν τοῖς οὐρανοῖς, καὶ οὐδὲ τότε ἐθαυματούργουν, ἀλλ᾽ ἕτεραι δέκα ἐγίνοντο ἡμέραι, καὶ πληρουμένης τῆς Πεντηκοστῆς ἐπέμφθη αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τότε λαβόντες τὰς πυρίνας γλώσσας ἤρξαντο ποιεῖν θαύματα. Ταῦτα δὲ πάντα, ἀγαπητοὶ, ἀπὸ τῶν Γραφῶν πιστωσόμεθα· οἷον ὅτι τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο, ὅτι μετὰ τὴν Πεντηκοστὴν κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τότε τὰς γλώσσας ἔλαβον τὰς πυρίνας, ὅτι τῶν σημείων ἔκτοτε ἤρξαντο. Τίς οὖν ταῦτα πάντα φησίν;

Ὁ τοῦ Παύλου μαθητὴς, ὁ τίμιος καὶ μέγας Λουκᾶς, οὕτω ποιούμενος τὴν ἀρχὴν καὶ λέγων· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις, δι᾽ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Ὁρᾷς ὅτι μετὰ τὴν ἀνάστασιν τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς ἦν ὁ Κύριος, λέγων περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ συναλιζόμενος τοῖς ἀποστόλοις; ὁρᾷς ὅτι καὶ τραπέζης ἐκοινώνει;

Καὶ παρήγγειλεν αὐτοῖς, φησὶν, ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου, φησίν· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Ταῦτα δὲ ἔλεγεν ὁ Σωτὴρ ἐν ταῖς τεσσαράκοντα ἡμέραις, Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;

Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἐν τῇ Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.

Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἶδες πῶς καὶ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς ὁ Χριστὸς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τότε ἀνελήφθη ἐν τοῖς οὐρανοῖς· ἀλλ᾽ ἴδωμεν εἰ ἐν τῇ Πεντηκοστῇ τὸ Πνεῦμα ἐπέμφθη τὸ ἅγιον. Καὶ ἐν τῷ συμπληροῦσθαι, φησὶ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐγένετο ἄφνω ἦχος ἐκ τοῦ οὐρανοῦ ὡσεὶ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν. Εἴδετε ἀκριβῆ τὴν ἀπόδειξιν γεγενημένην, οἷον ὅτι τεσσαράκοντα ἡμέρας ἦν ἐπὶ γῆς ὁ Χριστὸς, καὶ οὐδὲ ἐθαυματούργουν οἱ ἀπόστολοι;

Πῶς γὰρ ἔμελλον θαυματουργεῖν τὴν τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος χάριν οὐδέπω ἔχοντες; Εἴδετε, ὅτι μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνελήφθη εἰς τὸν οὐρανὸν ὁ Ἰησοῦς; εἴδετε πάλιν, ὅτι μετὰ τὰς δέκα ἡμέρας ἐθαυματούργουν οἱ ἀπόστολοι;

Ἐν γὰρ τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς κατεπέμφθη τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο οὖν ἐστι λοιπὸν τὸ ζητούμενον, τίνος ἕνεκεν αἱ Πράξεις τῶν ἀποστόλων ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται. Εἰ γὰρ τότε ἤρξαντο ποιεῖν τὰ σημεῖα οἱ ἀπόστολοι, ἤγουν μετὰ τὴν Κυρίου ἀνάστασιν, τότε ἔδει καὶ τὸ βιβλίον ἀναγινώσκεσθαι τοῦτο. Ὥσπερ γὰρ τὰ περὶ τοῦ σταυροῦ ἐν τῇ ἡμέρᾳ σταυροῦ ἀναγινώσκομεν, καὶ τὰ ἐν τῇ ἀναστάσει ὁμοίως, καὶ τὰ ἐν ἑκάστῃ ἑορτῇ γεγονότα τῇ αὐτῇ πάλιν ἀναγινώσκομεν, οὕτως ἔδει καὶ τὰ θαύματα τὰ ἀποστολικὰ ἐν ταῖς ἡμέραις τῶν ἀποστολικῶν σημείων ἀναγινώσκεσθαι.

ϛʹ. Τίνος οὖν ἕνεκεν οὐ τότε αὐτὰ ἀναγινώσκομεν, ἀλλ᾽ εὐθέως μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, ἀκούσατε μετὰ ἀκριβείας τὴν αἰτίαν ἅπασαν. Μετὰ τὸν σταυρὸν εὐθέως ἀνάστασιν καταγγέλλομεν τοῦ Χριστοῦ, τῆς δὲ ἀναστάσεως ἀπόδειξίς ἐστι τὰ σημεῖα τὰ ἀποστολικὰ, τῶν δὲ σημείων ἀποστολικῶν διδασκαλεῖόν ἐστι τοῦτο τὸ βιβλίον. Ὃ τοίνυν μάλιστα πιστοῦται τὴν ἀνάστασιν τὴν Δεσποτικὴν, τοῦτο μετὰ τὸν σταυρὸν καὶ τὴν ζωηφόρον ἀνάστασιν εὐθέως οἱ Πατέρες ἐνομοθέτησαν ἀναγινώσκεσθαι. Διὰ τοῦτο τοίνυν, ἀγαπητοὶ, μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν εὐθέως ἀναγινώσκομεν τὰ σημεῖα τῶν ἀποστόλων, ἵνα ἔχωμεν σαφῆ καὶ ἀναμφισβήτητον τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Οὐκ εἶδες αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τοῦ σώματος, ἀλλὰ βλέπεις αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τῆς πίστεως· οὐκ εἶδες αὐτὸν διὰ τῶν ὀμμάτων τούτων ἀναστάντα, ἀλλ᾽ ὄψει αὐτὸν ἀναστάντα διὰ τῶν θαυμάτων ἐκείνων.

Ἡ γὰρ τῶν σημείων ἐπίδειξις χειραγωγεῖ σε πρὸς τὴν τῆς πίστεως θεωρίαν. Ὅθεν τοῦ φανῆναι αὐτὸν ἀναστάντα πολλῷ μείζων ἦν ἀπόδειξις καὶ σαφεστέρα τὸ σημεῖα γίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ. Βούλει μαθεῖν, πῶς τοῦτο μᾶλλον πιστοῦται τὴν ἀνάστασιν, ἢ εἰ ἐφάνη πᾶσιν ἀνθρώποις κατ᾽ ὀφθαλμούς;

Ἀκούσατε νουνεχῶς· καὶ γὰρ πολλοὶ τοῦτο ἐρωτῶσι, καὶ λέγουσι· Τίνος ἕνεκεν ἀναστὰς οὐκ εὐθέως ἐφάνη τοῖς Ἰουδαίοις; ἀλλὰ περιττὸς ὁ λόγος οὗτος καὶ μάταιος. Εἰ γὰρ ἔμελλε πρὸς τὴν πίστιν αὐτοὺς ἐπισπάσασθαι, οὐκ ἂν παρῃτήσατο μετὰ τὴν ἀνάστασιν φανῆναι πᾶσιν· ὅτι δὲ οὐκ ἔμελλεν αὐτοὺς ἐπισπάσασθαι φανεὶς αὐτοῖς μετὰ τὴν ἀνάστασιν, δείκνυσι διὰ τοῦ Λαζάρου. Τοῦτον γὰρ τετραήμερον νεκρὸν ἀναστήσας, ὀδωδότα, διεφθορότα, καὶ μετὰ τῶν κειριῶν δεδεμένον ποιήσας αὐτὸν ἐξελθεῖν ὑπὸ τὰς ἁπάντων ὄψεις, οὐ μόνον οὐκ ἐπεσπάσατο πρὸς τὴν πίστιν αὐτοὺς, ἀλλὰ καὶ παρώξυνεν· ἐλθόντες γὰρ ἠβουλήθησαν καὶ αὐτὸν ἀνελεῖν διὰ τοῦτο.

Εἰ οὖν ἕτερον ἀνέστησε καὶ οὐκ ἐπίστευσαν, ἑαυτὸν ἀναστήσας εἰ ἔδειξεν ἑαυτὸν, οὐκ ἂν πάλιν ἐμάνησαν κατ᾽ αὐτοῦ; Εἰ καὶ μηδὲν ἔμελλον ἀνύειν, ἀλλ᾽ ὅμως διὰ τῆς ἐπιχειρήσεως ἔμελλον ἀσεβεῖν. Ὥστε βουλόμενος αὐτοὺς ἀπαλλάξαι μανίας περιττῆς, ἔκρυψεν ἑαυτόν· μᾶλλον γὰρ ἂν ἐποίησεν ὑπευθύνους κολάσει, εἰ μετὰ τὸν σταυρὸν ἐφάνη. Διὰ τοῦτο φειδόμενος αὐτῶν ἔκρυψε μὲν ἑαυτὸν ἐκ τῆς ἐκείνων ὄψεως· ἔδειξε δὲ διὰ τῆς τῶν σημείων ἀποδείξεως.

Τοῦ γὰρ ἰδεῖν αὐτὸν ἀναστάντα οὐκ ἔλαττον ἦν ἀκοῦσαι Πέτρου λέγοντος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Καὶ ὅτι τοῦτο ἀναστάσεως μεγίστη ἀπόδειξις, καὶ εὐκολώτερον πρὸς πίστιν ἢ ἐκεῖνο τὸ πρότερον, καὶ μᾶλλον ἠδύνατο πεῖσαι τὰς διανοίας τῶν ἀνθρώπων τὸ σημεῖα φαίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐτὸν ἀναστάντα, δῆλον ἐκεῖθεν. Ἀνέστη καὶ ἔδειξεν ἑαυτὸν τοῖς μαθηταῖς ὁ Χριστός· ἀλλ᾽ ὅμως εὑρέθη τις ἀπιστῶν καὶ ἐν ἐκείνοις Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ ἐδεήθη τοῦ τὰς χεῖρας εἰσενεγκεῖν εἰς τοὺς τύπους τῶν ἥλων· ἐδεήθη δὲ καὶ τὴν πλευρὰν αὐτοῦ καταμαθεῖν. Εἰ δὲ ὁ μαθητὴς ἐκεῖνος ὁ τρεῖς χρόνους διατρίψας μετ᾽ αὐτοῦ, ὁ τραπέζης Δεσποτικῆς κοινωνήσας, ὁ σημεῖα καὶ τέρατα θεασάμενος μέγιστα, ὁ ῥημάτων Δεσποτικῶν μετασχὼν, καὶ ἰδὼν αὐτὸν ἀναστάντα, οὐ πρότερον ἐπίστευσεν, ἕως ὅτε τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὰ τραύματα εἶδε· πῶς ἡ οἰκουμένη πιστεύειν ἔμελλεν, εἰπέ μοι, εἰ εἶδεν αὐτὸν ἀναστάντα; Καὶ τίς ἂν ταῦτα εἴποι;

Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν δείξομεν, ὅτι μᾶλλον ἔπειθε τὰ σημεῖα τοῦ θεάσασθαι κατ᾽ ὄψιν ἀναστάντα. Ἀκούσαντες γὰρ οἱ ὄχλοι τοῦ Πέτρου τῷ χωλῷ λέγοντος, Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει, τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι τῷ Χριστῷ ἄνδρες· ὁ δὲ μαθητὴς ἰδὼν ἀναστάντα ἠπίστησεν. Ὁρᾷς πῶς τοῦτο εὐκολώτερον μᾶλλον πρὸς τὴν τῆς ἀναστάσεως πίστιν;

Ἐκεῖνο μὲν γὰρ καὶ ὁ οἰκεῖος μαθητὴς ἰδὼν ἠπίστησε· ταῦτα δὲ καὶ οἱ ἐχθροὶ θεασάμενοι ἐπίστευσαν. Οὕτω μεῖζον τοῦτο ἐκείνου καὶ σαφέστερον, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο καὶ ἔπειθε πρὸς τὴν ἀνάστασιν. Καὶ τί λέγω τὸν Θωμᾶν; Ὅτι γὰρ οὐδὲ οἱ λοιποὶ μαθηταὶ ἐκ πρώτης ὄψεως ἐπίστευον, ἄκουσον νουνεχῶς. Ἀλλὰ μὴ καταγνῷς αὐτῶν, ἀγαπητέ· εἰ γὰρ ὁ Χριστὸς οὐ κατέγνω αὐτῶν, μηδὲ σὺ καταγνῷς αὐτῶν· καὶ γὰρ πρᾶγμα ξένον εἶδον οἱ μαθηταὶ καὶ παράδοξον, πρωτότοκον αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστάντα· τὰ δὲ τοιαῦτα μέγιστα θαύματα ἐκ πρώτης ἐκπλήττειν εἴωθεν, ἕως ἂν τῷ χρόνῳ μόνιμα γένηται ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς· ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ἐγένετο τότε. Ἐπειδὴ γὰρ ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν εἶπεν αὐτοῖς· Εἰρήνη ὑμῖν, Πτοηθέντες, φησὶν, ἐκεῖνοι καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν, καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τί τεταραγμένοι ἐστέ; Καὶ μετὰ ταῦτα ἐπιδείξας αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ Ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; διὰ τούτων βουλόμενος αὐτοῖς τὴν ἀνάστασιν πιστώσασθαι. Οὐ πείθει σε, φησὶν, ἡ πλευρὰ, οὐδὲ τὰ τραύματα; πειθέτω κἂν ἡ τράπεζα.

ζʹ. Ἵνα δὲ μάθῃς ἀκριβῶς, ὅτι διὰ τοῦτο εἶπεν, Ἔχετέ τι βρώσιμον ἐνθάδε φαγεῖν; ἵνα μὴ νομίσωσιν εἴδωλον εἶναι, μηδὲ πνεῦμα, μηδὲ φαντασίαν, ἀλλ᾽ ἀληθῆ καὶ ἐνυπόστατον ἀνάστασιν, ἄκουσον, πῶς ὁ Πέτρος ἀπὸ τούτων πιστοῦται τὴν ἀνάστασιν.

Εἰπὼν γὰρ ὅτι Ἀνέστησεν αὐτὸν ὁ Θεὸς, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι μάρτυσι τοῖς προκεχειροτονημένοις ἡμῖν, εἶτα καὶ ἀπόδειξιν τῆς ἀναστάσεως τιθεὶς, ἐπήγαγεν· Οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ. Διὰ τοῦτο καὶ ἀλλαχοῦ ἀναστήσας νεκρὰν ὁ Χριστὸς, ἵνα πιστώσηται τὴν ἀνάστασιν ἔφη· Δότε αὐτῇ φαγεῖν.

Ὅταν οὖν ἀκούσῃς, ὅτι παρέστησεν ἑαυτὸν ζῶντα δι᾽ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, μάνθανε τῆς τραπέζης τὴν αἰτίαν, ὅτι οὐχὶ δεόμενος αὐτὸς τραπέζης ἔτρωγεν, ἀλλὰ βουλόμενος τὴν ἀσθένειαν διορθῶσαι τῶν μαθητῶν, ὅθεν δῆλον ὅτι τὰ τέρατα καὶ σημεῖα τῶν ἀποστόλων ἀπόδειξις ἦν μεγίστη τῆς ἀναστάσεως. Διὸ καὶ αὐτός φησιν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ποιῶ ἐγὼ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ἐπειδὴ γὰρ ὁ σταυρὸς μεταξὺ παρεμπεσὼν ἐσκανδάλισε πλείστους, διὰ τοῦτο καὶ μειζόνων ἐδέησε μετὰ ταῦτα σημείων. Καίτοι γε εἰ τελευτήσας ὁ Χριστὸς ἐναπέμεινε τῷ θανάτῳ καὶ τῷ τάφῳ, καὶ οὐκ ἀνέστη, καθάπερ οἱ Ἰουδαῖοί φασιν, οὐδὲ ἀνέβη εἰς τοὺς οὐρανοὺς, οὐ μόνον οὐκ ἔδει μείζονα γίνεσθαι τὰ μετὰ ταῦτα σημεῖα τὰ μετὰ τὸν σταυρὸν, ἀλλὰ καὶ τὰ πρότερα γινόμενα ἀποσβεσθῆναι ἐχρῆν. Προσέχετέ μοι μετὰ ἀκριβείας ἐνταῦθα· ἀναστάσεως γάρ εἰσιν ἀναμφισβητήτου ἀποδείξεις τὰ λεγόμενα, διὸ καὶ πάλιν τὰ αὐτὰ ἐρῶ.